Menippus sive necyomantia

Lucian of Samosata

Lucian of Samosata, Menippus, or the Descent into Hades, Lucian vol. 4, Harmon, Harvard, 1961

21 Ταῦτα μὲν δή σοι τὰ ἐν τῇ ἐκκλησίᾳ. ἐγὼ δέ, οὗπερ ἀφίγμην ἕνεκα, τῷ Τειρεσίᾳ προσελθὼν ἱκέτευον αὐτὸν τὰ πάντα διηγησάμενος εἰπεῖν πρός με ποῖόν τινα ἡγεῖται τὸν ἄριστον βίον. ὁ δὲ γελάσας—ἔστι δὲ τυφλόν τι γερόντιον καὶ ὠχρὸν καὶ λεπτόφωνον —“Ὦ τέκνον,” φησί, “τὴν μὲν αἰτίαν οἶδά σοι τῆς ἀπορίας ὅτι παρὰ τῶν σοφῶν ἐγένετο οὐ ταὐτὰ γιγνωσκόντων ἑαυτοῖς· ἀτὰρ οὐ θέμις λέγειν πρὸς σε· ἀπείρηται γὰρ ὑπὸ τοῦ Ῥαδαμάνθυος.” “Μηδαμῶς,” ἔφην, “ὦ πατέριον, ἀλλʼ εἰπὲ καὶ μὴ περιίδῃς με σοῦ τυφλότερον περιιόντα ἐν τῷ βίῳ.” ὁ δὲ δή με ἀπαγαγὼν καὶ πολὺ τῶν ἄλλων ἀποσπάσας ἤρεμα προσκύψας πρὸς τὸ οὖς φησίν, “Ὁ τῶν ἰδιωτῶν ἄριστος βίος, καὶ σωφρονεστερος1 παυσάμένος

108
τοῦ μετεωρολογεῖν καὶ τέλη καὶ ἀρχὰς ἐπισκοπεῖν καὶ καταπτύσας τῶν σοφῶν τούτων συλλογισμῶν καὶ τὰ τοιαῦτα λῆρον ἡγησάμενος τοῦτο μόνον ἐξ ἅπαντος θηράσῃ, ὅπως τὸ παρὸν εὖ θέμενος παραδράμῃς γελῶν τὰ πολλὰ καὶ περὶ μηδὲν ἐσπουδακώς.”

ὣς εἰπὼν πάλιν ὦρτο κατʼ ἀσφοδελὸν λειμῶνα.

22 Ἐγὼ δὲ—καὶ γὰρ ἤδη ὀψὲ ἦν—“Ἀγε δή, ὦ Μιθροβαρζάνη,” φημί, “τί διαμέλλομεν καὶ οὐκ ἄπιμεν αὖθις εἰς τὸν βίον”; ὁ δὲ πρὸς ταῦτα, “Θάρρει,” φησίν, “ ὦ Μένιππε· ταχεῖαν γάρ σοι καὶ ἀπράγμονα ὑποδείξω ἀτραπόν.” καὶ δὴ ἀγαγών με πρός τι χωρίον τοῦ ἄλλου ζοφερώτερον δείξας τῇ χειρὶ πόρρωθεν ἀμανρὸν καὶ λεπτὸν ὥσπερ διὰ κλειθρίας φῶς εἰσρέον, “Ἐκεῖνο,” ἔφη, “ἐστὶν τὸ ἱερὸν τὸ Τροφωνίου, κἀκεῖθεν κατίασιν οἱ ἀπὸ Βοιωτίας. ταύτην οὖν ἄνιθι καὶ εὐθὺς ἔσῃ ἐπὶ τῆς Ἑλλάδος.” ἡσθεὶς δὲ τοῖς εἰρημένοις ἐγὼ καὶ τὸν μάγον ἀσπασάμενος χαλεπῶς μάλα διὰ τοῦ στομίου ἀνερπύσας οὐκ οἶδʼ ὅπως ἐν Λεβαδείᾳ γίγνομαι.