Abdicatus

Lucian of Samosata

Lucianus, Abdicatus, Harmon, Harvard, 1962

508

21  Τὰ μὲν δὴ πρῶτα τῆς σωφροσύνης τοῦ πατρὸς λύσις ἦν τῆς ἀποκηρύξεως, καὶ σωτὴρ καὶ εὐεργέτης καὶ πάντα ἦν ἐγώ. καὶ οὐδέν, οἶμαι, τούτοις ἔγκλημα προσεῖναι ἐδύνατο. τὰ μετὰ ταῦτα δέ, τί τῶν πάντων αἰτιᾷ; τίνα θεραπείαν, τίνα ἐπιμέλειαν υἱοῦ παρῆκα; πότε ἀπόκοιτος ἐγενόμην ; τίνας πότους ἀκαίρους, τίνας κώμους ἐγκαλεῖς; τίς ἀσωτία ; τίς πορνοβοσκὸς ὕβρισται ; τίς ᾐτιάσατο ; οὐδὲ εἷς. καὶ μὴν ταῦτʼ ἐστὶν ἐφ᾿  οἷς μάλιστα ὁ νόμος ἀποκηρύττειν ἐφίησιν. “ Ἀλλὰ νοσεῖν ἤρξατο ἡ μητρυιά᾿᾿ τί οὖν ; ἐμοὶ τοῦτʼ ἐγκαλεῖς καὶ νόσου δίκην ἀπαιτεῖς;

22 “ οὔ,᾿᾿ φησίν. ἀλλὰ τί ; “ θεραπεύειν προσταττόμενος οὐ θέλεις, καὶ διὰ τοῦτʼ ἄξιος ἄν εἴης ἀποκηρύξεως ἀπειθῶν τῷ πατρί.᾿᾿ ἐγὼ δὲ τὸ μὲν οἷα προστάττοντι αὐτῷ ὑπακούειν οὐ δυνάμενος ἀπειθεῖν δοκῷ πρὸς ὀλίγον ὑπερθήσομαι· πρότερον δὲ ἀπλῶς ἐκεῖνό φημι, ὡς οὐ πάντα προστάττειν οὔτε τούτῳ δίδωσιν ὁ νόμος οὔτʼ ἐμοὶ τὸ πείθεσθαι πᾶσιν πάντως ἀναγκαῖον. ἐν δʼ οὖν τοῖς τῶν προσταγμάτων τὰ μὲν ἀνεύθυνά ἐστιν, τὰ δὲ ὀργῆς καὶ τιμωρίας ἄξια. ἐὰν νοσῆς αὐτός, ἐγὼ δὲ ἀμελῶ· ἐὰν τῶν κατʼ οἶκον ἐπιμελεῖσθαι κελεύῃς, ἐγὼ δὲ ὀλιγωρῶ· ἐὰν τὰ κατʼ ἀγρὸν ἐπισκοπεῖν προστάττῃς, ἐγὼ δὲ ὀκνῶπαντα ταῦτα καὶ τὰ τοιαῦτα εὐλόγους ἔχει τὰς προφάσεις καὶ τὰς μέμψεις πατρικάς. τὰ δὲ ἄλλα ἐφʼ ἡμῖν ἐστιν τοῖς παισίν, ὄντα τῶν τεχνῶν καὶ τῆς τούτων χρήσεως, καὶ μάλιστα εἰ μηδὲν ὁ πατὴρ αὐτὸς ἀδικοῖτο. ἐπεί τοι ἂν τῷ γραφεῖ[*]() [*](1 τῷ γραφεῖ (MC)A, ed. Flor.: τῳ γράφειν ΓUΖΝB.)

510
πατὴρ προστάττῃ, “ ταῦτα μέν, τέκνον, γράφε, ταυτὶ δὲ μή,᾿᾿ καὶ τῷ μουσικῷ, “τήνδε μὲν τὴν ἁρμονίαν κροῦε, ταύτην δὲ μή,᾿᾿ καὶ τῷ χαλκεύοντι, “ τοιαῦτα μὲν χάλκευε, τοιαῦτα δὲ μή,᾿᾿ ἆρʼ ἄν τις ἀνάσχοιτο ἀποκηρύττοντα, ὅτι μὴ κατὰ τὰ ἐκείνῳ δοκοῦντα ὁ παῖς χρῆται τῇ τέχνῃ; οὐδὲ εἷς, οἶμαι.

23 Γὸ δὲ τῆς ἰατρικῆς ὅσῳ σεμνότερόν ἐστιν καὶ τῷ βίῳ χρησιμώτερον, τοσούτῳ καὶ ἐλευθεριώτερον εἶναι προσήκει τοῖς χρωμένοις, καί τινα προνομίαν ἔχειν τὴν τέχνην δίκαιον τῇ ἐξουσίᾳ τῆς χρήσεως, ἀναγκάζεσθαι δὲ μηδὲν μηδὲ προστάττεσθαι πρᾶγμα ἱερὸν καὶ θεῶν παίδευμα καὶ ἀνθρώπων σοφῶν ἐπιτήδευμα, μηδʼ ὑπὸ δουλείαν γενέσθαι νόμου μηδʼ ὑπὸ ψῆφον [*]() καὶ τιμωρίαν δικαστηρίου, μηδὲ ὑπὸ φόβον[*]() καὶ πατρὸς ἀπειλὴν καὶ ὀργὴν ἰδιωτικήν. ὥστε καὶ εἰ τοῦτό σοι σαφῶς οὑτωσὶ καὶ διαρρήδην ἔλεγον, “ Οὐ βούλομαι οὐδὲ θεραπεύω δυνάμενος, ἀλλʼ ἐμαυτῷ μόνῳ τὴν τέχνην οἶδα καὶ πατρί, τοῖς δὲ ἄλλοις ἅπασιν ἰδιώτης εἶναι βούλομαι,᾿᾿ τίς τύραννος οὕτω βίαιος ὡς ἀναγκάσαι ἄν καὶ ἄκοντα χρῆσθαι τῇ τέχνῃ ; τὰ γὰρ τοιαῦτα ἱκετείαις καὶ δεήσεσιν, οὐ νόμοις καὶ ὀργαῖς καὶ δικαστηρίοις ὑπάγειν, οἶμαι, προσήκει· πείθεσθαι τὸν ἰατρὸν χρή, οὐ κελεύεσθαι· βούλεσθαι, οὐ φοβεῖσθαι· ἐπὶ τὴν θεραπείαν οὐκ ἄγεσθαι, ἑκόντα δὲ ἐρχόμενον ἥδεσθαι[*]() πατρικῆς δὲ ἀνάγκης ἄμοιρος ἡ τέχνη,[*]() [*](1 ψῆφον Κ. G. P. Schwarz: φόβον MSS.) [*](2 φόβον K. G. P. Schwarz: ψῆφον ΜSS.) [*](3 εὐχόμενον ἰδέσθαι 11.)

512
ὅπου γε τοῖς ἰατροῖς καὶ δημοσίᾳ αἰ πόλεις τιμὰς καὶ προεδρίας καὶ ἀτελείας καὶ προνομίας διδόασιν.

24 Ταῦτα μὲν οὖν ἀπλῶς ἂν εἶχον εἰπεῖν ὑπέρ τῆς τέχνης, εἰ καὶ σοῦ διδαξαμένου με καὶ πολλὰ ἐπιμεληθέντος καὶ ἀναλώσαντος ὡς μάθοιμι πρὸς μίαν ὅμως θεραπείαν ταύτην, δυνατὴν οὖσαν, ἀντέλεγον. νυνὶ δὲ κἀκεῖνο ἐννόησον, ὡς παντάπασιν ἄγνωμον ποιεῖς οὐκ ἐῶν με χρῆσθαι μετʼ ἐλευθερίας ἐμῷ κτήματι. ταύτην ἐγὼ τὴν τέχνην οὐχ υἱὸς ὢν σὸς ἐξέμαθον οὐδὲ τῷ σῷ νόμῳ ὑποκείμενος, καὶ ὅμως αὐτὴν μεμάθηκά σοι—καὶ πρῶτος αὐτῆς ἀπολέλαυκας —οὐδὲν παρὰ σοῦ πρὸς τὸ μαθεῖν ἔχων. τίνα διδάσκαλον ἐμισθώσω; τίνα φαρμάκων παρασκευήν ; οὐδʼ ἡντιναοῦν· ἀλλὰ πενόμενος ἐγὼ καὶ τῶν ἀναγκαίων ἀπορούμενος καὶ ὑπὸ τῶν διδασκάλων ἐλεούμενος ἐπαιδευόμην, καί μοι τοιαῦτα παρὰ τοῦ πατρὸς ᾖν  πρὸς τὸ μαθεῖν ἐφόδια, λύπη καὶ ἐρημία καὶ ἀπορία καὶ μῖσος οἰκείων καὶ ἀποστροφὴ συγγενῶν. ἀντὶ τούτων τοίνυν χρῆσθαί μου τῇ τέχνῃ ἀξιοῖς καὶ δεσπότης εἶναι θέλεις τῶν ὅτ᾿  οὐκ ἦσθα δεσπότης πεπορισμένων; ἀγάπα εἴ τί σε καὶ πρότερον ἑκὼν οὐ προοφείλων εὐ ἐποίησα, μηδεμίαν μηδὲ τότε[*]() χάριν ἀπαιτεῖσθαι δυνάμενος.

