De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

55. Τρίτον δέ ἐστι γένος Ἐλεφαντοφάγων, ὃ ἐπειδὰν οἱ ἐλέφαντες τῆς νομῆς ἐμφορηθέντες πρὸς ὕπνον τραπέσθαι ζητῶσιν, οὐκ ἐπὶ γῆς δὲ ἀναπεσόντες ὑπνοῦσιν, ἀλλὰ τοῖς παχυτάτοις καὶ μεγίστοις δένδρεσι προσανακλίνοντες ἑαυτοὺς, ὥστε τοὺς μὲν δύο πόδας τοὺς πλησίον τοῦ στελέχους πρὸς τὴν γῆν ἐλαφρῶς ὑπερείδεσθαι, τὴν δὲ πλευρὰν τὸ πᾶν σῶμα ἐκδεχομένην ὀχεῖσθαι πρὸς τῇ φύσει τοῦ ξύλου, καὶ τοῦτον τὸν τρόπον τῆς καταφορᾶς τνγχάνειν οὐκ εἰλικρινοῦς, ἀλλὰ παρεψευσμένης, διὰ τὸ προσκεῖσθαι τοῖς βαθέσιν ὕπνοις
147
[*](Phot.) ἀγωνίαν ίσχυρὰν, φθορᾶς ὑποκειμένης παραχρῆμα τῷ σφαλέντι διὰ τὴν ἔκλυσιν τὴν φυσικήν. Οἱ οὖν ἀπὸ τῆς τούτων θῆρας τὸν βίον ποιούμενοι, τοὺς δρυμοὺς περιπλανώμενοι καὶ τὴν τοῦ θηρίου κοίτην ἐπισημηνάμενοι, ἐκ τῶν ὄπισθεν τοῦ δένδρου τόπων πρίουσιν, ἕως ἂν μήτε κλίνῃ τὸ πᾶν μήτε ἰσχύον ἄγαν καὶ ἰσχυρὸν ἀπολείποιτο, μένῃ δὲ ἑστηκὸς ἐπὶ βραχείας ῥοπῆς. Τὸ δὲ ζῷον ἀπὸ τῆς νομῆς ἐπὶ τὸν συνήθη τῆς κοίτης τόπον ἀνακλινόμενον αἰφνίδιόν τε πίπτει, τοῦ ξύλου κλασθέντος, καὶ πρόκειται τοῖς θηράσασι δεῖπνον ἕτοιμον· τὰς γὰρ ὀπισθίας κόψαντες οὗτοι σάρκας, καὶ ποιήσαντες ἔξαιμον τὸ ζῶον, εἶτα νεκρὸν, πρὸς τὴν ἑαυτοῦ χρείαν ἕκαστος τὰ μέλη διαιροῦσιν.
55. Ἔνιοι δὲ τῶν πλησίον κατοικούντων χωρὶς κινδύνων θηρεύουσι τοὺς ἐλέφαντας, τέχνῃ τῆς βίας περιγινόμενοι. Εἴωθε γὰρ τοῦτο τὸ φῷον, ἐπειδὰν ἀπὸ τῆς νομῆς πληρωθῇ, πρὸς ὕπνον καταφέρεσθαι, διαφορὰν ἐχούσης τῆς περὶ αὐτὸ διαθέσεως πρὸς τὰ τῶν τετραπόδων. Οὐ γὰρ δύναται τοῖς γόνασι πρὸς τὴν γῆν συγκαθιέναι τὸν ὅλον ὄγκον, ἀλλὰ πρὸς δένδρον ἀνακλιθὲν ποιεῖται τὴν διὰ τῶν ὕπνων ἀνάπαυσιν. Διόπερ τὸ δένδρον διὰ τὴν γινομένην πρὸς αὐτὸ πλεονάκις πρόσκλισιν τοῦ ζῴου τετριμμένον τέ ἐστι καὶ ῥύπου πλῆρες, πρὸς δὲ τούτοις ὁ περὶ αὐτὸ τόπος ἔχην τε ἔχει καὶ σημεῖα πολλὰ, διʼ ὧν οἱ τὰ τοιαῦτα ἐρευνῶντες
147
[*](Diod.) Αἰθίοπες γνωρίζουσι τὰς τῶν ἐλεφάντων κοίτας. Ὅταν οὖν ἐπιτύχωσι τοιούτῳ δένδρῳ, πρίζουσιν αὐτὸ παρὰ τὴν γῆν, μέχρι ἂν ὀλίγην ἔτι τὴν ῥοκὴν ἔχῃ πρὸς τὴν πτῶσιν· εἶθ᾿ οὗτοι μὲν τὰ σημεῖα τῆς ἰδίας παρουσίας ἀφανίσαντες ταχέως ἀπαλλάττονται, φθάνοντες τὴν ἔφοδον τοῦ ζῴου· ὁ δʼ ἐλέφας πρὸς τὴν ἑσπέραν ἐμπλησθεὶς τῆς τροφῆς, ἐπὶ τὴν συνήθη καταντᾷ κοίτην· κατακλιθεὶς δὲ ἀθρόῳ τῷ βάρει παραχρῆμα μετὰ τῆς τοῦ δένδρου φορᾶς ἐπὶ τὴν γῆν καταφέρεται· πεσὼν δὲ ὕπτιος μένει τὴν νύκτα κείμενος διὰ τὸ τὴν τοῦ σώματος φύσιν ἀδημιούργητον εἶναι πρὸς ἀνάστασιν. Οἰ δὲ πρίσαντες τὸ δένδρον Αἰθίοπες ἄμʼ ἡμέρα καταντῶσι, καὶ χωρὶς κινδύνων ἀποκτείναντες τὸ ζῷον σκηνοποιοῦνται περὶ τὸν τόπον καὶ παραμένουσι μέχρι ἂν τὸ πεπτωκὸς ἀναλώσωσι.