Alexander
Lucian of Samosata
Lucian of Samosata, Alexander the False Prophet, Lucian vol. 4, Harmon, Harvard, 1961
41 Προλέγων δὲ πᾶσιν ἀπέχεσθαι παιδίου συνουσίας, ὡς ἀσεβὲς ὄν, αὐτὸς τοιόνδε τι ὁ γεννάδας ἐτεχνήσατο. ταῖς γὰρ πόλεσι ταῖς Ποντικαῖς καὶ ταῖς Παφλαγονικαῖς ἐπήγγελλε θεηκόλους [*](1 Hereditary priesthoods in the Eleusinian mysteries.) [*](2 As Pythagoras had a golden thigh (Plutarch, Numa 65; Aelian, Var. Hist., 2, 26), a believer in metempsychosis might think that Alexander was a reincarnation of bythagoras.)
42 Τοιαῦτα ἐντρυφῶν τοῖς ἀνοήτοις διετέλει, γυναῖκάς τε ἀνέδην διαφθείρων καὶ παισὶ συνών. καὶ ἦν μέγα καὶ εὐκτὸν ἑκάστῳ, εἴ τινος γυναικὶ προσβλέψειεν· εἰ δὲ καὶ φιλήματος ἀξιώσειεν, ἀθρόαν τὴν ἀγαθὴν τύχην ᾤετο ἕκαστος εἰς τὴν οἰκίαν αὐτῷ εἰσρυήσεσθαι. πολλαὶ δὲ καὶ ηὔχουν τετοκέναι παῤ αὐτοῦ, καὶ οἱ ἄνδρες ἐπεμαρτύρουν ὅτι ἀληθῇ λέγουσιν.
43 Ἐθέλω δέ σοι καὶ διάλογον διηγήσασθαι τοῦ Γλύκωνος καὶ Σακερδῶτός τινος, Τιανοῦ ἀνθρώπου· ὁποίου τινὸς τὴν σύνεσιν, εἴσῃ ἀπὸ τῶν ἐρωτήσεων. ἀνέγνων δὲ αὐτὸν χρυσοῖς γράμμασιν γεγραμμένον ἐν Τίῳ, ἐν τῇ τοῦ Σακερδῶτος οἰκίᾳ. “Εἰπὲ γάρ μοι,” ἔφη, “ὦ δέσποτα Γλύκων, τίς εἶ;” “Ἐγώ,” ἦ δ᾿ ὅς, “Ἀσκληπιὸς νέος.” “Ἄλλος παῤ ἐκεῖνον τὸν πρότερον; πῶς λέγεις;” “Οὐ θέμις ἀκοῦσαί σε τοῦτό γε.” “Πόσα δὲ ἡμῖν ἔτη παραμενεῖς χρησμῳδῶν;” “Τρίτον πρὸς τοῖς χιλίοις.” “Εἶτα ποῖ μετα στήσῃ;” “Ἐς Βάκτρα καὶ τὴν ἐκεῖ γῆν· δεῖ γὰρ ἀπολαῦσαι καὶ τοὺς βαρβάρους τῆς ἐπιδημίας
Τοιαῦτα μὲν ὁ Γλύκων τῷ Σακερδῶτι διελέχθη. ἐπὶ τέλει δὲ χρησμὸν ἔμμετρον ἐφθέγξατο, εἰδὼς αὐτὸν Λεπίδῳ ἑταῖρον ὄντα·
Μὴ πείθου Λεπίδῳ, ἐπεὶ ἦ λυγρὸς οἶτος
44 Ἕνα γοῦν τινα τῶν Ἐπικουρείων, τολμήσαντα καὶ διελέγχειν αὐτὸν ἐπὶ πολλῶν τῶν παρόντων, εἰς κίνδυνον οὐ μικρὸν κατέστησεν. ὁ μὲν γὰρ προσελθὼν ἔλεγεν μεγάλη τῇ φωνῇ· “Σὺ μέντοι γε, ὦ Ἀλέξανδρε, τὸν δεῖνα Παφλαγόνα προσαγαγεῖν οἰκέτας αὐτοῦ τῷ ἡγουμένῳ τῆς Γαλατίας τὴν ἐπὶ θανάτῳ ἀνέπεισας ὡς ἀπεκτονότας τὸν υἱὸν αὐτοῦ ἐν Ἀλεξανδρείᾳ παιδευόμενον, ὁ δὲ νεανίσκος ζῇ καὶ ἐπανελήλυθε ζῶν μετὰ τὴν τῶν οἰκετῶν ἀπώλειαν, θηρίοις ὑπὸ σοῦ παραδοθέντων.” τοιοῦτον δέ τι ἐγεγένητο· ἀναπλεύσας ὁ νεανίσκος εἰς Αἴγυπτον ἄχρι τοῦ Κλύσματος, πλοίου ἀναγομένου ἐπείσθη καὶ αὐτὸς εἰς Ἰνδίαν [*](1 ἕτι σου τὸν προπάτορα ἔχει τὸν Ἀπόλλω, ἢ β.) [*](1 See p. 211, note 1.)