25 Οὐ δὴ δεῖ τὴν εὐποιίαν τὴν ἐμὴν ἀνάγκην ἐς τὸ λοιπόν μοι γενέσθαι, οὐδὲ τὸ ἑκόντα εὐεργετῆσαι ἀφορμὴν τοῦ ἄκοντα κελεύεσθαι καταστῆναι, οὐδὲ ἔθος ὑπάρξαι τοῦτο, τὸ ἅπαξ τινὰ ἰασάμενον πάντας ἐς ἀεὶ θεραπεύειν ὁπόσους ἄν ὁ θεραπευθεὶς θέλῃ· ἐπεὶ δεσπότας ἂν οὕτως καθʼ ἡμῶν εἶημεν τοὺς [*](1 τότε Ν : τὸ ΓΖUBC (του F).)

514
θεραπευομένους κεχειροτοντηκότες καὶ μισθὸν τὸ δουλεύειν αὐτοῖς καὶ τὸ πάντα κελεύουσιν ὑπηρετεῖν προσδεδωκότες [*]() οὗ τί γένοιτʼ ἄν ἀδικώτερον; διότι σε νοσήσαντα χαλεπῶς οὕτως ἀνέστησα, διὰ τοῦτο νομίζεις ἐξεῖναί σοι καταχρῆσθαί μου τῇ τέχνῃ;

26 Ταῦτα μὲν οὖν εἶχον ἄν λέγειν, εἰ καὶ δυνατὰ μὲν οὗτος προσέταττεν, ἐγὼ δὲ μὴ πάντως ἄπασι μηδὲ πρὸς ἀνάγκην ὑπήκουον. νῦν δὲ ἤδη σκέφασθε καὶ οἷά ἐστιν αὐτοῦ τὰ ἐπιτάγματα· “Ἐπεὶ γὰρ ἐμὲ ἰάσω,” φησίν, “μεμηνότα, μέμηνεν δὲ καὶ ἡ γυνὴ καὶ ὅμοια πάσχει τοῦτο γὰρ οἴεται— “καὶ ὑπὸ τῶν ἄλλων ὁμοίως ἀπέγνωσται, δύνασαι δὲ σὺ πάντα ὡς ἔδειξας, ἰῶ καὶ ταύτην καὶ ἀπάλλαττε δη τῆς νόσου.” τοῦτο δέ, οὑτωσὶ μὲν ἀπλῶς ἀκοῦσαι, πάνυ εὔλογον ἄν δόξειεν, καὶ μάλιστα ἰδιώτῃ καὶ ἀπείρῳ ἰατρικῆς· εἰ δέ μου ἀκούσαιτε [*]() ὑπὲρ τῆς τέχνης δικαιολογουμένου, μάθοιτʼ ἄν ὡς οὔτε πάντα ἡμῖν δυνατά ἐστιν οὔθʼ αἰ τῶν νοσημάτων φύσεις παραπλήσιοι οὔτʼ ἴασις ἡ αὐτὴ οὔτε φάρμακα τὰ αὐτὰ ἐπὶ πάντων ἰσχυρά, καὶ τότʼ ἔσται δῆλον ὡς πάμπολυ τοῦ μὴ βούλεσθαί τι τὸ μὴ δύνασθαι διαφέρει. ἀνάσχεσθε δέ μου τὰ περὶ τούτων φιλοσοφοῦντος, καὶ μὴ ἀπειρόκαλον μηδὲ ἐξαγώνιον μηδὲ ἀλλότριον ἢ ἄκαιρον ἡγήσησθε τὸν περὶ τῶν τοιούτων λόγον.

