Pro imaginibus
Lucian of Samosata
Lucian of Samosata, Essays in Portraiture Defended, Lucian vol. 4, Harmon, Harvard, 1961
21 Οὐ μόνον δὲ τοῦτο ἑκατέρου αὐτῶν γνώρισμά ἐστιν, τὸ τοὺς μὲν κόλακας οὐκ ὀκνεῖν καὶ ψεύδεσθαι τοῦ χαρίσασθαι ἕνεκα τοῖς ἐπαινουμένοις, ἐξαίρειν δὲ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα πειρᾶσθαι· ἀλλὰ κἀκείνῳ οὐ μικρῷ διαλλάττουσιν, ὅτι οἱ μὲν κόλακες, ἐφʼ ὅσον οἷόν τε αὐτοῖς, χρῶνται ταῖς ὑπερβολαῖς, οἱ ἐπαινοῦντες δὲ καὶ ἐν αὐταῖς ταύταις σωφρονοῦσιν καὶ ἐντὸς τῶν ὅρων μένουσιν.
Ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα κολακείας καὶ ἐπαίνου ἀληθοῦς δείγματα, ὡς μὴ πάντας ὑποπτεύσῃς τοὺς ἐπαινοῦντας, ἀλλὰ διακρίνῃς καὶ παραμετρῇς τῷ οἰκείῳ μέτρῳ ἑκάτερον.
22 Φέῤ οὖν, εἰ δοκεῖ, πρόσαγε τοῖς ὑπʼ ἐμοῦ εἰρημένοις τοὺς κανόνας ἀμφοτέρους, ὡς μάθης εἴτε τούτῳ εἴτʼ ἐκείνῳ ἐοίκασιν. ἐγὼ γὰρ εἰ μέν τινα ἄμορφον οὖσαν ἔφην τῷ ἐν Κνίδῳ ἀγάλματι ὁμοίαν, γόης ἂν καὶ τοῦ Κυναίθου κολακικώτερος ὄντως νομιζοίμην· εἰ δὲ τοιαύτην ὑπάρχουσαν οἵαν πάντες ἴσασιν, οὐ πάνυ ἐκ πολλοῦ διαστήματος ἦν τὸ τόλμημα.
23 Τάχ᾿ ἂν οὖν1 φαίης. μάλλον δὲ ἤδη εἴρηκας. “ἐπαινεῖν μέν σοι εἰς τὸ κάλλος ἐφείσθω· ἀνεπίφθονον μέντοι ποιήσασθαι τὸν ἔπαινον ἐχρῆν, ἀλλὰ μὴ θεαῖς ἀπεικάζειν ἄνθρωπον οὖσαν.” ἐγὼ δὲ—ἤδη γάρ με προάξεται τἀληθὲς εἰπεῖν — οὐ θεαῖς σε,2 ὦ βελτίστη, εἴκασα, τεχνιτῶν δὲ ἀγαθῶν δημιουργήμασιν λίθου καὶ χαλκοῦ ἢ ἐλέφαντος πεποιημένοις· τὰ δὲ ὑπʼ ἀνθρώπων γεγενημένα οὐκ ἀσεβές, οἶμαι, ἀνθρώποις εἰκάζειν. [*](1 Text Fritzsche: τάχα ὃ νῦν MSS.)
24 Εἰ δὲ καὶ ὅτι μάλιστά σε αὐταῖς ἐκείναις εἴκασα, οὐκ ἐμὸν τοῦτο, οὐδὲ ἐγὼ πρῶτος ταύτην ἐτεμόμην τὴν ὁδόν, ἀλλὰ πολλοὶ καὶ ἀγαθοὶ ποιηταί, καὶ μάλιστα ὁ πολίτης ὁ σὸς Ὅμηρος, ὃν καὶ νῦν ἀναβιβάσομαι συναγορεύσοντά μοι, ἢ οὐδεμία νηχανὴ μὴ οὐχὶ καὶ αὐτὸν σὺν ἐμοὶ ἁλῶναι.
Ἐρήσομαι τοίνυν αὐτόν, μᾶλλον δὲ σὲ ὑπὲρ αὐτοῦ—καὶ γὰρ διαμνημονεύεις εὖ ποιοῦσα τὰ χαριέστατα τῶν ἐρραψῳδημένων αὐτῷ—τί σοι ἐκεῖνος2 δοκεῖ, ὁπόταν περὶ τῆς αἰχμαλώτου λέγῃ τῆς Βρισηΐδος ὅτι χρυσῇ Ἀφροδίτῃ ἰκέλη ἐπένθει τὸν Πάτροκλον; εἶτα μετὰ μικρόν, ὡς οὐχ ἱκανὸν εἰ μόνη τῇ Ἀφροδίτῃ ἐοικυῖα ἔσται,
Εἶηκ δʼ ἄρα—φησίν—κλαίουσα γυνὴ εἰκυῖα θεῇσιν.
