Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Κόρινθον οἰκίσαντες ἐπιφανῆ πόλιν,
  • ἄλλοι τʼ Ἀχαιοί· τοὺς πρὸς ἑσπέραν δʼ ὅρους
  • καὶ ζέφυρον Ἠλεῖοί τε καὶ Μεσσήνιοι
  • τὸ· πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμα
  • Λάκωνες Ἀργεῖοί τε πρὸς ἀνιόντα δέ
  • ἥξλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλεις
  • ἐν τῇ μεσογείῳ δʼ ἔστιν ἡ Φλιασία,
  • τό τʼ Ἀρκάδων μέγιστον ἐν τούτοις ἔθνος.
  • Τοὺς Ἀρκάδας μὲν οὖν λέγουσʼ αὐτόχθονας,
  • ὕστερον Ἀλήτην δʼ οἰκίσαι Κορινθίους,
  • Φάλκην δὲ τὸν Σικυῶνα, τὴν δʼ Ἀχαΐαν
  • Τισαμενὸν, Ἤλιδος δ᾿ ὁπάρχειν Ὄξωλον
  • ἡγεμόνα, Κρεσφόντην δὲ τῆς Μεσσηνίας,
  • Εὐρυσθένην δὲ καὶ Προκλῆν Λακεδαίμονος,
  • Ἄργους δὲ Κεῖσον καὶ μετʼ αὐτοῦ Τήμενον,
  • τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγέλαον, ὡς λόγος,
  • καὶ Δηϊφόντην, γαμβρὸν ὄντα Τημένου.
  • Κρήτη δὲ νῆσος τῆς Πελοποννήσου πέραν
  • κεῖται, μεγάλη τὸ μέγεθος εὐδαίμων τʼ ἄγαν,
  • ἀπὸ τῆς Μαλείας τῆς Λακωνικῆς ἄκρας