Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Λέγουσι γὰρ δὴ τὴν κεραύνωσιν προτοῦ
  • τὴν τοῦ Φαέθοντος δεῦρο γεγονέναι τινές·
  • διὸ καὶ τὰ πλήθη πάντα τῶν οἰκητόρων
  • μελανειμονεῖν τε πενθικάς τ᾿ ἔχειν στολάς.
  • Ἡ πλησίον χώρα δὲ τούτων κειμένη
  • ὑπὸ τῶν Πελαγόνων καὶ Λιβυρνῶν κατέχεται.
  • Τούτοις συνάπτον δʼ ἐστὶ Βουλινῶν ἔθνος·
  • ἑξῆς δὲ μεγάλη χερρόνησος Ὑλλική
  • πρὸς τὴν Πελοπόννησόν τι ἐξισουμένη·
  • πόλεις δʼ ἐν αὐτῇ φασι πέντε καὶ δέκα
  • Ὕλλους κατοικεῖν, ὄντας Ἕλληνας γένει·
  • τὸν Ἡρακλέους γὰρ Ὕλλον οἰκιστὴν λαβεῖν,
  • ἐκβαρβαρωθῆναι δὲ τούτους τῷ χρόνῳ
  • τοῖς ἔθεσιν ἱστοροῦσι τοῖς τῶν πλησίον,
  • ὥς φασι Τίμαιός τε κἀρατοσθένης.
  • Νῆσος κατʼ αὐτοὺς δʼ ἔστιν Ἴσσα λεγομένη,
  • Συρακοσίων ἔχουσα τὴν ἀποικίαν.
  • Ἡ δ᾿ Ἰλλυρὶς μετὰ ταῦτα παρατείνουσα γῆ
  • ἔθνη περιέχει πολλά· πλήθη γὰρ συχνά
  • τῶν Ἰλλυριῶν λέγουσιν εἶναι καὶ τὰ μέν