De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

40. Ἀλλʼ οἱ μὲν ἐντὸς τῶν στενῶν τὰς οἰκήσεις ἔχοντες ἰχθυοφάγοι οὕτω καταγίνονται· οἱ δὲ τὴν ἐκτὸς παραλίαν κεκτημένοι, ἄγρας μὲν ἐνδελεχῶς τοιαύτης εὐποροῦσιν, ὑγροῦ δʼ ἀπλῶς οὐ δέονται. Προσενεγκάμενοι δὲ τὸν ἰχθὸν ἔγχυλον, ὥστε μικρὰν εἴναι τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχʼ οἷον ποτὸν ἐπιζητοῦσιν, ἀλλʼ οὐδὲ ἔννοιαν ἔχουσι τοῦ γένους, φέρουσι δὲ ἀλύπως ἅπερ αὐτοῖς ἀπʼ ἀρχῆς ἡ τύχη παραδέδωκεν.
40. Τοῖς δὲ τὴν ἐκτὸς τοῦ κόλπου παράλιον νεμομένοις πολλῷ τούτων παραδοξότερον εἶναι τὸν βίον συμβέβηκεν, ὡς ἂν ἄδιψον ἐχόντων καὶ ἀπαθῆ τὴν φύσιν. Ἀπὸ γὰρ τῶν οἰκουμένων τόπων εἰς τὴν ἔρημον ὑπὸ τῆς τύχης ἐκτετοπισμένοι τῆς μὲν ἀπὸ τῶν ἰχθύων ἄγρας εὐποροῦσιν, ὑγρὰν δὲ τροφὴν οὐκ ἐπιζητοῦσι. Προςφερόμενοι γὰρ τὸν ἰχθὺν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσι, ἀλλʼ οὐδ᾿ ἔννοιαν ἔχουσι ποτοῦ. Στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωθεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν.