Ad Nicomedem regem, vv. 1-980
Pseudo-Scymnus
Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
Τὸ τῆς θαλάττης τῆς Ἀτλαντικῆς στόμα σταδίων μὲν εἶναί φασιν ἑκατὸν εἴκοσιν·ἡ περιέχουσα δʼ αὐτὸ χώρα πλησίονἡ μὲν Λιβύης ἡ δʼ ἐστὶν Εὐρώπης ἄκρα.Νῆσοι δὲ τούτων ἑκατέρωθεν κείμεναιδιέχουσʼ ἀπʼ ἀλλήλων τριάκοντα σχεδόν200
σταδίους· καλοῦνται δʼ ὑπό τινων Ἡρακλέουςστῆλαι. Μιᾶς τούτων δὲ Μασσαλιωτικήπόλις ἐστὶν ἐγγὺς, Μαινάκη καλουμένη·αὕτη πρὸς Εὐρώπην δὲ τῶν Ἑλληνίδωνπόλεων ἁπασῶν ἐσχάτην ἔχει θέσιν. Κάμψαντι τὴν ἄκραν δὲ τὴν κατʼ ἀντικρύπρὸς ἥλιον δύνοντα πλοῦς ἐσθʼ ἡμέρας·εἶτ᾿ ἐχομένη ᾿ στὶ νῆσος ἡ καλουμένηἘρύθεια, μεγέθει μὲν βραχεῖα παντελῶς,βοῶν δʼ ἀγέλας ἔχουσα καὶ βοσκημάτων, προσεμφερεῖς ταύροις τε τοῖς Αἰγυπτίοιςκαὶ τοῖς κατὰ τὴν Ἤπειρον ἔτι Θεσπρωτίοις·προσεσπερίους δʼ Αἰθίοπας οἰκητὰς ἔχεινλέγουσιν αὐτὴν γενομένης ἀποικίας.