Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Πρὸς τῷ Ῥίῳ κεῖται δὲ Ναύπακτος πόλις,
  • ἣν Δωριεῖς κτίζουσιν οἱ σὺν Τημένῳ.
  • Ἔπειτ’ ἀπʼ Αἰτωλῶν παροικοῦσιν Λοκροί,
  • οὓς Ὀζόλας καλοῦσʼ, ἀποίκους γενομένους
  • ἀπὸ τῶν πρὸς Εὔβοιαν Λοκρῶν ἐστραμμένων.
  • 216
  • Δελφοὶ συνάπτουσιν δὲ τούτοις ἐχόμενοι
  • τό τε Πυθικὸν μαντεῖον ἀψευδέστατον.
  • Ἑξῆς δὲ Φωκεῖς, οὓς δοκεῖ συνοικίσαι
  • Φῶκος, κατελθὼν μετὰ Κορινθίων προτοῦ
  • γενεαλογεῖται δʼ Ὀρνύτου τοῦ Σισύφου.
  • Ταύτης δὲ κεῖται πλησίον Βοιωτία,
  • χώρα μεγίστη καιρία τε τῇ θέσει·
  • χρῆται μόνη γὰρ τρισὶ θαλάτταις, ὡς λόγος,
  • ἔχει δὲ λιμένας οὓς μὲν εἰς μεσημβρίαν
  • βλέποντας εὐκαιρότατα πρὸς τὸν Ἀδρίαν
  • τὸ Σικελικόν τʼ ἐμπόριον, οὓς δὲ πρὸς Κύπρον
  • καὶ τὸν κατʼ Αἴγυπτόν τε τὰς νήσους τε πλοῦν·
  • οὗτοι δὲ περὶ τὴν Αὐλίδ᾿ εἰσὶν οἱ τόποι,
  • ἐν οἷς Ταναγραίων ἐστὶ κειμένη πόλις,
  • ὑπὲρ δὲ ταύτην ἐν μεσογείῳ Θεσπιαί·