Lexiphanes
Lucian of Samosata
Lucianus, Lexiphanes, Harmon, Harvard, 1962
3 ἀποθρέξομαι οὖν καὶ αὐτὸς ὡς[*]() τὸν παῖδα, ὃν εἰκὸς ἢ παρὰ τῇ λεκιθοπώλιδι ἢ παρὰ τῷ γρυμαιοπώλῃ με περιμένειν· καίτοι προηγόρευτο αὐτῷ ἐπὶ τὰ γέλγη[*]() ἀπαντᾶν.
Ἀλλ᾿ εἰς καιρὸν οὑτοσὶ αὐτὸς ἐμπολήσας γε, ὡς ὁρῶ, πυριάτην τέ τινα καὶ ἐγκρυφίας καὶ γήτεια καὶ φύκας[*]() καὶ οἶβον τουτονὶ καὶ λωγάνιον καὶ τοῦ βοὸς τὸ πολύπτυχον ἔγκατον καὶ φώκτας. Εὖ γε, ὦ Ἀττικίων, ὅτι μοι ἄβατον ἐποίησας τὸ πολὺ τῆς ὁδοῦ.” “Ἐγω δέ,” ἦ δʼ ὅς, “σίλλος, ὦ δέσποτα, γεγένημαι σὲ περιορῶν. σὺ δὲ ποῦ χθὲς ἐδείπνεις; μῶν παρὰ Ὀνομακρίτῳ;” “Οὔ, μὰ Δί,” ἦν δʼ ἐγώ, “ἀλλʼ ἀγρόνδε[*]() ᾠχόμην ψύττα κατατείνας· οἶσθα δὲ ὡς φίλαγρός εἰμι. ὑμεῖς δὲ ἴσως ᾤεσθέ με λαταγεῖν κοττάβους. ἀλλʼ εἰσιὼν ταῦτά τε καὶ τὰ ἄλλα ἡδύνειν καὶ τὴν κάρδοπον σμῆν, ὡς θριδακίνας μάττοιτε ἡμῖν.
4 ἐγὼ δὲ ξηραλοιφήσω ἀπελθών.”
“Καὶ ἡμεῖς,” ἦ δ᾿ ὃς ὁ Φιλῖνος, “ἐγώ τε καὶ Ὀνόμαρχος καὶ Ἑλλάνικος οὑτοσὶ ἑψόμεθα· καὶ γὰρ ὁ γνώμων σκιάζει μέσην τὴν πόλον, καὶ [*](1 ὡς Gesner: not in MSS.) [*](2 γέλγη Meursius: σέλγη MSS.) [*](3 φύκας is right: cf. Aristotle, Hist. An., 6, 13, ὁ φύκης.) [*](4 ἀγρόνδε N: ἀγρόν γε ΓΕΑ.) [*](1 The form διανεῦσαι may be referred either to νέω (swim back and forth) or to νεύω (beckon back and forth, exchange “becks and nods”).)
5 Τοιαῦτα ἄττα διεξιόντες ἅπαντες οἱ παρόντες ἀπῄειμεν· κἀπειδήπερ ἥκομεν εἰς τὸ γυμνάσιον ἀπησθημένοι ἤδη, ὁ μέν τις ἀκροχειριασμῷ, ὁ δὲ τραχηλισμῷ καὶ ὀρθοπάλῃ ἐχρῆτο, ὁ δὲ λίπα χρισάμενος ἐλυγίζετο, ὁ δὲ ἀντέβαλλε τῷ κωρύκῳ, ὁ δὲ μολυβδαίνας χερμαδίους δράγδην[*]() ἔχων ἐχειροβόλει. εἶτα συντριβέντες καὶ ἀλλήλους κατανωτισάμενοι καὶ ἐμπαίξαντες τῷ γυμνασίῳ ἐγὼ μὲν καὶ Φιλῖνος ἐν τῇ θερμῇ πυέλῳ καταιονηθέντες ἐξῄειμεν· οἱ λοιποὶ δὲ τὸ ψυχροβαφὲς κάρα δελφινίσαντες παρένεον ὑποβρύχιοι θαυμασίως.
