Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

διόπερ μὴ ῥᾳδίως ἐπιβουλὴν γίνεσθαι παρὰ τοῖς Αἰθίοψι κατὰ τοῦ βασιλέως, ὡς ἂν τῶν φίλων ἁπάντων ἐπʼ ἴσης προνοουμένων τῆς τʼ ἐκείνου καὶ τῆς ἰδίας ἀσφαλείας. ταῦτα μὲν οὖν τὰ νόμιμα παρὰ τοῖς Αἰθίοψίν ἐστι τοῖς τὴν μητρόπολιν αὐτῶν οἰκοῦσι καὶ νεμομένοις τήν τε νῆσον τὴν Μερόην καὶ τὴν χώραν τὴν πλησίον Αἰγύπτου.

ἔστι δὲ καὶ ἄλλα γένη τῶν Αἰθιόπων παμπληθῆ, τὰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν παραποτάμιον τοῦ Νείλου κατοικοῦντα καὶ τὰς ἐν τῷ ποταμῷ νήσους, τὰ δὲ τὴν ὅμορον τῆς Ἀραβίας νεμόμενα, τὰ δʼ ἐν τοῖς μεσογείοις τῆς Λιβύης καθιδρυμένα.

οἱ πλεῖστοι δὲ τούτων καὶ μάλισθʼ οἱ παρὰ τὸν ποταμὸν

v.1.p.276
οἰκοῦντες ταῖς μὲν χρόαις εἰσὶ μέλανες, ταῖς δὲ ἰδέαις σιμοί, τοῖς δὲ τριχώμασιν οὖλοι. καὶ ταῖς μὲν ψυχαῖς παντελῶς ὑπάρχουσιν ἄγριοι καὶ τὸ θηριῶδες ἐμφαίνοντες, οὐχ οὕτω δὲ τοῖς θυμοῖς ὡς τοῖς ἐπιτηδεύμασιν· αὐχμηροὶ γὰρ ὄντες τοῖς ὅλοις σώμασι τοὺς μὲν ὄνυχας ἐπὶ πολὺ παρηγμένους ἔχουσι τοῖς θηρίοις παραπλησίως, τῆς δὲ πρὸς ἀλλήλους φιλανθρωπίας πλεῖστον ὅσον ἀφεστήκασι·

καὶ τὴν μὲν φωνὴν ὀξεῖαν προβάλλοντες, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἐπιτηδευομένων εἰς βίον ἥμερον οὐδʼ ὁτιοῦν ἔχοντες, μεγάλην ποιοῦσι πρὸς τὰ καθʼ ἡμᾶς ἔθη τὴν διαφοράν.

καθοπλίζονται δʼ αὐτῶν οἱ μὲν ἀσπίσιν ὠμοβοΐναις καὶ μικροῖς δόρασιν, οἱ δὲ ἀκοντίοις ἀναγκύλοις, ἐνίοτε δὲ ξυλίνοις τόξοις τετραπήχεσιν, οἷς τοξεύουσι μὲν τῷ ποδὶ προσβαίνοντες, ἀναλωθέντων δὲ τῶν οἰστῶν σκυτάλαις ξυλίναις διαγωνίζονται. καθοπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὁρίζοντες αὐταῖς τεταγμένην ἡλικίαν, ὧν ταῖς πλείσταις νόμιμόν ἐστι χαλκοῦν κρίκον φέρειν ἐν τῷ χείλει τοῦ στόματος.

ἐσθῆτι δέ τινες μὲν αὐτῶν ἁπλῶς οὐ χρῶνται, γυμνῆτα βίον ἔχοντες διʼ αἰῶνος καὶ πρὸς μόνα τὰ καύματα ποριζόμενοι βοήθειαν αὐτουργὸν ἐκ τοῦ παραπεσόντος· τινὲς δὲ τῶν προβάτων τὰς οὐρὰς ἀποκόπτοντες ἐκ τῶν ὄπισθεν καλύπτουσι διὰ τούτων τὰ ἰσχία, καθάπερ αἰδῶ ταύτην προβαλλόμενοι· ἔνιοι δὲ χρῶνται ταῖς δοραῖς τῶν κτηνῶν, εἰσὶ δʼ οἳ περιζώμασι μέχρι μέσου τὸ

v.1.p.277
σῶμα καλύπτουσιν, ἐκ τῶν τριχῶν πλέκοντες, ὡς ἂν τῶν παρʼ αὐτοῖς προβάτων ὄντων μὴ φερόντων ἔρια διὰ τὴν ἰδιότητα τῆς χώρας.