Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Ταύτης σύνεγγυς δ ἐστὶ 4 πόλις
  • λαβοῦσα Τυρίων ἐμπόρων ἀποικίαν,
  • 201
  • Γάδειῤ, ὅπου μέγισ ια γίνεσθαι λόγος
  • κήτη. Μετὰ ταύτην δʼ ἐστιν ἡμερῶν δυοῖν
  • τελέσαντι πλοῦν ἐμπόριον εὐτυχέστατον
  • ἡ λεγομένη Ταρτησσὸς, ἐπιφανὴς πόλις,
  • ποταμόρρυτον κασσίτερον ἐκ τῆς Κελτικῆς
  • χρυσόν τε καὶ χαλκὸν φέρουσα πλείονα.
  • Ἔπειτα χώρα Κελτικὴ καλουμένη
  • μέχρι τῆς θαλάττης τῆς κατὰ Σαρδὼ κειμένης,
  • ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος.
  • Τὴν μὲν γὰρ ἐντὸς ἀνατολῶν πᾶσαν σχεδόν
  • οἰκοῦσιν Ἰνδοὶ, τὴν δὲ πρὸς μεσημβρίαν
  • Αἰθίοπες ἐγγὺς κείμενοι νότου πνοῆς·
  • τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπον
  • θερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι.
  • 202
  • Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνατολῶν
  • καὶ χειμερινῶν οἰκοῦσι· Κελτοὶ δʼ ἀνάπαλιν
  • ὑπ᾿ ἰσημερινῆς θερινῆς τε δύσεως, ὡς λόγος.
  • Τὰ μὲν οὖν ἔθνη τὰ τέτταῤ ἐστὶ τοῖς ὄχλοις