Ἀναστρέψαντες δὲ αὖθις ἄλλος ἄλλοσε ἄλλα ἐδρῶμεν. ἐγὼ μὲν ὑποδησάμενος ἐξυόμην τὴν κεφαλὴν τῇ ὀδοντωτῇ ξύστρᾳ· καὶ γὰρ οὐ κηπίον, ἀλλὰ σκάφιον ἐκεκάρμην, ὡς ἂν οὐ πρὸ πολλοῦ τὸν [*](1 Γαριμάντων Meineke (Hesych., Et. Magn.). But the word is very likely from Μαρικᾶς (Herodian in Et. Magn.), meaning κίναιδος (Hesych. s.u. μαρικᾶν), or, perhaps more accurately, παιδικά; for the declension Μαρικᾶς, Μαρικᾶντος cf. Herodian, II, 636, 26 Lentz. Hence Γαριμᾶς (or Γαρίμας) is apparently a degradation of Καριμᾶς. The Γαράμαντες in Libya have nothing to do with this; cf. Lucian, Dips.2.) [*](2 δράγδην Harmon: ἀράγδην MSS.)
6 Κἀπειδὴ καιρὸς ἦν, ἐπʼ ἀγκῶνος ἐδειπνοῦμεν· ἔκειντο δὲ καὶ ὀκλαδίαι καὶ ἀσκάνται. τὸ μὲν δὴ δεῖπνον ἦν ἀπὸ συμφορῶν. παρεσκεύαστο δὲ πολλὰ καὶ ποικίλα, δίχηλα ὕεια [*]() καὶ σχελίδες καὶ ἠτριαία καὶ τοκάδος ὑὸς τὸ ἐμβρυοδόχον ἔντερον καὶ λοβὸς ἐκ ταγήνου καὶ μυττωτὸς καὶ ἀβυρτάκη καὶ τοιαῦταί τινες καρυκεῖαι καὶ θρυμματίδες καὶ θρῖα καὶ μελιτοῦτται·[*]() τῶν δὲ ὑποβρυχίων τὰ σελάχια πολλὰ καὶ ὅσα ὀστράκινα τὸ δέρμα καὶ τεμάχη Ποντικὰ τῶν ἐκ σαργάνης καὶ κωπαΐδες καὶ ὄρνις σύντροφος καὶ ἀλεκτρυὼν ἤδη ἀπῳδὸς καὶ ἰχθὺς ἦν παράσιτος· καὶ οἶν δὲ ὅλον ἰπνοκαῆ εἴχομεν καὶ βοὸς λειπογνώμονος κωλῆν. ἄρτοι μέντοι ἦσαν σιφαῖοι, οὐ φαῦλοι, καὶ ἄλλοι νουμήνιοι, ὑπερήμεροι τῆς ἑορτῆς, καὶ λάχανα τά τε ὑπόγεια καὶ τὰ ὑπερφυῆ· οἶνος δὲ ἦν οὐ γέρων, ἀλλὰ τῶν ἀπὸ βύρσης, ἤδη μὲν ἀγλευκής, ἄπεπτος δὲ ἔτι.
7 Ποτήρια δὲ ἔκειτο παντοῖα ἐπὶ τῆς [*](1 Text edd.: πολλαὶ καὶ ποικίλαι (καὶ) δίχηλαι ὕειαι MSS.) [*](2 μελιτοῦτται Jacobitz: μελιττοῦται MSS. (μελιτοῦται E2).) [*](3 δελφίδος (suggested by Coraës) Γ2: δελφῖδος Γ1: δελφινίδος Ε (in erasure) N, vulg.)
8 Ὁ μέντοι ἰπνολέβης ὑπερπαφλάζων ἐς κεφαλὴν ἡμῖν ἐπέτρεπε τοὺς ἄνθρακας. ἐπίνομεν δὲ ἀμυστὶ καὶ ἤδη ἀκροθώρακες ἦμεν· εἶτ᾿ ἐχριόμεθα βακχάριδι καὶ εἰσεκύκλησέ τις ἡμῖν τὴν ποδοκτύπην καὶ τριγωνίστριαν· μετὰ δὲ ὁ μέν τις ἐπὶ τὴν κατήλιφα ἀναρριχησάμενος --- 2 ἐπιφόρημα ἐζήτει, ὁ δὲ ληκίνδα ἔπαιζεν, ἄλλος ἐρρικνοῦτο σὺν γέλωτι τὴν ὀσφῦν.
