De luctu

Lucian of Samosata

Lucian of Samosata, On Funerals, Lucian vol. 4, Harmon, Harvard, 1961

21 Καὶ μέχρι μὲν θρήνων ὁ αὐτὸς ἄπασι νόμος τῆς ἀβελτερίας· τὸ δὲ ἀπὸ τούτου διελόμενοι κατὰ ἔθνη τὰς ταφὰς ὁ μὲν Ἕλλην ἔκαυσεν, ὁ δὲ Πέρσης ἔθαψεν, ὁ δὲ Ἰνδὸς ὑάλῳ περιχρίει, ὁ δὲ Σκύθης κατεσθίει, ταριχεύει δὲ ὁ Αἰγύπτιος· οὗτος μέν γε—λέγω δὲ ἰδών—ξηράνας τὸν νεκρὸν σύνδειπνον καὶ συμπότην ἐποιήσατο, πολλάκις δὲ καὶ δεομένῳ χρημάτων ἀνδρὶ Αἰγυπτίῳ ἔλυσε

128
τὴν ἀπορίαν ἐνέχυρον ἢ ὁ ἀδελφὸς ἢ ὁ πατὴρ ἐν καιρῷ γενόμενος.

22 Χώματα μὲν γὰρ καὶ πυραμίδες καὶ στῆλαι καὶ ἐπιγράμματα πρὸς ὀλίγον διαρκοῦντα πῶς οὐ περιττὰ καὶ παιδιαῖς προσεοικότα ;

23 καίτοι καὶ ἀγῶνας ἕνιοι διέθεσαν καὶ λόγους ἐπιταφίους εἶπον ἐπὶ τῶν μνημάτων ὥσπερ συναγορεύοντες ἢ μαρτυροῦντες παρὰ τοῖς κάτω δικασταῖς τῷ νεκρῷ.

24 Ἐπὶ πᾶσι τούτοις τὸ περίδειπνον, καὶ πάρεισιν οἱ προσήκοντες καὶ τοὺς γονέας παραμυθοῦνται τοῦ τετελευτηκότος καὶ πείθουσι γεύσασθαι, οὐκ ἀηδῶς μὰ Δία οὐδʼ αὐτοὺς αναγκαζομένους, ἀλλὰ ἤδη ὑπὸ λιμοῦ τριῶν ἑξῆς ἡμερῶν ἀπηνθηκότας. καί, “Μέχρι μὲν τίνος, ὦ οὗτος, ὀδυρόμεθα ; ἔασον ἀναπαύσασθαι τοὺς τοῦ μακαρίτου δαίμονας· εἰ δὲ καὶ τὸ παράπαν κλάειν διέγνωκας, αὐτοῦ γε τούτου ἕνεκα χρὴ μὴ ἀπόσιτον εἶναι, ἵνα καὶ διαρκέσῃς πρὸς τοῦ πένθους τὸ μέγεθος.” τότε δὴ τότε ῥαψωδοῦνται πρὸς ἀπάντων δύο τοῦ Ὁμήρου στίχοι·

καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου· καὶ

γαστέρι δʼ οὔπως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς. [*](1 Compare Teles (Hense,2 p. 31, l. 9 : a lacuna in the text recedes): “and we hesitate to look at or to touch (the dead), but they make mummies of them and keep them in the house as something handsome, and accept dead men as security. So opposed is their way to ours.” As Teles is almost certainly quoting this from Bion, it seems likely that Luncian drew from that source. But ha had also read Herodotus, 2, 136.)

130
οἱ δε ἄπτονται μέν, αἰσχυνόμενοι δὲ τὰ πρῶτα καὶ δεδιότες εἰ φανοῦνται μετὰ τὴν τελευτὴν τῶν φιλτάτων τοῖς ἀνθρωπίνοις πάθεσιν ἐμμένοντες.

Ταῦτα καὶ πολὺ τούτων γελοιότερα εὕροι τις ἂν ἐπιτηρῶν ἐν τοῖς πένθεσι γιγνόμενα διὰ τὸ τοὺς πολλοὺς τὸ μέγιστον τῶν κακῶν τὸν θάνατον οἴεσθαι.