De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

34. Ὅταν δὲ θηρεύσωσιν ὁσουσδηποτοῦν, μετενέγκαντες ἐπὶ τὰς πέτρας τὰς κειμένας πρὸς μεσημβρίαν, οὔσας διαπύρους, ταύταις δὲ ἐπέρριψαν· χρόνον δὲ οὐ πολὺν ἐάσαντες στρέφουσιν ἐπὶ τοὔμπαλιν ἅπαντας. Εἶθʼ ὅταν λάβωνται τῆς οὐρᾶς καὶ τὸν ὅλον ὄγκον σείσωσιν ἐκ ταύτης, ὁ μὲν σαρκώδης τόπος ἅπας ἐκπίπτει θρυπτόμενος διὰ τὴν εἰρημένην θερμασίαν· τὴν δʼ ἄκανθαν σωρεύουσιν αὐτοὶ, ἀφʼ ἧς ἐκ πλείονος τόπου κολωνοὶ παμμεγέθεις ὁρῶνται. Τὴν δὲ σάρκα τῶν ἰχθύων εἰς λεωπετρίαν συναγαγόντες πατοῦσιν ἐκτενῶς ἐπὶ χρόνον οὐκ ὀλίγον, καὶ μίξαντες τὸν καρπὸν τοῦ παλιούρου. Τούτου γὰρ συμμιγέντος κολλῶδες μὲν τὸ πᾶν πολὺ
132
[*](Phot.) μᾶλλον γίνεται, δοκεῖ δʼ οἷον ἡδύσματος ἢ παρεμπλοκῆς τάξιν ἔχειν. Ἐπὰν δὲ ἱκανὸν χρόνον τοῖς ποσὶ δεψήσωσι, πλινθίδας παραμήκεις διαπλάσαντες πάλιν εἰς τὸν ἥλιον τιθέασιν. Ὧν ξηρασίαν λαβουσῶν, καθίσαντες εὐωχοῦνται πάντες, οὐ πρὸς μέτρον καὶ σταθμὸν, ἀλλὰ πρὸς τὴν ἑκάστου βούλησιν καὶ χάριν.
34. Ἐπειδὰν δʼ ἀθροίσωσιν ἰχθύων παντοδαπῶν πλῆθος, μεταφέρουσι τοὺς ληφθέντας καὶ πάντας ὀπτῶσιν ἐπὶ τῶν πετρῶν τῶν ἐγκεκλιμένων πρὸς μεσημβρίαν. Διαπύρων δʼ οὐσῶν διὰ τὴν τοῦ καύματος ὑπερβολὴν, βραχὺν ἐάσαντες χρόνον στρέφουσι, κἄπειτα τῆς οὐρᾶς
132
[*](Diod.) λαμβανόμενοι σείουσι τὸν ὅλον ὄγκον. Αἱ μὲν οὖν σάρκες θρυπτόμεναι διὰ τὴν θερμασίαν ἀποπίπτουσιν, αἱ δʼ ἄκανθαι ῥιπτούμεναι πρὸς ἕνα τόπον μέγαν σωρὸν ἀποτελοῦσιν, ἀθροιζόμεναιχρείας ἕνεκεν περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν. Μετὰ δὲ ταῦτα τὰς μὲν σάρκας ἐπί τινος λεωπετρίας κατατιθέμενοι πατοῦσιν ἐπιμελῶς ἐφʼ ἱκανὸν χρόνον καὶ καταμίσγουσι τὸν τοῦ παλιούρου καρπόν, Τούτου γὰρ συναναχρωσθέντος τὸ πᾶν γίνεται χρῶμα κολλῶδες· καὶ δοκεῖ τοῦτο καθάπερ ἡδύσματος παῤ αὐτοῖς ἔχειν τάξιν. Τὸ δὲ τελευταῖον τὸ καλῶς πατηθὲν εῖς πλινθίδας παραμήκεις τυποῦντες, τιθέασιν εἰς τὸν ἥλιον· ἃς συμμέτρως ξηρανθείσας καθίσαντες κατευωχοῦνται, οὐ μὴν πρὸς μέτρον ἢ σταθμὸν ἐσθίοντες, ἀλλὰ πρὸς τὴν ἰδίαν ἑκάστου βούλησιν, τὴν φυσικὴν ὄρεξιν ἔχοντες τῆς ἀπολαύσεως περιγραφήν· ἀνεκλείπτοις γὰρ καὶ διὰ παντὸς ἑτοίμοις χρῶνται ταμιεύμασιν, ὡς ἂν τοῦ Ποσειδῶνος τὸ τῆς Δήμητρος ἔργον μετειληφότος.