27 Πρῶτα μὲν δὴ σωμάτων φύσεις καὶ κράσεις οὐχ αἱ αὐταί, κἄν ὅτι μάλιστα ἐκ τῶν ὁμοίων

516
συνεστάναι ὁμολογῶνται, ἀλλὰ τὰ μὲν τῶνδε, σὰ δὲ τῶνδε μᾶλλον [*]() ἢ ἔλαττον μετέχει. καὶ λέγω τοῦτο ἔτι περὶ τῶν ἀνδρείων, ὡς οὐδὲ ταῦτα πᾶσιν ἴσα ἢ ὅμοια οὔτε τῇ κράσει οὔτε τῇ συστάσει. διάφορα δὴ [*]() καὶ μεγέθει καὶ εἴδει ἀνάγκη καὶ τὰ νοσήματα ἐγγίγνεσθαι αὐτοῖς, καὶ τὰ μὲν εὐίατα εἶναι καὶ πρὸς τὴν θεραπείαν ἀναπεπταμένα, τὰ δὲ τέλεον ἀπεγνωσμένα καὶ ῥᾳδίως ἁλισκόμενα καὶ κατὰ κράτος ὑπὸ τῶν νοσημάτων λαμβανόμενα. τό τοίνυν οἴεσθαι πάντα πυρετὸν ἢ πᾶσαν φθόην ἢ περιπλευμονίαν ἢ μανίαν μίαν καὶ τὴν αὐτὴν οὖσαν τῷ γένει ὁμοίαν ἐπὶ παντὸς εἶναι σώματος, οὐ σωφρονούντων οὐδὲ λελογισμένοων οὐδὲ τὰ τοιαῦτα ἐξητακότων ἐστὶν ἀνθρώπων, ἀλλὰ τὸ αὐτὸ ἐν μὲν τῷδε ῥᾴδιον ἰᾶσθαι, ἐν δὲ τῷδε οὐκέτι. ὥσπερ οἶμαι καὶ πυρὸν ἢν τὸν αὐτὸν ἐς διαφόρους χώρας ἐμβάλῃς, ἄλλως μὲν ἐν τῇ πεδινῇ καὶ βαθείᾳ καὶ ποτιζομένῃ καὶ εὐηλίῳ καὶ εὐηνέμῳ καὶ ἐξειργασμένῃ ἀναφύσεται, εὐθαλὴς οἶμαι καὶ εὔτροφος καὶ πολύχους καρπός, ἄλλως δὲ ἐν ὄρει καὶ ὑπολίθῳ γηδίῳ, ἄλλως δὲ ἐν δυσηλίῳ, ἄλλως δὲ ἐν ὑπωρείᾳ, καὶ ὅλως διαφόρως καθʼ ἑκάστους τόπους. οὕτω δὲ καὶ τὰ νοσήματα παρὰ τοὺς ὑποδεξαμένους τόπους ἢ εὔφορα καὶ [*]() εὔτροφα ἢ ἐλάττω γίγνεται. τοῦτο τοίνυν ὑπερβὰς ὁ πατὴρ καὶ ὅλον ἀνεξέταστον καταλιπὼν ἀξιοῖ πᾶσαν μανίαν τὴν ἐν ἀπόντι σώματι ὁμοίαν εἶναι καὶ τὴν θεραπείαν ἴσην.

28 Πρὸς δὲ τούτοις τοσούτοις οὖσιν, ὅτι τὰ γυναικεῖα σώματα πάμπολυ τῶν ἀνδρείων διαφέρει πρός [*](1 μᾶλλον N vulg.: omitted in ΓZUB(C)A.) [*](2 διάφορα δὴ ΓΖ: δνάφορα γὰρ δὴ NUB.)

518
τε νόσου διαφορὰν καὶ πρὸς θεραπείας ἐλπίδα ἢ ἀπόγνωσιν ῥᾴδιον καταμαθεῖν· τὰ μὲν γὰρ τῶν ἀνδρῶν εὐπαγῆ καὶ εὔτονα, πόνοις καὶ κινήσεσιν καὶ ὑπαιθρίῳ διαίτῃ γεγυμνασμένα, τὰ δὲ ἔκλυτα καὶ ἀσυμπαγῆ, ἐνσκιᾳτροφημένα [*]() καὶ λευκὰ αἵματος ἐνδείᾳ καὶ θερμοῦ ἀπορίᾳ καὶ ὑγροῦ περιττοῦ [*]() ἐπιρροίᾳ. εὐαλωτότερα τοίνυν τῶν ἀνδρείων καὶ ταῖς νόσοις ἐκκείμενα καὶ τὴν ἴασιν οὐ περιμένοντα καὶ μάλιστα πρὸς μανίας εὐχερέστερα· ἅτε γὰρ πολὺ μὲν τὸ ὀργίλον καὶ κοῦφον καὶ ὀξυκίνητον ἔχουσαι, ὀλίγην δὲ τὴν τοῦ σώματος αὐτοῦ δύναμιν, ῥᾳδίως ἐς τὸ πάθος τοῦτο κατολισθάνουσιν.