Ὁπόταν οὖν τὰ τοιαῦτα λέγῃ, μισεῖς κἀκεῖνον καὶ ἀπορρίπτεις τὸ βιβλίον, ἢ δίδως αὐτῷ ἐλευθεριάζειν ἐν τῷ ἐπαίνῳ; ἀλλὰ κἂν σὺ μὴ δῷς, ὅ γε τοσοῦτος αἰὼν δέδωκεν, οὐδʼ ἔστιν ὅστις αὐτὸν ἐπὶ τούτῳ ᾐτιάσατο, οὐδὲ ὁ μαστίξαι τολμήσας [*](1 γε Fritzsche: τε MSS.) [*](2 ἐκεῖνος Fritzsche: ἐκεῖνο MSS.) [*](1 Iliad 19, 282.)
25 Ἐπὶ μέν γε τοῦ Ἀγαμέμνονος ὅρα ὅσην αὐτὸς φειδὼ ἐποιήσατο τῶν θεῶν καὶ ὡς ἐταμιεύσατο τὰς εἰκόνας εἰς τὸ σύμμετρον· ὡς ὄμματα μέν φησιν καὶ κεφαλὴν ἴκελον αὐτὸν εἶναι τῷ Διί, τῷ Ἄρεῖ δὲ τὴν ζώνην, στέρνον δὲ τῷ Ποσειδῶνι, διαιρῶν τὸν ἄνθρωπον κατὰ μέλη πρὸς τοσούτων θεῶν εἰκόνας· καὶ αὖ πάλιν βροτολοιγῷ Ἄρεΐ φησίν τινʼ1 ὅμοιον εἶναι καὶ ἄλλον ἄλλῳ, θεοειδῆ τὸν Φρύγα τὸν τοῦ Πριάμου, καὶ θεοείκελον πολλάκις τὸν Πηλέως.
Ἀλλὰ ἐπάνειμι αὖθις ἐπὶ τὰ γυναικεῖα τῶν παραδειγμάτων· ἀκούεις γὰρ δή που αὐτοῦ λέγοντος
26 Οὐ μόνον δὲ τοὺς ἀνθρώπους αὐτοὺς θεοῖς ἀπεικάζει, ἀλλὰ καὶ τὴν2 Εὐφόρβου κόμην ταῖς [*](1 τινʼ inserted by A.M.H., following du Soul's hint that the name Hector had fallen out.) [*](2 θεοῖς—τὴν N: not in ΕΓΩ. Probably a conjecture; ἀπεικάζει is certainly false (Mras).) [*](1 Respectively Zoilua the Homeromastix and Aristarchus of Alexandria, the grammarian.)
27 Καίτοι τὰ μὲν τῆς μορφῆς ἔτι μετριώτερα, εἰ τις θεῷ ἐοικέναι λέγεται· ἀλλὰ τὰς προσηγορίας αὐτὰς πόσοι ἐμιμήσαντο τὰς τῶν θεῶν, Διονύσιοι καὶ Ἡφαιστίωνες καὶ Ζήνωνες καὶ Ποσειδώνιοι καὶ Ἑρμαῖ προσαγορευόμενοι; Λητὼ δὲ γυνή τις ἐγένετο Εὐαγόρου τοῦ Κυπρίων βασιλέως, καὶ ὅμως οὐκ ἠγανάκτησεν ἡ θεὸς δυναμένη λίθον αὐτὴν ὥσπερ τὴν Νιόβην ἀπεργάσασθαι. ἐῷ γὰρ τοὺς Αἰγυπτίους, οἵπερ καὶ δεισιδαιμονέστατοί εἰσιν πάντων, ὅμως τοῖς θείοις ὀνόμασιν εἰς κόρον ἐπιχρωμένους· σχεδὸν γοῦν τὰ πλεῖστα αὐτοῖς ἐξ οὐρανοῦ ἐστιν.
28 Ὥστε οὐ πρός γε σοῦ τὸ τοιοῦτον, ψοφοδεῶς διακεῖσθαι πρὸς τὸν ἔπαινον· εἰ γάρ τι ἐν τῷ συγγράμματι πεπλημμέληται εἰς τὸ θεῖον, σὺ μὲν ἀνεύθυνος αὐτοῦ, ἐκτὸς εἰ μή τινα νομίζεις ἀκροάσεως εὔθυναν εἶναι, ἐμὲ δὲ ἀμυνοῦνται οἱ
Πολλὰ ἔτι ἔχων πρὸς σὲ εἰπεῖν Πολυστράτου ἕνεκα τούτου παύσομαι, ἶνα καὶ ἀπομνημονεῦσαι δυνηθῇ τὰ εἰρημένα.