De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

83. Μετὰ δὲ ταῦτα τὸ πέλαγος οὕτως ἐστὶ ταπεινὸν, ὥστε μήτε πλεῖον δυεῖν ὀργυιῶν ἀναμετρεῖσθαι, καὶ χλωρὸν πάντοθεν, οὐ τῇ φύσει τῶν ὑγρῶν, ἀλλʼ ὑπὸ τοῦ διαφαίνοντος μνίου τε καὶ φύκους· ὅθεν καὶ κυνῶν ἔχει θαλαττίων ἀναρίθμητον πλῆθος. Δι᾿ ἣν αἰτίαν ὁ ῥηθεὶς πόρος νηῒ μὲν μακρᾷ καὶ τοῖς ἐπήρεσι πλοίοις γίνεται εὐάρμοστος· ἀκύμων τε γάρ ἐστιν, οὐκ ἐκ πολλοῦ κυλίων τὸν κλύδωνα, καὶ θήραν ἰχθύων παραδίδωσιν ἄπιστον. Τὸ δὲ περὶ τὰς ἐλεφαντηγοὺς κακὸν πολὺν ἔλεον τοῖς πάσχουσιν ἀπὸ τῶν δρώντων ἐκκαλεῖται· τὰ γὰρ πλοῖα τὸ κῦμα ἐξαίφνης ἢ πέτρα περίεθηκεν, ἢ πρὸς ἀμμώδη συνήλασε περιοχήν, καὶ ἄπορον τὴν σωτηρίαν παρέσχε τοῖς ἐμπλέουσι. Διὸ τὰ μὲν πρῶτα ὀδυρμὸς τοὺς ἐπιπλέοντας συνέχει πολὺς μὲν, οὐκ ἀπογινώσκων δὲ τὴν ἀμείνω προσδοκίαν· ἤδη γάρ τινας οὕτως ἀπενεχθέντας σέσωκε πλημμυρὶς ὑπολα-
172
[*](Phot.) βοῦσα τοῖς ἀνοιδοῦσιν αἰφνιδίως ἐκ τῆς θαλάττης ὄγκοις· ἐπὰν δὲ λήγῃ τὰ τῆς τροφῆς, μυρία μὲν ἀναδέχονται πάθη, τέλος ἀναλίσκονται πάντες ἢ λιμῷ ἢ τοῦ λιμοῦ
173
[*](Phot.) τὸ μακροχρόνιον οὐ φέροντες ξίφει, ἢ αὐτῇ θαλάσσῃ σφᾶς αὐτοὺς ἐπιρρίπτοντες.
83. Παραπλεύσαντι δὲ τούτους τοὺς τόπους πολλὰ μὲν ἔθνη Ἰχθυοφάγων κατοικεῖ τὴν παράλιον, πολλοὶ δὲ νομάδες Τρωγλοδῦται. Πρὸς δὲ τούτοις ὄρη παντοῖα ταῖς ἰδιότησιν ὑπάρχει μέχρι λιμένος τοῦ προσαγορευθέντος Σωτηρίας, ὃς ἔτυχε τῆς ὀνομασίας ταύτης ἀπὸ τῶν πρώτων πλευσάντων Ἑλλήνων καὶ διασωθέντων. Ἀπὸ δὲ τούτων τῶν μερῶν ἄρχεται συναγωγὴν λαμβάνειν ὁ κόλπος καὶ τὴν ἐπιστροφὴν ἐπὶ τὰ κατὰ τὴν Ἀραβίαν μέρη ποιεῖσθαι καὶ τὴν φύσιν δὲ τῆς χώρας καὶ θαλάττης ἀλλοίαν εἶναι συμβέβηκε διὰ τὴν ἰδιότητα τῶν τόπων. Ἥ τε γὰρ ἤπειρος ταπεινή καθορᾶται, μηδαμόθεν ἀναστήματος ὑπερκειμένου, ἥ τε θάλαττα τεναγώδης οὖσα τὸ βάθος οὐ πλεῖον εὐρίσκεται τριῶν ὀργυιῶν, καὶ τῇ χρόᾳ παντελῶς ὑπάρχει χλωρά. Τοῦτο
172
[*](Diod.) δ᾿ αὐτῇ φασι συμβαίνειν οὐ διὰ τὸ τὴν τῶν ὑγρῶν φύσιν εἶναι τοιαύτην, ἀλλὰ διὰ τὸ πλῆθος τοῦ διαφαινομένου καθʼ ὕδατος μνίου καὶ φύκους. Ταῖς μὲν οὖν ἐπικώποις τῶν νεῶν εὔθετός ἐστιν ὁ τόπος, κλύδωνα μὲν οὐκ ἐκ πολλοῦ κυλίων διαστήματος, θήρας δʼ ἰχθύων ἀπλάτους παρεχόμενος· αἱ δὲ τοὺς ἐλέφαντας διάγουσαι, διὰ τὰ βάρη βαθύπλοοι καθεστῶσαι καὶ ταῖς κατασκευαῖς ἐμβριθεῖς, μεγάλους καὶ δεινοὺς ἐπιφέρουσι κινδύνους τοῖς ἐν αὐταῖς πλέουσι. Διάρσει γὰρ ἱστίων θέουσαι, καὶ διὰ τὴν τῶν πνευμάτων βίαν πολλάκις νυκτὸς ὠθούμεναι, ὁτὲ μὲν πέτραις προσπεσοῦσαι ναυαγοῦσι, ποτὲ δʼ εἰς τεναγώδεις ἰσθμοὺς ἐμπίπτουσιν· οἱ δὲ ναῦται παρακαταβῆναι μὲν ἀδυνατοῦσι διὰ τὸ πλεῖον εἶναι τὸ βάθος ἀνδρομήκους, διὰ δὲ τῶν κοντῶν τῷ σκάφει βοηθοῦντες ὅταν μηδὲν ἀνύωσιν, ἐκβάλλουσιν ἅπαντα πλὴν τῆς τροφῆς· οὐδʼ οὕτω δὲ τῆς τροφῆς