45 Ὃ μὲν ταῦτα ἔλεγεν. ὁ δὲ Ἀλέξανδρος ἀγανακτήσας ἐπὶ τῷ ἐλέγχῳ καὶ μὴ φέρων τοῦ ὀνείδους τὴν ἀλήθειαν ἐκέλευεν τοὺς παρόντας λίθοις βάλλειν αὐτόν, ἢ καὶ αὐτοὺς ἐναγεῖς ἔσεσθαι καὶ Ἐπικουρείους κληθήσεσθαι. τῶν δὲ βάλλειν ἀρξαμένων Δημόστρατός τις ἐπιδημῶν, τοῦ Πόντου πρῶτος, περιχυθεὶς ἐρρύσατο τοῦ θανάτου τὸν ἄνθρωπον μικροῦ δεῖν καταλευσθέντα, πάνυ δικαίως. τί γὰρ ἔδει μόνον φρονεῖν ἐν τοσούτοις μεμηνόσιν καὶ παραπολαῦσαι τῆς Παφλαγόνων μωρίας;
46 Καὶ τὰ μὲν κατ᾿ ἐκεῖνον τοιαῦτα. εἰ δέ τινι, προσκαλουμένων κατὰ τάξιν τῶν χρησμῶν—πρὸ μιᾶς δὲ τοῦτο τοῦ θεσπίζειν ἐγίγνετο—καὶ ἐρομένου τοῦ κήρυκος εἰ θεσπίζει τῷδε, 1 ἀνεῖπεν ἔνδοθεν· “Ἐς κόρακας,” οὐκέτι τὸν τοιοῦτον οὔτε στέγῃ τις ἐδέχετο οὔτε πυρὸς ἢ ὕδατος ἐκοινώνει, ἀλλ᾿ ἔδει γῆν πρὸ γῆς ἐλαύνεσθαι ὡς ἀσεβῇ καὶ ἄθεον καὶ Ἐπικούρειον, ἥπερ ἦν ἡ μεγίστη λοιδορία.