9 Καὶ ἐν ταὐτῷ λελουμένοι εἰσεκώμασαν ἡμῖν αὐτεπάγγελτοι Μεγαλώνυμός τε ὁ δικοδίφης καὶ Χαιρέας ὁ χρυσοτέκτων ὁ κατὰ νώτου ποικίλος καὶ ὁ ὠτοκάταξις Εὔδημος. κἀγὼ ἠρόμην αὐτούς, τί [*](1 τρυηλὶς Fritzsche (Hesychius): but this necessitates changing ἔχων to ἔχουσα. τρυήλης Ω vulg., τρυήλεις ΓΕ, τρυίλης Ν, τρυηλὴς Α.) [*](2 Lacuna in MSS: 12 letters long in Γ, 5—6 in Ε.) [*](1 This is said to be the only reference to Mentor in extant Greek literature. The scholia allude to him as a maker of glassware, but various allusions in Latin writers from Cicero to Juvenal and Martial (especially Pliny, Nat. Hist., XXXIII, 147) make it clear that he was a silversmith whose productions were highly esteemed as antiques in Ciceroʼs time. When and where he lived is not indicated.) [*](2 Thericles seems to have been a Corinthian potter, contemporary with Aristophanes (Athen., XI, 470). His name became attached to certain shapes, and even to imitations)
10 “Εἶτ᾿ εὐθὺς ἐντυγχάνω δᾳδούχῳ τε καὶ ἱεροφάντῃ καὶ τοῖς ἄλλοις ἀρρητοποιοῖς Δεινίαν σύρουσιν ἄγδην ἐπὶ τὴν ἀρχήν, ἔγκλημα ἐπάγοντας ὅτι ὠνόμαζεν αὐτούς, καὶ ταῦτα εὖ εἰδὼς ὅτι ἐξ σὗπερ ὡσιώθησαν, ἀνώνυμοί τέ εἰσι καὶ οὐκέτι ὀνομαστοὶ ὡς ἂν ἱερώνυμοι ἤδη γεγενημένοι.” “Οὐκ οἶδα,” ἦν δʼ ἐγώ, “ὃν λέγεις τὸν Δεινίαν· αἰκάλλει[*]() δʼ οὖν με τοὔνομα.” “Ἔστιν,” ἦ δ᾿ [*](1 προσυδρονομεῖσθαι Harmon, from πρὸς ὑδωρονομεῖσθαι Γ: ὡς ὑδρονομεῖσθαι other MSS.) [*](2 αἰκάλλει Bekker: ἐκάλει MSS.) [*](1 For ἄδικος (“unjust”) as applied to a day in the sense that court was not held on it, cf. Athen. 98 B (Pompeianus).) [*](2 Both the verbs of the original (rendered “palavers” and “solicit”) refer to pleading in court and carry allusions to the custom of timing pleas by the water-clock. One of them (ῥησιμετρεῖν) is ridiculed in the Mistaken Critic, 24 (p. 400).)
