Ad Nicomedem regem, vv. 1-980
Pseudo-Scymnus
Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
αὐτῶν κατοικεῖν τὴν μεσόγειον νεμόμενα,214
ἃ δὲ τὴν παράλιον ἐντὸς ἐπέχειν Ἀδρίου, καί τινα μὲν αὐτῶν βασιλικαῖς ἐξουσίαιςὑπήκο᾿ εἶναι, τινὰ δὲ καὶ μοναρχίαις,ἃ δʼ αὐτονομεῖσθαι· θεοσεβεῖς δʼ αὐτοὺς ἄγανκαὶ σφόδρα δικαίους φασὶ καὶ φιλοξένους,κοινωνικὴν διάθεσιν ἠγαπηκότας εἶναι, βίον ζηλοῦν τε κοσμιώτατον.Φάρος δὲ τούτων οὐκ ἄπωθεν κειμένηνῆσος Παρίων κτίσις ἐστὶν ἥ τε λεγομένηΜέλαινα Κόρκυῤ, ἣν Κνίδιοι κατῴκισαν.Ἔχει δὲ λίμνην εὖ μάλʼ ἡ χώρα τινά μεγάλην, παῤ αὐτοῖς τὴν Λυχνῖτιν λεγομένην.Προσεχὴς δὲ νῆσός ἐστιν, οὗ φασίν τινεςἐλθόντα Διομήδην ὑπολιπεῖν τὸν βίον·ὅθεν ἐστὶ Διομήδεια ταύτη τοὔνομα.Ὑπὲρ δὲ τούτους εἰσὶ Βρῦγοι βάρβαροι. Πρὸς τῇ θαλάττῃ δʼ ἔσιν Ἐπίδαμνος, πόλιςἙλληνὶς, ἣν Κόρκυῤ ἀποικίσαι δοκεῖ.Ὑπὲρ δὲ Βρύγους Ἐγχέλειοι λεγόμενοι