[*](1 τῷδε Ϛ, Seager; τῷ δὲ MSS.)47 Ἒν γοῦν καὶ γελοιότατον ἐποίησεν ὁ Ἀλέξανδρος· εὑρὼν γὰρ τὰς Ἐπικούρου κυρίας δόξας, τὸ κάλλιστον, ὡς οἶσθα, τῶν βιβλίων καὶ κεφαλαιώδη περιέχον τῆς τἀνδρὸς σοφίας τὰ δόγματα, κομίσας εἰς τὴν ἀγορὰν μέσην ἔκαυσεν ἐπὶ ξύλων συκίνων ὡς δῆθεν αὐτὸν καταφλέγων, καὶ τὴν σποδὸν εἰς τὴν θάλασσαν ἐξέβαλεν, ἔτι καὶ χρησμὸν ἐπιφθεγξάμενος·
Πυρπολέειν κέλομαι δόξας ἀλαοῖο γέροντος· οὐκ εἰδὼς ὁ κατάρατος ὅσων ἀγαθῶν τὸ βιβλίον ἐκεῖνο τοῖς ἐντυχοῦσιν αἴτιον γίγνεται, καὶ ὅσην αὐτοῖς εἰρήνην καὶ ἀταραξίαν καὶ ἐλευθερίαν ἐνεργάζεται, δειμάτων μὲν καὶ φασμάτων καὶ τεράτων ἀπαλλάττον καὶ ἐλπίδων ματαίων καὶ περιττῶν ἐπιθυμιῶν, νοῦν δὲ καὶ ἀλήθειαν ἐντιθὲν καὶ καθαῖρον ὡς ἀληθῶς τὰς γνώμας, οὐχ ὑπὸ δᾳδὶ καὶ σκίλλη καὶ ταῖς τοιαύταις φλυαρίαις, ἀλλὰ λόγῳ ὀρθῷ καὶ ἀληθείᾳ καὶ παρρησίᾳ.
48 Ἐν δὲ τοῖς ἄλλοις ἕν τι καὶ μέγιστον τόλμημα τοῦ μιαροῦ ἀνδρὸς ἄκουσον. ἔχων γὰρ οὐ μικρὰν ἐπίβασιν ἐπὶ τὰ βασίλεια καὶ τὴν αὐλὴν τὸν Ῥουτιλιανὸν εὐδοκιμοῦντα, διαπέμπεται χρησμὸν τοῦ ἐν Γερμανίᾳ πολέμου ἀκμάζοντος, ὅτε θεὸς Μάρκος ἤδη τοῖς Μαρκομάνοις καὶ Κουάδοις συνεπλέκετο. ἠξίου δὲ ὁ χρησμὸς δύο λέοντας ἐμβληθῆναι ζῶντας εἰς τὸν Ἴστρον μετὰ πολλῶν
49 Ἤδη δὲ πολλῶν ἐπὶ πολλοῖς ἐπεισρεόντων καὶ τῆς πόλεως αὐτῶν θλιβομένης ὑπὸ τοῦ πλήθους τῶν ἐπὶ τὸ χρηστήριον ἀφικνουμένων καὶ τὰ ἐπιτήδεια διαρκῇ μὴ ἐχούσης, ἐπινοεῖ τοὺς [*](1 ἀθρόων N, vulg.: ἀθρόον γβ.) [*](1 he invading tribes flooded Rhaetia, Noricum, upper and lower Pannonia, and Dacia, taking a vast number of Roman settlers prisoner, and even entered Italy, capturing and destroying Oderzo. Details are uncertain; so is the exact date, which was probably between 167 and 169. On the column of Marcus Aurelius in Rome, one of the scenes depicts two animals swimming aoross a river, near a boat. These have been thought to be the lions of the oracle, and)
50 Ἐνίοτε δὲ μήτε ἐρομένου τινὸς μήτε πεμφθέντος, ἀλλ᾿ οὐδὲ ὅλως ὄντος ἐχρησμῴδει πρὸς ἔκπληξιν τῶν ἀνοήτων, οἷον καὶ τοῦτο·
52 1 Ἄλλῳ 2 πάλιν οὔτε παρόντι οὔτε ὅλως τινὶ ὄντι ἔφη ἄνευ μέτρου ἀναστρέφειν ὀπίσω· “ὁ γὰρ πέμψας σε τέθνηκεν ὑπὸ τοῦ γείτονος Διοκλέους τήμερον, λῃστῶν ἐπαχθέντων Μάγνου καὶ Βουβάλου, οἳ καὶ ἤδη δέδενται ληφθέντες.”