173
[*](Diod.) ἀποστροφῆς? τυγχάνοντες εἰς μεγάλην ἀπορίαν ἐμπίπτουσι διὰ τὸ μήτε νῆσον μήτε ἄκραν ἠπείρου μήτε ναῦν ἑτέραν πλησίον ὑπάρχουσαν ὁρᾶσθαι· ἄξενοι γὰρ παντελῶς οἱ τόποι καὶ σπανίους ἔχοντες τοὺς ναυσὶ διακομιζομένους. Χωρὶς δὲ τούτων τῶν κακῶν ὁ κλύδων ἐν ἀκαρεῖ χρόνῳ τῷ κύτει τῆς νεὼς τοσοῦτο πλῆθος ἄμμου προσβάλλει καὶ συσσωρεύει παραδόξως, ὥστε τὸν κύκλῳ τόπον περιχώννυσθαι καὶ τὸ σκάφος ὥσπερ ἐπίτηδες ἐνδεσμεύεσθαι τῇ χέρσῳ. Οἱ δὲ τούτῳ τῷ συμπτώματι περιπεσόντες τὸ μὲν πρῶτον μετρίως ὀδύρονται πρὸς κωφήν ἐρημίαν, οὐ παντελῶς δὲ ἀπεγνωκότες εἰς τέλος τὴν σωτηρίαν· πολλάκις γὰρ τοῖς τοιούτοις ἐπιφανεὶς ὁ τῆς πλημμυρίδος κλύδων ἐξῆρεν εἰς ὕψος, καὶ τοὺς ἐσχάτως κινδυνεύοντας ὡσπερεὶ θεὸς ἐπιφανεὶς διεφύλαξεν· ὅταν δὲ ἀπὸ μὲν τῶν θεῶν ἡ προειρημένη μὴ παρακολουθήσῃ βοήθεια, τὰ δὲ τῆς τροφῆς λίπῃ, τοὺς μὲν ἀσθενεστέρους οἱ κατισχύοντες ἐκβάλλουσιν εἰς θάλατταν, ὅπως τοῖς ὀλίγοις τὰ λειπόμενα τῶν ἀναγκαίων πλείους ἡμέρας ἀντέχῃ· πέρας δὲ πάσας τὰς ἐλπίδας ἐξαλείψαντες ἀπόλλυνται πολὺ χεῖρον τῶν προαποθανόντων· οἱ μὲν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸ πνεῦμα τῇ δούσῃ φύσει πάλιν ἀπέδωκαν, οἱ δʼ εἰς πολλὰς ταλαιπωρίας καταμερίσαντες τὸν θάνατον, πολυχρονίους τὰς συμφορὰς ἔχοντες τῆς τοῦ βίου καταστροφῆς τυγχάνουσι. Τὰ δὲ σκάφη ταῦτα τῶν ἐπιβατῶν οἰκτρῶς στερηθέντα, καθάπερ τινὰ κενοτάφια, διαμένει πολὺν χρόνον πανταχόθεν περιχωννύμενα· τοὺς δʼ ἱστοὺς καὶ τὰς κεραίας μετεώρους ἔχοντα πόρρωθεν τοὺς ὁρῶντας εἰς οἶκτον καὶ συμπάθειαν ἄγει τῶν ἀπολωλότων· πρόσταγμα γάρ ἐστι βασιλέως ἐᾶν τὰ τοιαῦτα συμπτώματα τοῖς πλέουσι διασημαίνειν τοὺς τὸν ὄλεθρον περιποιοῦντας τόπους. Παρὰ δὲ τοῖς πλησίον κατοικοῦσιν Ἰχθυοφάγοις παραδέδοται λόγος, ἐκ προγόνων ἔχων φυλαττομένην τὴν φήμην, ὅτι μεγάλης τινὸς γενομένης ἀμπώτεως ἐγεώθη τοῦ κόλπου πᾶς ὁ τόπος ὁ τὴν χλωρὰν ἔχων τοῦ τύπου πρόσοψιν, μεταπεσούσης τῆς θαλάττης εἰς τἀναντία μέρη· φανείσης δὲ τῆς ἐπὶ τῷ βυθῷ χέρσου, πάλιν ἐπελθοῦσαν ἐξαίσιον πλήμην ἀποκαταστῆσαι τὸν πόρον εἰς τὴν προϋπάρχουσαν τάξιν.