Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • τὸν δὲ τρίτον ἔξω τοῦ κατʼ Εὔριπον δρόμου
  • εἰς τὴν Μακεδόνων Θετταλῶν θʼ ἱκνούμενον,
  • ἐφ᾿ οὗ παράλιός ἐστιν Ἀνθηδὼν πόλις.
  • Θῆβαι μέγισται δʼ εἰσὶ τῆς Βοιωτίας.
  • Εἶτεν συνάπτει Μέγαρα, Δωρικὴ πόλις·
  • σύμπαντες αὐτὴν ἐπόλισαν γὰρ Δωριεῖς,
  • πλεῖστοι Κορίνθιοι δὲ καὶ Μεσσήνιοι.
  • Λέγουσι δʼ Ὀγχηστοῦ γενόμενον ἐγκρατῆ
  • Μεγαρέ᾿ ἀφ᾿ αὑτοῦ τοῦτο θέσθαι τοὔνομα.
  • Ἡ Μεγαρὶς ἀφορίζει δὲ τὴν Βοιωτίαν.
  • 217
  • Ὁ Κορίνθιος δὲ κόλπος ἐστὶν ἐχόμενος
  • ὅ τε Κεγχρεάτης, οἵ τὸν ἰσθμὸν εἰς στενὸν
  • συνάγουσιν ἑκατέρωθεν ἠπειρούμενον.
  • Εἶτ᾿ ἔστα Πελοπόννησος ἑξῆς κειμένη,
  • κόλπους βαθεῖς ἔχουσα καὶ πολλὰς ἄκρας,
  • Μαλέαν μεγίστην Ταίναρόν τε λεγομένην·
  • ἱερὸν Ποσειδῶνος δὲ θεοπρεπέστατον
  • ὑπὸ τῶν Λακώνων ἐνθάδʼ ἔσθʼ ἱδρυμένον.
  • Τὰ μὲν οὖν βόρεια τῆς Πελοποννήσου μέρη
  • Σικυώνιοι κατέχουσιν, οἵ τε πρίν ποτε