Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Ταρτήσσιοι κατέχουσιν· εἶτ᾿ Ἴβηρες οἱ
  • 204
  • προσεχεῖς. Ἐπάνω τούτων δὲ κεῖνται τῶν τόπων
  • Βέβρυκες. Ἔπειτα παραθαλάττιοι κάτω
  • Λίγυες ἔχονται καὶ πόλεις Ἑλληνίδες,
  • ἃς Μασσαλιῶται Φωκαεῖς ἀπῴκισαν·
  • πρώτη μὲν Ἐμπόριον, Ῥόδη δὲ δευτέρα·
  • ταύτην δὲ πρὶν ναῶν κρατοῦντες ἔκτισαν
  • Ῥόδιοι. Μεθ᾿ οὓς ἐλθόντες εἰς Ἱβηρίαν
  • οἱ Μασσαλίαν κτίσαντες ἔσχον Φωκαεῖς
  • Ἀγάθην Ῥοδανουσίαν τε, Ῥοδανὸς ἣν μέγας
  • ποταμὸς παραρρεῖ, Μασσαλία δʼ ἐστʼ ἐχομένη,
  • πόλις μεγίστη, Φωκαέων ἀποικία.
  • Ἐν τῇ Λιγυστικῇ δὲ ταύτην ἔκτίσαν
  • πρὸ τῆς μάχης τῆς ἐν Σαλαμῖνι γενομένης
  • ἔτεσιν πρότερον, ὥς φασιν, ἑκατὸν εἴκοσι.
  • Τίμαιος οὕτως ἱστορεῖ δὲ τὴν κτίσιν.
  • Εἶτεν μετὰ ταύτην Ταυρόεις καὶ πλησίον
  • πόλις Ὀλβία κἀντίπολις αὐτῶν ἐσχάτη.
  • Μετὰ τὴν Λιγυστικὴν Πελασγοὶ δʼ εἰσὶν αἱ
  • πρότερον κατοικήσαντες ἐκ τῆς Ἑλλάδος,