29 Οὐ δίκαιον τοίνυν παρὰ τῶν ἰατρῶν τὴν ὁμοίαν ἐπʼ ἀμφοῖν θεραπείαν ἀπαιτεῖν, εἰδότας ὡς πολὺ τοὐν μέσῳ, βίῳ παντὶ καὶ πράξεσιν ὅλαις καὶ πᾶσιν ἐπιτηδεύμασιν ἐξ ἀρχῆς εὐθὺς κεχωρισμένον. ὅταν τοίνυν λέγης ὅτι μέμηνε, προστίθει καὶ ὅτι γυνὴ οὖσα μέμηνε, καὶ μὴ σύγχει πάντα ταῦτα τῷ τῆς μανίας ὑπάγων ὀνόματι ἑνὶ καὶ τῷ αὐτῷ δοκοῦντι, ἀλλὰ χωρίσας, ὥσπερ ἐστὶ δίκαιον,. τῇ φύσει, τὸ δυνατὸν ἐφʼ ἑκάστου σκόπει. καὶ γὰρ ἡμεῖς, ὅπερ ἐν ἀρχῇ τῶν λόγων εἰπὼν μέμνημαι, τοῦτο πρῶτον ἐπισκοποῦμεν, φύσιν σώματος τοῦ νοσοῦντος καὶ κρᾶσιν, καὶ τίνος πλείονος μετέχει, καὶ εἰ θερμότερον ἢ ψυχρότερον, καὶ [*]() [*](1 ἐνσκιαιτροφημένα U: ἐν σκιᾷ τροφημένα Γ; cf. Plut, Mor. 476 e. ἐν σκιᾷ τραφημένα B, ἐν σκκιᾷ τετραφημένα N, ἐσκιατραφημένα Ζ1: ἐσκιατροφημένα CMF vulg.)

520
ἀκμάζον ἢ παρηβηκός, καὶ μέγα ἢ μικρόν, καὶ πιμελὲς ἢ ὀλιγόσαρκον, καὶ πάντα τὰ τοιαῦτα. καὶ ὅλως ἄν τις αὐτὰ προεξετάσῃ, πάνυ ἀξιόπιστος ἂν εἴη ἀπογιγνώσκων τι ἢν ὑπισχνούμενος.

30 Ἐπεὶ καὶ τῆς μανίας αὐτῆς μυρία εἴδη ἐστὶν καὶ παμπόλλας ἔχει τὰς αἰτίας καὶ οὐδὲ τὰς προσηγορίας αὐτὰς ὁμοίας· οὐ γὰρ ταὐτὸν παρανοεῖν καὶ παραπαίειν καὶ λυττᾶν καὶ μεμηνέναι, ἀλλὰ ταῦτα πάντα τοῦ μᾶλλον ἢ ἧττον ἔχεσθαι τῇ νόσῳ ὀνόματά ἐστιν. αἰτίαι τε τοῖς μὲν ἀνδράσιν ἄλλαι, ταῖς δὲ γυναιξὶν ἕτεραι, καὶ τῶν ἀνδρῶν αὐτῶν τοῖς μὲν νέοις ἄλλαι, τοῖς δὲ γεγηρακόσιν διάφοροι, οἷον νέοις μὲν πλῆθος[*]() ὡς τὸ πολύ, γέροντας δὲ καὶ διαβολὴ ἄκαιρος καὶ ὀργὴ ἄλογος πολλάκις κατ᾿ οἰκείων ἐμπεσοῦσα τὸ μὲν πρῶτον διετάραξεν, εἶτα κατ᾿ ὀλίγον ἐς μανίαν περιέτρεψεν. γυναικῶν δὲ πολλὰ καθικνεῖται καὶ ῥᾳδίως ἐς τὴν νόσον ἐπάγεται, μάλιστα δὲ μῖσος κατά τινος πολὺ ἢ φθόνος ἐπ᾿ ἐχθρῷ εὐτυχοῦντι ἢ λύπη τις ἢ ὀργή· κατ᾿ ὀλίγον ταῦτα ὑποτυφόμενα καὶ μακρῷ χρόνῳ ἐντρεφόμενα μανίαν ἀποτελεῖ.