51 Ἀλλὰ καὶ βαρβάροις πολλάκις ἔχρησεν, εἴ τις τῇ πατρίῳ ἔροιτο φωνῇ, Συρισ τὶ ἢ Κελτιστί, ῥᾳδίως 3 ἐξευρίσκων τινὰς ἐπιδημοῦντας ὁμοεθνεῖς τοῖς δεδωκόσιν. διὰ τοῦτο καὶ πολὺς ὁ ἐν μέσῳ χρόνος ἦν τῆς τε δόσεως τῶν βιβλίων καὶ τῆς χρησμῳδίας, ὡς ἐν τοσούτῳ κατὰ σχολὴν λύοιντό τε οἱ χρησμοὶ ἀσφαλῶς καὶ εὑρίσκοιντο οἱ ἑρμηνεῦσαι δυνάμενοι ἕκαστα. οἷος καὶ ὁ τῷ Σκύθῃ δοθεὶς χρησμὸς ἦν·
53 Ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων ἄκουσον· ἐρομένου γάρ μου εἰ φαλακρός ἐστιν Ἀλέξανδρος, καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς ὑπογράφεται χρησμὸς νυκτερήσιος,
Καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις διαφόροις τὴν αὐτὴν ἐρώτησιν, πόθεν ἦν Ὅμηρος ὁ ποιητής, ἐπ᾿ ἄλλου καὶ ἄλλου ὀνόματος, τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκον—ἐρωτηθεὶς γὰρ ἐφ᾿ ὅ τι ἦκεν, “Θεραπείας,” ἔφη, “αἰτήσων πρὸς ὀδύνην πλευροῦ”— Κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητος· τῷ δὲ ἑτέρῳ, ἐπειδὴ καὶ τοῦτο ἠκηκόει ὡς ἐρομένου τοῦ πέμψαντος, εἴτε οἱ 3 πλεῦσαι ἐπ᾿ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον, ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον·
54 Πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ, οἷον καὶ ἐκεῖνο· μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος· “τοῦ δεῖνος χρησμοὶ ὁκτώ,” ψενσάμενός τι ὄνομα, καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γιγνόμενον ἔτι πρὸς ταύταις [*](1 Text Γ: σαμαρδάχον μαλα ἄττης ἀλλοήν U, σαβαρδάχον μάλα ἄττης ἄλλο ἦν B.) [*](2 κέλητος Seidler: κελητοῦε γ, καὶ λητοῦς β.) [*](3 εἴτε οἱ Seager: εἰ δέοι β, εἴτε μοι γ) [*](4 κατ᾿ οἶμον vulg.: καθ᾿ οἷμον βγ.)
55 Κάπειδὴ εἰσελθόντα με εἰς τὴν πόλιν ἤσθετο καὶ ἔμαθεν ὡς ἐκεῖνος εἴην ὁ Λουκιανός—ἐπηγόμην δὲ καὶ στρατιώτας δύο, λογχοφόρον καὶ κοντοφόρον, παρὰ τοῦ ἡγουμένου τῆς Καππαδοκίας, φίλου τότε ὄντος, λαβών, ὥς με παραπέμψειαν μέχρι πρὸς τὴν θάλατταν—αὐτίκα μεταστὲλλεται δεξιῶς πάνυ καὶ μετὰ πολλῆς φιλοφροσύνης. ἐλθὼν δὲ ἐγὼ πολλοὺς καταλαμβάνω περὶ αὐτόν· συνεπηγόμην δὲ καὶ τοὺς στρατιώτας τύχῃ τινὶ ἀγαθῇ. καὶ ὁ μὲν προὔτεινέ μοι κύσ αι τὴν δεξιάν, ὥσπερ εἰώθει τοῖς πολλοῖς, ἐγὼ δὲ προσφὺς ὡς φιλήσων, δόγματι χρηστῷ πάνυ μικροῦ δεῖν χωλὴν αὐτῷ ἐποίησα τὴν χεῖρα.
