De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

50. Ὅτι μετὰ τοὺς Ἰχθυοφάγους παρὰ τὸν Ἀσταβάραν ποταμὸν, ὃς φέρεται μὲν διὰ τῆς Αἰθιοπίας καὶ τῆς Λιβύης, ἔστι δὲ τοῦ Νείλου πολλῷ ταπεινότερος, συμβέλλων δὲ τὴν οἰκείαν ὁρμὴν τῷ μείζονι ῥείθρῳ, νῆσον ποιεῖ τῇ περιρρύσει τὴν Μερόην, παρὰ γοῦν τὸν εἰρημἐνον ποταμὸν ἐπʼ ἀμφοτέροις κατοικεῖ τοῖς χείλεσιν
142
[*](Phot.) ὄχλος, οὐ πολὺς μὲν, τῷ δὲ βίῳ τοιοῦτος. Ἐκ τοῦ παρήκοντος ἕλους τὰς ῥίζας τῶν καλάμων ὀρύττει, κἄπειτα πλύνας καθαρῶς, ἐκκόπτει λίθοις πρὸς μέρος, ποιήσας δὲ λεῖον καὶ κολλῶδες ἀνέπλασεν ἐκ μαγίδος, εἰ καὶ οὐ χειροπλήθεις, ὄγκους, εἶτα ἐν τῷ καύματι παροπτῶν ταύτην ἔχει προσφοράν. Ἔχουσι δέ οὗτοι κακὸν ἄφυκτον, τοὺς ἐν τοῖς ἕλεσι λέοντας ἐπιτιθεμένους αὐτοῖς. Ὑπὸ δὲ τὴν ἐπιτολὴν τοῦ κυνὸς γίνεταί τι κωνώπων πλῆθος ἄπλετον, τηλικαύτην ἔχον δύναμιν ὥστε τὸν λαὸν εἰς τὰς λιμνώδεις ὑγρασίας ἐπελθόντα ἐκεῖ μένειν ἀφανῆ. Ὑφ᾿ ὧν καὶ οἱ λέοντες ἐκτοπίζονται, οὐχ οὕτως ὑπὸ τοῦ δηγμοῦ δηλούμενοι, καίπερ ὄντος ἐπαχθοῦς, ὡς τὸν ὑπὸ τῆς φωνῆς ἦχον ἀλλόφυλον ἀδυνατοῦντες φέρειν. Ἀλλὰ ταῦτα μὲν ἀπηγγέλθω τοῦ παραδόξου χάριν· τί γὰρ ἰδιώτερον ἢ λέοντας μὲν ἐκχωρεῖν κώνωψιν, ἀνθρώποις δὲ σώζεσθαι ὑπὸ τοιούτου κινδύνου;
50. Διεληλυθότες δὲ περὶ τῶν παροικούντων τὴν ἀπὸ τῆς Βαβυλωνίας παράλιον ἕως Ἀραβίου κόλπου, περὶ τῶν ἑξῆς τούτοις ἐθνῶν διέξιμεν. Κατὰ γὰρ τὴν Αἰθιοπίαν τὴν ὑπὲρ Αἰγύπτου παρὰ τὸν Ἀσταβάραν καλούμενον ποταμὸν παροικεῖ τὸ τῶν Ῥιζοφάγων ἔθνος. Ἐκ γὰρ τῶν πλησιοχώρων τὰς ῥίζας τῶν καλάμων ὀρύττοντες οἱ βάρβαροι πλύνουσι φιλοτίμως· ποιήοαντες
142
[*](Diod.)δὲ καθαρὰς κόπτουσι λίθοις, μέχρι ἂν γένηται τὸ ἔργον λεῖον καὶ κολλῶδες· ἔπειτα περιπλάσαντες χειροπληθιαίους ὄγκους ἐν ἡλίῳ παροπτῶσι, καὶ ταύτῃ χρώμενοι τροφῇ πάντα τὸν βίον διατελοῦσιν. Ἀνεκλείπτους δʼ ἔχοντες τὰς τῆς τροφῆς ταύτης δαψιλείας, καὶ πρὸς ἀλλήλους ἀεὶ εἰρήνην ἄγοντες, ὑπὸ πλήθους λεόντων πολεμοῦνται. Ἐμπύρου γὰρ τοῦ πέριξ ἀέρος ὄντος ἐκ τῆς ἐρήμου πρὸς αὐτοὺς φοιτῶσι λέοντες σκιᾶς ἕνεκεν, οἱ δὲ καὶ θήρας τῶν ἐλαττόνων θηρίων. Διόπερ τοὺς ἐκ τῶν τελμάτων ἐξιόντας τῶν Αἰθιόπων ὑπὸ τούτων τῶν θηρίων ἀναλίσκεσθαι συμβαίνει. Ἀδυνατοῦσι γὰρ ὑφίστασθαι τὰς ἀλκὰς τῶν λεόντων, ὡς ἂν μηδεμίαν βοήθειαν ὅπλων ἔχοντες, καὶ πέρας ἄρδην ἂν αὐτῶν διεφθάρη τὸ γένος, εἰ μὴ ἡ φύσις τι αὐτοῖς αὐτόματον ἐποίησε βοήθημα. Ὑπὸ γὰρ τὴν ἀνατολὴν τοῦ κυνὸς παραδόξως, μηδεμιᾶς γινομένης μυίας περὶ τοὺς τόπους, τοσοῦτο πλῆθος ἀθροίζεται κωνώπων, ὑπερέχον δυνάμει τοὺς γνωριζομένους, ὥςτε τοὺς μὲν ἀνθρώπους καταφυγόντας εἰς τὰς ἑλώδεις λίμνας μηδὲν πάσχειν, τοὺς δὲ λέοντας πάντας φεύγειν ἐκ τῶν τόπων, ἅμα μὲν ὑπὸ τοῦ δηγμοῦ κακουχουμένους, ἅμα δὲ τὸν ἀπὸ τῆς φωνῆς ἦχον καταπεπληγμένους.