11 “Ἐμὲ δέ,” ἦ δ᾿ ὃς ὁ Εὔδημος, “ὑπὸ τὸ ἀκροκνεφὲς μετεστείλατο Δαμασίας ὁ πάλαι μὲν ἀθλητὴς καὶ πολυνίκης, νῦν δὲ ἤδη ὑπὸ γήρως ἔξαθλος ὤν· οἶσθα τὸν χαλκοῦν τὸν[*]() ἑστῶτα ἐν τῇ ἀγορᾷ. καὶ τὰ μὲν πιττῶν τὰ δὲ εὕων[*]() ἐξοικιεῖν γὰρ ἔμελλε τήμερον εἰς ἀνδρὸς τὴν θυγατέρα καὶ ἤδη ἐκάλλυνεν αὐτήν. εἶτα Τερμέριόν[*]() τι κακὸν ἐμπεσὸν διέκοψε τὴν ἑορτήν· ὁ γὰρ υἱὸς αὐτοῦ ὁ Δίων, οὐκ οἶδʼ ἐφʼ ὅτῳ λυπηθείς, μᾶλλον δὲ θεοσεχθρίᾳ σχεθείς, ἀπῆγξεν ἑαυτόν, καὶ εὖ ἴστε, ἀπωλώλει ἄν, εἰ μὴ ἐγὼ ἐπιστὰς ἀπηγχόνισά τε αὐτὸν καὶ παρέλυσα τῆς ἐμβροχῆς, ἐπὶ [*](1 ἐγκαψικήδαλος EN: ἐγκαμφικήδαλος Γ, ἐγκαμφικίδαλος Ω, ἐγκαψικίδαλος edd. The second part of the word (ἅπαξ λεγόμενον) is clearly from κήδαλον, not κίδαλον.) [*](2 σαυλούμενος Seiler; αὐλούμενος MSS.) [*](3 τὸν is excised by Headlam and Herwerden, but to do that, I think, is to retouch Lucianʼs picture of Lexiphanes.) [*](4 διετέλεσεν Seiler: διετέλεσα MSS.) [*](5 Τερμέριόν N (Cobet): μερμέριόν ΓEA.)
12 “Μῶν ἐκεῖνον,” ἦν δʼ ἐγώ, “φὴς Δίωνα τὸν καταπύγονα καὶ λακκοσχέαν, τὸν μύρτωνα καὶ σχινοτρώκταν νεανίσκον, ἀναφλῶντα καὶ βλιμάζοντα, ἤν τινα πεώδη καὶ πόσθωνα αἴσθηται; μίνθων[*]() ἐκεῖνός γε καὶ λαικαλέος.” “Ἀλλά τοί γε τὴν θεόν,” ἦ δʼ ὃς ὁ Εὔδημος, “θαυμάσας— Ἄρτεμις γάρ ἐστιν αὐτοῖς ἐν μέσῃ τῇ αὐλῇ, Σκοπάδειον ἔργον—ταύτῃ προσπεσόντες ὅ τε Δαμασίας καὶ ἡ γυνὴ αὐτοῦ, πρεσβῦτις ἤδη καὶ τὴν κεφαλὴν πολιὰς ἀκριβῶς, ἱκέτευον ἐλεῆσαι σφᾶς· ἡ δὲ αὐτίκα ἐπένευσεν, καὶ σῶς ἦν, καὶ νῦν Θεόδωρον, μᾶλλον δὲ περιφανῶς Ἀρτεμίδωρον ἔχουσι τὸν νεανίσκον. ἀνέθεσαν οὖν αὐτῇ τά τε ἄλλα καὶ βέλη καὶ τόξα, ὅτι χαίρει τούτοις· τοξότις γὰρ καὶ ἑκηβόλος καὶ τηλέμαχος ἡ Ἄρτεμις.”
13 “Πίνωμεν οὖν,” ἦ δʼ ὃς ὁ Μεγαλώνυμος, “καὶ γὰρ καὶ λάγιυνον τουτονὶ παρηβηκότος ἥκω ὑμῖν κομιῶν καὶ τυροῦ τροφαλίδας[*]() καὶ ἐλαίας χαμαιπετεῖς—φυλάττω δʼ αὐτὰς ὑπὸ σφραγῖσιν θριπηδέστοις—καὶ ἄλλας ἐλαίας νευστὰς καὶ πήλινα [*](1 ἐπένυσσον Ν: ἐπίνυσσον ΓΕ: ἐπινύσσων Ω.) [*](2 μίνθων Bekker, Mras: μιν ἐών ΓΝΕ: βινέων Ω(?). Mras compares Philod., de Vitiis, p. 37 Jensen.) [*](3 τροφαλίδας Seiler: τρυφαλίδας MSS.) [*](1 Eudemus means to convey the idea that he undid the noose and attempted to relieve the man, but his language is so open to misunderstanding that it suggests quite the)
14 ἐώθαμεν· οὐ γὰρ ἄκαιρον δήπουθεν ἐν οἴνῳ φλύειν.” “Ἐποινῶ τοῦτο,” ἦν δʼ ἐγώ, “καὶ γὰρ ὅτιπερ ὄφελός ἐσμεν τῆς ἀττικίσεως ἄκρον.” “Εὖ λέγεις,” ἦ δʼ ὃς ὁ Καλλικλῆς· “τὸ γὰρ ἐρεσχλεῖν ἀλλήλους συχνάκις λάλης θηγάνη γίγνεται.” “Ἐγὼ δέ,” ἦ δʼ ὃς ὁ Εὔδημος— “κρύος γάρ ἐστιν— ἥδιον ἂν εὐζωροτέρῳ ὑποπυκνάζοιμι· καὶ γὰρ χειμοθνής εἰμι, καὶ χλιανθεὶς ἥδιον ἂν[*]() ἀκούοιμι τῶν χειρεσόφων τούτων, τοῦ τε αὐλητοῦ καὶ τῆς βαρβιτῳδοῦ.”
