De morte Peregrini

Lucian of Samosata

Lucianus, De morte Peregrini, Harmon, Harvard, 1962

41 Ἐννόει τὸ λοιπὸν οἴα εἰκὸς ἐπʼ αὐτῷ γενήσεσθαι, ποίας μὲν οὐ μελίττας ἐπὶ τὸν τόπον, τίνας δὲ τέττιγας οὐκ τίνας δὲ κορώνας οὐκ ἐπιπτήσεσθαι καθάπερ ἐπὶ τὸν Ἡσιόδου τάφον, καὶ τὰ τοιαῦτα. εἰκόνας μὲν γὰρ παρά τε ΒHλείων αὐτῶν α τε τῶν ων νων, ος καὶ ἐπεσταλκέναι ἔλεγεν, a. αὐτίκα α οἶδα πολλὰς ἀναστησομένας. φασὶ δὲ πάσαις σχεδὸν ταῖς ἐνδόξοις πόλεσιν ἐπιστολὰς διαπέμφαι αὐτόν, διαθήκας τινὰς καὶ παραινέσεις καὶ νόμους· καί τινας ἐπὶ τούτῳ πρεσβευτὰς τῶν ἑταίρων ἐχειροτόνησεν, νεκραγγέλους καὶ νερτεροδρόμους προσαγορεύσας.

42 Γοῦτο τέλος τοῦ κακοδαίμονος Πρωτέως ἐγένετο, ἀνδρός, ὡς βραχεῖ λόγῳ περιλαβεῖν, πρὸς ἀλήθειαν μὲν οὐδεπώποτε ἀποβλέφαντος, ἐπὶ δόξῃ δὲ καὶ τῷ παρὰ τῶν πολλῶν ἐπαίνῳ ἀπόντα εἰπόντος ἀεὶ καὶ πράξαντος, ὡς καὶ εἰς πῦρ [*](1 ἐwιστήσεοθαι SF : ἐwιστήσαοθαι d.) [*](2 ἐπσεοθαι Wyttenbach: ἐπάγεσθαι PK5d.) [*](3 ἔλεγον dα Soαl, ἐἐΑ τὸ Frit2sche; bat ἔλεγεν is right. Pχoteαs presumaby ai it in his aeech. Cl. ἐχειροτόνησεν)

48
ἁλέσθαι, ὅτε μηδὲ ἀπολαύειν τῶν ἐπαίνων ἔμελλεν ἀναίσθητος αὐτῶν γενόμενος.

43 Ἓν ἔτι σοι προσδιηγησάμενος παύσομαι, ὡς ἔχῃς ἐπὶ πολὺ γελᾶν. ἐκεῖνα μὲν γὰρ πάλαι οἶσθα, εὐθὺς ἀκούσας μου ὅτε ἥκων ἀπὸ Συρίας διηγούμην[*]() ὡς ἀπὸ Τρῳάδος συμπλεύσαιμι αὐτῷ καὶ τήν τε ἄλλην τὴν ἐν τῷ πλῷ τρυφὴν καὶ τὸ μειράκιον τὸ ὡραῖον ὃ ἔπεισε κυνίζειν ὡς ἔχοι τινὰ καὶ αὐτὸς Ἀλκιβιάδην, καὶ ὡς ἐπεὶ ταραχθείημεν[*]() τῆς νυκτὸς ἐν μέσῳ τῷ Αἰγαίῳ[*]() γνόφου καταβάντος καὶ κῦμα παμμέγεθες ἐγείραντος ἐκώκυε μετὰ τῶν γυναικῶν ὁ θαυμαστὸς καὶ θανάτου κρείττων εἶναι δοκῶν.

44 ἀλλὰ μικρὸν πρὸ τῆς τελευτῆς, πρὸ ἐννέα σχεδόν που ἡμερῶν, πλεῖον, οἶμαι, τοῦ ἱκανοῦ ἐμφαγὼν ἤμεσέν τε τῆς νυκτὸς καὶ ἑάλω πυρετῷ μάλα σφοδρῷ. ταῦτα δέ μοι Ἀλέξανδρος ὁ ἰατρὸς διηγήσατο μεταλαβεῖν ὡς ἐπισκοπήσειεν αὐτόν. ἔφη οὖν καταλαβεῖν αὐτὸν χαμαὶ κυλιόμενον καὶ τὸν φλογμὸν οὐ φέροντα καὶ ψυχρὸν αἰτοῦντα πάνυ ἐρωτικῶς, ἑαυτὸν δὲ μὴ δοῦναι. καίτοι εἰπεῖν ἔφη πρὸς αὐτὸν ὡς εἰ πάντως θανάτου δέοιτο, ἥκειν αὐτὸν ἐπὶ τὰς θύρας αὐτόματον, ὥστε καλῶς ἔχειν ἕπεσθαι μηδὲν τοῦ πυρὸς δεόμενον· τὸν δ᾿ αὖ φάναι, “Ἀλλ᾿ οὐχ ὁμοίως ἔνδοξος ὁ τρόπος γένοιτ᾿ ἂν, πᾶσιν κοινὸς ὤν.”

[*](1 διηγούμην Γ: διηγουμένου MF. Levi cites X (his Pl) both for the same reading as Γ, and for ἧκον . . . διηγουμένου.)[*](2 ἐπεὶ ταραχθείημεν Meiser: ἐπιταραχθείημεν ΓΧ: ἐπιταραχθείη μὲν MF.)[*](3 Αἰγαίῳ M2: ἀγῶνι M1FΓΧ. The conjecture, if it is one, is right. Things are always happening in “mid-Aegean” with Lucian (Dial. Mar. 8, 2; 10, 1). Mras rightly sets)
50

45 Ταῦτα μὲν ὁ Ἀλέξανδρος. ἐγὼ δὲ δὐδ' αὐτὸς πρὸ πολλῶν ἡμερῶν εἶδον αὐτὸν ἐγκεχρισμένον, ὡς ἀποδακρύσειε τῷ δριμεῖ φαρμάωῳ. ὁρᾷς; οὐ πάνυ τοὺς ἀμβλυωποῦντας ὁ Α ἰακὸς παραδέχεται. ὄμοιον ὡς εἴ τις ἐπὶ σταυρὸν ἀναβήσεσθαι μέλλων τὸ ἐν τῷ δακτύλῳ πρόσπταισμα θεραπευοι. τί σοι δοκεῖ ὁ Δημόκριτος, εἰ ταῦτα εἰδε; κατ' ἀξίαν γελάσαι ἂν ἐπὶ τῷ ἀνδρί; καίτοι πόθεν εἶχεν ἐκεῖνος τοσοῦτον γέλωτα; σὺ δ' οὖν, ὦ φιλότης, γέλα καὶ αὐτος, καὶ μάλιστα ὁπόταν τῶν ἄλλων ἀκούῃς θαυμαζόντων αὐτόν.