31 Τοιαῦτά σοι, ὦ πάτερ, καὶ ἡ γυνὴ πέπονθεν καὶ ἴσως τι λελύπηκεν αὐτὴν ἔναγχος· οὐδὲν[*]() γὰρ ἐκείνη ἐμίσει. πλὴν ἔχεταί γε καὶ οὐκ ἂν ἐκ τῶν παρόντων ὑπ᾿ ἰατροῦ θεραπευθῆναι δύναιτο· ὡς εἴ γε ἄλλος τις ὑπόσχοιτο, εἴ τις ἀπαλλάξειε, μίσει τότε ὡς ἀδικοῦντα ἐμέ. καὶ μὴν κἀκεῖνο, [*](1 This word, which has perhaps elicited more conjectures than any other in Lucian, is right. Its use as a synonym of πληθώρα, though not recognised in the dictionaries, is abundantly documented in Galen; e.g., De San. Tuenda, IV, 2, 13: τοῦ τοιούτου πλήθους ὃ δὴ καὶ πληθώραν ὀνομάζουσι.)

522
ὦ πάτερ, οὐκ ἄν ὀκνήσαιμι εἰπεῖν, ὅτι εἰ καὶ μὴ τελέως οὕτως ἀπέγνωστο, ἀλλά τις ἔτι σωτηρίας ἐλπὶς ὑπεφαίνετο, οὐκ ἄν οὐδὲ οὕτω ῥᾳδίως προσηψάμην οὐδʼ αὖ προχείρως φάρμακον ἐγχέαι ἐτόλμησα, δεδιὼς τὴν τύχην καὶ τὴν παρὰ τῶν πολλῶν δυσφημίαν. ὁρᾷς ὡς οἴονται πάντες εἶναί τι μῖσος πρὸς τοὺς προγόνους πάσαις μητρυιαῖς κἂν ὦσι χρησταί, καί τινα κοινὴν μανίαν ταύτην[*]() γυναικείαν αὐτὰς μεμηνέναι. τάχʼ ἄν οὖν[*]() τις ὑπώπτευσεν, ἄλλως χωρήσαντος τοῦ κακοῦ καὶ τῶν φαρμάκων οὐ δυντηθέντων, κακοήθη καὶ δολερὰν τὴν θεραπείαν γεγονέναι.

32 Καὶ τὰ μὲν τῆς γυναικός, πάτερ, οὕτως ἔχει, καὶ πάνυ σοι τετηρηκὼς λέγω—οὔ ποτε ῥᾷον ἕξει, κἄν μυριάκις πίῃ τοῦ φαρμάκου. διὰ τοῦτ’ ἐπιχειρεῖν οὐκ ἄξιον, εἰ μὴ πρὸς μόνον τὸ ἀποτυχεῖν με κατεπείγεις καὶ κακοδοξίᾳ περιβαλεῖν θέλεις. ἔασον ὑπὸ τῶν ὁμοτέχνων φθονεῖσθαι. ἐὰν δέ με ἀποκηρύξῃς πάλιν, ἐγὼ μὲν καίτοι πάντων ἔρημος γενόμενος οὐδὲν κατὰ σοῦ δεινὸν εὔξομαι· τί δ’ ἄν, ὅπερ μὴ γένοιτο, αὖθις ἡ νόσος ἐπανέλθῃ; φιλεῖ γάρ πως τὰ τοιαῦτα ἐρεθιζόμενα παλινδρομεπιν. τι με πρᾶξαι δεήσει; θεραπεύσω μέν εὖ ἴσθι καὶ τότε καὶ οὔ ποτε λείψω τὴν τάξιν ἣν τοὺς παῖδας ἕταξεν ἡ φύσις, οὐδὲ τοῦ γένους τὸ ἐπ’ ἐμαυτῷ ἐπιλήσομαι. εἶτʼ ἄν σωφρονήσῃς, αὖθις ἀναλαμβάνειν πώποτε πιστεῦσαί με δεῖ; ὁρᾷς; ἤδη καὶ ταῦτα ποιῶν ἐπισπᾷ τὴν· νόσον καὶ

[*](1 ταύτην Z(MFC) edd.: ταύτῃ ΓUNB.)[*](2 τάχ᾿ ἂν οὖν Jacobitz: κάκα οὖν ΓUNBAZ2, τάχα ἂν Z1M.)