15 “Τί ταῦτα ἔφησθα, ὦ Εὔδημε;” ἦν δʼ ἐγώ· “ἀλογίαν ἡμῖν ἐπιτάττεις ὡς ἀστόμοις οὖσι καὶ ἀπεγλωττισμένοις; ἐμοὶ δὲ ἡ γλῶττά τε ἤδη λογᾷ καὶ δὴ ἀνηγόμην γε ὡς ἀρχαιολογήσων ὑμῖν καὶ κατανίψων ἀπὸ γλῶττά ἅπαντας. ἀλλὰ σὺ τὸ ὅμοιον εἰργάσω με ὥσπερ εἴ τις ὁλκάδα τριάρμενον ἐν οὐρίῳ πλέουσαν, ἐμπεπνευματωματοῦσαν, τοῦ ἀκατίου, εὐφοροῦσάν τε καὶ ἀκροκυμματοῦσαν, ἕκτοράς τινας ἀμφιστόμους καὶ ἰσχάδας σιδηρᾶς ἀφεὶς καὶ ναυσιπέδας ἀναχαιτίζοι τοῦ δρόμου τὸ ῥόθιον, φθόνῳ τῆς εὐηνεμίας.” [*](1 συνυθλήσομεν οἷα edd.: συνυθλησόμενοι MSS. (-οι om. N).) [*](2 ἂν Jacobitz: not in MSS.) [*](1 Cf. Dancing, 69 (p. 272), and the note there.)
17 Ζητῶ οὖν πρὸς ἐμαυτὸν ὁπόθεν τὰ τοσαῦτα κακὰ συνελέξω καὶ ἐν ὁπόσῳ χρόνῳ καὶ ὅπου κατακλείσας εἶχες τοσοῦτον ἐσμὸν ἀτόπων καὶ διαστρόφων ὀνομάτων, ὧν τὰ μὲν αὐτὸς ἐποίησας, τὰ δὲ κατορωριυγμένα ποθὲν ἀνασπῶν κατὰ τὸ ἰαμβεῖον[*]()
18 Ἀλλ᾿ εἰς καλὸν γὰρ τουτονὶ Σώπολιν ὁρῶ τὸν ἰατρὸν προσιόντα, φέρε τούτῳ ἐγχειρίσαντές σε καὶ διαλεχθέντες ὑπὲρ τῆς νόσου ἴασίν τινά σοι εὑρώμεθα· συνετὸς γὰρ ἁνὴρ[*]() καὶ πολλοὺς ἤδη παραλαβὼν ὥσπερ σὲ ἡμιμανεῖς καὶ κορυζῶντας ἀπήλλαξεν ἐγχέας φάρμακον. χαῖρε, Σώπολι, καὶ τουτονὶ Λεξιφάνην παραλαβὼν ἑταῖρον, ὡς οἶσθα, ἡμῖν ὄντα, λήρῳ δὲ νῦν καὶ ξένῃ περὶ τὴν φωνὴν νόσῳ ξυνόντα καὶ κινδυνεύοντα ἤδη τελέως ἀπολωλέναι σῶσον ἑνί γέ τῳ τρόπῳ.