De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

85. Τὸ δ᾿ ἄλλο μέρος τῆς ἀντιπέραν παραλίου τὸ προσκεκλιμένον Ἀραβία πάλιν ἀναλαβόντες ἀπὸ τοῦ μυχοῦ διέξιμεν. Οὗτος γὰρ ὀνομάζεται Ποσείδειον, ἱδρυσαμένου Ποσειδῶνι πελαγίῳ βωμὸν Ἀρίστωνος τοῦ πεμφθέντος ὑπὸ Πτολεμαίου πρὸς κατασκοπὴν τῆς ἕως Ὠκεανοῦ παρηκούσης Ἀραβίας. Ἑξῆς δὲ τοῦ μυχοῦ τόπος ἐστὶ παραθαλάττιος ὁ τιμώμενος ὑπὸ τῶν ἐγχωρίων διαφερόντως πρὸς τὴν εὐχρηστίαν τὴν ἐξ αὐτοῦ.
176
[*](Diod.) Οὗτος δʼ ὀνομάζεται μὲν Φοινικὼν, ἔχει δὲ πλῆθος τούτου τοῦ φυτοῦ πολύκαρπον καθʼ ὑπερβολὴν καὶ πρὸς ἀπόλαυσιν καὶ τροφὴν διάφορον. Πᾶσα δʼ ἡ σύνεγγυς χώρα σπανίζει ναματιαίων ὑδάτων καὶ διὰ τὴν πρὸς μεσημβρίαν ἔγκλισιν ἔμπυρος ὑπάρχει· διὸ καὶ τὸν κατάφυτον τόπον, ἐν ἀπανθρωποτάτοις ὄντα μέρεσι καὶ χορηγοῦντα τὰς τροφὰς, εἰκότως οἱ βάρβαροι καθιερώκασι. Καὶ γὰρ ὕδατος οὐκ ὀλίγαι πηγαὶ καὶ λιβάδες ἐκπίπτουσιν ἐν αὐτῷ, ψυχρότητι χιόνος οὐδὲν λειπόμεναι· αὗται δὲ ἐφʼ ἑκάτερον μέρος τὰ κατὰ τὴν γῆν χλωρὰ ποιοῦσι καὶ παντελῶς ἐπιτερπῆ. Ἔστι δὲ καὶ βωμὸς ἐκ στερεοῦ λίθου παλαιὸς τοῖς χρόνοις, ἐπιγραφὴν ἔχων ἀρχαίοις γράμμασιν ἀγνώστοις· ἐπιμελοῦνται δὲ τοῦ τεμένους ἀνὴρ καὶ γυνὴ, διὰ βίου τὴν ἱερωσύνην ἔχοντες. Μακρόβιοι δʼ εἰσὶν οἱ τῇδε κατοικοῦντες, καὶ τὰς κοίτας ἐπὶ τῶν δένδρων ἔχουσι διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον.