De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

45. Τοὺς μέντοι γε τελευτῶντας αὐτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κεκτημένοι τὴν γνώμην· διὸ καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν θάλασσαν κομίσῃ τούτους τοῖς ἰχθύσιν.
45. Τοὺς δὲ τελευτήσαντας θάπτουσι κατὰ μὲν τὸν τῆς ἀμπώτεως καιρὸν ἐῶντες ἐρριμμένους, ὅταν δʼ ἡ πλημμυρὶς ἐπέλθῃ, ῥίπτουσιν εἰς τὴν θάλατταν τὰ σώματα. Διὸ καὶ τὴν ἰδίαν ταφὴν τροφὴν τῶν ἰχθύων ποιούμενοι κυκλούμενον ἰδιοτρόπως τὸν βίον ἔχουσι παῤ ὅλον τὸν αἰῶνα.