Οἱ μὲν οὖν παρόντες ἄγχειν με καὶ παίειν ἐπειρῶντο ὡς ἱερόσυλον, καὶ πρότερον ἔτι ἀγανακτήσαντες ὅτι Ἀλέξανδρον αὐτόν, ἀλλὰ μὴ προφήτην προσεῖπον· ὁ δὲ πάνυ γεννικῶς
56 Εἶτα δή μου ἐκπλεῖν προαιρουμένου ξένια καὶ δῶρα πολλὰ πέμψας—μόνος δὲ σὺν τῷ Ξενοφῶντι ἔτυχον ἐπιδημῶν, τὸν πατέρα καὶ τοὺς ἐμοὺς εἰς Ἄμαστριν προεκπεπομφοώς — ὑπισχνεῖται καὶ πλοῖον αὐτὸς παρέξειν καὶ ἐρέτας τοὺς ἀπάξοντας. κἀγὼ μὲν ᾤμην ἀπλοῦν τι τοῦτο εἶναι καὶ δεξιόν· ἐπεὶ δὲ κατὰ μέσον τὸν πόρον ἐγενόμην, δακρύοντα ὁρόων τὸν κυβερνήτην καὶ τοῖς ναύταις τι ἀντιλέγοντα οὐκ ἀγαθὰς εἶχον περὶ τῶν μελλόντων ἐλπίδας. ἢν δὲ αὐτοῖς ἐπεσταλμένον ὑπὸ τοῦ Ἁλεξάνδρου ἀραμένους ῥίψαι ἡμᾶς εἰς τὴν θάλασσαν· ὅπερ εἰ ἐγένετο, ῥᾳδίως ἄν αὐτῷ διεπεπολέμητο τὰ πρὸς ἐμέ. ἀλλὰ δακρύων ἐκεῖνος ἕπεισεν καὶ τοὺς συνναύτας μηδὲν ἡμᾶς δεινὸν ἐργάσασθαι, καὶ πρὸς ἐμὲ ἔφη, “Ἔτη ἑξήκοντα, ὡς ὁρᾷς, ἀνεπίληπτον βίον καὶ ὅσιον προβεβηκὼς οὐκ ἂν βουλοίμην, ἐν τούτῳ τῆς ἡλικίας καὶ γυναῖκα καὶ τέκνα ἔχων, μιᾶναι φονῳ
57 καταθέμενος δὲ ἡμᾶς ἐν Αἰγιαλοῖς, ὧν καὶ ὁ καλὸς Ὅμηρος μέμνηται, ὀπίσω ἀπήλαυνον.
Ἔνθα ἐγὼ παραπλέοντας εὑρὼν Βοσποριανούς τινας, πρέσβεις παῤ Εὐπάτορος τοῦ βασιλέως εἰς τὴν Βιθυνίαν ἀπιόντας ἐπὶ κομιδῇ τῆς ἐπετείου συντάξεως, καὶ διηγησάμενος αὐτοῖς τὸν περιστάντα ἡμᾶς κίνδυνον, καὶ δεξιῶν αὐτῶν τυχών, ἀναληφθεὶς ἐπὶ τὸ πλοῖον διασώζομαι εἰς τὴν Ἄμαστριν, παρὰ τοσοῦτον ἐλθὼν ἀποθανεῖν.
Τοὐντεῦθεν καὶ αὐτὸς ἐπεκορυσσόμην αὐτῷ καὶ πάντα κάλων ἐκίνουν ἀμύνασθαι βουλόμενος, καὶ πρὸ τῆς ἐπιβουλῆς ἤδη μισῶν αὐτὸν καὶ ἔχθιστον ἡγούμενος διὰ τὴν τοῦ τρόπον μιαρίαν, καὶ πρὸς τὴν κατηγορίαν ὡρμήμην πολλοὺς συναγωνιστὰς ἔχων καὶ μάλιστα τοὺς ἀπὸ Τιμοκράτους τοῦ Ἡρακλεύτου φιλοσόφου· ἀλλʼ ὁ τότε ἡγούμενος Βιθυνίας καὶ τοῦ Πόντου Αὔειτος 1 ἐπέσχε, μονονουχὶ ἱκετεύων καὶ ἀντιβολῶν παύασθαι· διὰ γὰρ τὴν πρὸς Ῥουτιλιανὸν εὔνοιαν μὴ ἂν δύνασθαι, καὶ εἰ φανερῶς λάβοι ἀδικοῦντα, κολάσαι αὐτόν. οὕτω μὲν ἀνεκόπην τῆς ὁρμῆς καὶ ἐπαυσάμην οὐκ ἐν δέοντι θρασυνόμενος ἐφʼ οὕτω δικαστοῦ διακειμένου.
