Toxaris vel amicitia
Lucian of Samosata
Lucianus, Toxaris vel amicitia, Harmon, Harvard, 1962
61 Πέμπτον ἔτι σοι τὸ Ἀβαύχα ἔργον διηγησάμενος παύσομαι. ἧκέν ποτε οὗτος ὁ Ἀβαύχας εἰς τὴν Βορυσθενιτῶν πόλιν ἐπαγόμενος καὶ γυναῖκα, ἧς ἤρα μάλιστα, καὶ παιδία δύο· τὸ μὲν ἐπιμαστίδιον ἄρρεν, τὸ δὲ ἕτερον, ἡ κόρη, ἑπτέτις ἦν. συναπεδήμει δὲ καὶ ἑταῖρος αὐτοῦ, Γυνδάνης, οὗτος μὲν καὶ νοσῶν ἀπὸ τραύματος ὃ ἐτέτρωτο κατὰ τὴν ὁδὸν ὑπὸ λῃστῶν ἐπιπεσόντων σφίσι· διαμαχόμενος γὰρ πρὸς αὐτοὺς ἐλαύνεται εἰς τὸν μηρόν, ὥστε οὐδὲ ἑστάναι ἐδύνατο ὑπὸ τῆς ὀδύνης. νύκτωρ δὲ καθευδόντων—ἔτυχον δὲ ἐν ὑπερῴῳ τινὶ οἰκοῦντες—πυρκαϊὰ μεγάλη ἐξανίσταται καὶ πάντα περιεκλείετο καὶ περιεῖχεν ἡ φλὸξ ἁπανταχόθεν τὴν οἰκίαν. ἐνταῦθα δὴ ἀνεγρόμενος ὁ Ἀβαύχας καταλιπὼν τὰ παιδία κλαυθμυριζόμενα [*](1 τὴν μάχην ΓΝΒ: τῆς μάχης ΜΑ.)
62 Εἴρηκα, ὦ Μνήσιππε, ἀπὸ πολλῶν πέντε τούτους προχειριςάμενος. ἤδη δὲ καιρὸς ἂν[*]() εἴη κεκρίσθαι ὁπότερον ἡμῶν ἢ τὴν γλῶτταν ἢ τὴν δεξιὰν ἀποτετμῆσθαι δέοι. τίς οὖν ὁ δικάσων ἐστίν;