[*](1 Αὔειτος Burmeister: ἄνεκτος β, αὐτὸς γ)[*](1 Iliad, 2, 855.)[*](2 Tiberius Julius Eupator succeeded Rhoemetalces as King of the (Cimmerian) Bosporus, on the Tauric Chersonese ; its capital was Panticapaeum (Kertch). The period of his reign is about A.D. 154—171. At this time the kingdom seems to have been paying tribute to the Scythians annually as well as to the Empire (Toxaris, 44).)58 Ἐκεῖνο δὲ πῶς οὐ μέγα ἐν τοῖς ἄλλοις τὸ τόλμημα τοῦ Ἀλαξάνδρου, τὸ αἰτῆσαι παρὰ τοῦ αὐτοκράτορος μετονομασθῆναι τὸ τοῦ Ἀβώνου τεῖχος καὶ Ἰωνόπολιν κληθῆναι, καὶ νόμισμα καινὸν κόψαι ἐγκεχαραγμένον τῇ μὲν τοῦ Γλύκωνος, κατὰ θάτερα δὲ Ἀλεξάνδρου, στέμματά τε τοῦ πάππου Ἀσκληπιοῦ καὶ τὴν ἅρπην ἐκείνην τοῦ πατρομήτορος Περσέως ἔχοντος;
59 Προειπὼν δὲ διὰ χρησμοῦ περὶ αὑτοῦ ὅτι ζῆσαι εἵμαρται αὐτῷ ἔτη πεντήκοντα καὶ ἑκατόν, εἶτα κεραυνῷ βληθέντα ἀποθανεῖν, οἰκτίστῳ τέλει οὐδὲ ἑβδομήκοντα ἔτη γεγονὼς ἀπέθανεν, ὡς Ποδαλειρίου υἱὸς διασαπεὶς τὸν πόδα μέχρι τοῦ βουβῶνος καὶ σκωλήκων ζέσας· ὅτεπερ καὶ ἐφωράθη φαλακρὸς ὤν, παρέχων τοῖς ἰατροῖς ἐπιβρέχειν αὐτοῦ τὴν κεφαλὴν διὰ τὴν ὀδύνην, ὃ οὐκ ἂν ποιῆσαι ἐδύναντο μὴ οὐχὶ τῆς φενάκης ἀφῃρημένης.
60 Τοιοῦτο τέλος τῆς Ἀλεξάνδρου τραγῳδίας καὶ αὕτη τοῦ παντὸς δράματος ἡ καταστροφὴ ἐγένετο, ὡς εἰκάζειν προνοίας τινὸς τὸ τοιοῦτον, εἰ καὶ κατὰ τύχην συνέβη. ἔδει δὲ καὶ τὸν ἐπιτάφιον αὐτοῦ ἄξιον γενέσθαι τοῦ βίου, καὶ ἀγῶνά τινα συστήσασθαι ὑπὲρ τοῦ χρηστηρίου, τῶν συνωμοτῶν ἐκείνων καὶ γοήτων, ὅσοι κορυφαῖοι ἦσαν, ἀνελθόντων ἐπὶ διαιτητὴν τὸν Ῥουτιλιανόν, τίνα χρὴ προκριθῆναι αὐτῶν καὶ διαδέξασθαι τὸ μαντεῖον καὶ στεφανωθῆναι τῷ ἱεροφαντικῷ καὶ [*](1 The request was granted, at least in part. Beginning with the reign of Verus, the legends ΙΩΝΟΠΟΛΕΙΤΩΝ and ΓΛΥΚΩΝ appear on the coins; and they continue to bear)