Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

οἳ τὸ μὲν παλαιὸν ἐξῆγον δικαιοσύνῃ χρώμενοι καὶ ταῖς ἀπὸ τῶν θρεμμάτων τροφαῖς ἀρκούμενοι, ὕστερον δὲ τῶν ἀπὸ τῆς Ἀλεξανδρείας βασιλέων πλωτὸν τοῖς ἐμπόροις ποιησάντων τὸν πόρον τοῖς τε ναυαγοῦσιν ἐπετίθεντο καὶ λῃστρικὰ σκάφη κατασκευάζοντες ἐλῄστευον τοὺς πλέοντας, μιμούμενοι τὰς ἀγριότητας καὶ παρανομίας τῶν ἐν τῷ Πόντῳ Ταύρων· μετὰ δὲ ταῦτα ληφθέντες ὑπὸ τετρηρικῶν σκαφῶν πελάγιοι προσηκόντως ἐκολάσθησαν.

μετὰ δὲ τούτους τοὺς τόπους ὑπάρχει χώρα πεδιὰς κατάρρυτος, ἐκτρέφουσα διὰ τὰς πάντῃ διαρρεούσας πηγὰς ἄγρωστιν καὶ μηδίκην, ἔτι δὲ λωτὸν ἀνδρομήκη. διὰ δὲ τὸ πλῆθος καὶ τὴν ἀρετὴν τῆς νομῆς οὐ μόνον κτηνῶν

v.1.p.332
παντοδαπῶν ἀμύθητον ἐκτρέφει πλῆθος, ἀλλὰ καὶ καμήλους ἀγρίας, ἔτι δʼ ἐλάφους καὶ δορκάδας.

πρὸς δὲ τὸ πλῆθος τῶν ἐντρεφομένων ζῴων φοιτῶσιν ἐκ τῆς ἐρήμου λεόντων καὶ λύκων καὶ παρδάλεων ἀγέλαι, πρὸς ἃς οἱ κτηνοτροφοῦντες ἀναγκάζονται καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ θηριομαχεῖν ὑπὲρ τῶν θρεμμάτων· οὕτω τὸ τῆς χώρας εὐτύχημα τοῖς κατοικοῦσιν ἀτυχίας αἴτιον γίνεται διὰ τὸ τὴν φύσιν ὡς ἐπίπαν τοῖς ἀνθρώποις μετὰ τῶν ἀγαθῶν διδόναι τὰ βλάπτοντα.

παραπλεύσαντι δὲ τὰ πεδία ταῦτα κόλπος ἐκδέχεται παράδοξον ἔχων τὴν φύσιν. συννεύει μὲν γὰρ εἰς τὸν μυχὸν τῆς χώρας, τῷ μήκει δʼ ἐπὶ σταδίους πεντακοσίους παρεκτείνεται, περικλειόμενος δὲ κρημνοῖς θαυμασίοις τὸ μέγεθος σκολιὸν καὶ δυσέξιτον ἔχει τὸ στόμα· ἁλιτενοῦς γὰρ πέτρας τὸν εἴσπλουν διαλαμβανούσης οὔτʼ εἰσπλεῦσαι δυνατόν ἐστιν εἰς τὸν κόλπον οὔτʼ ἐκπλεῦσαι.

κατὰ δὲ τὰς τοῦ ῥοῦ προσπτώσεις καὶ τὰς τῶν ἀνέμων μεταβολὰς ὁ κλύδων προσπίπτων τῇ ῥαχίᾳ καχλάζει καὶ τραχύνεται πάντῃ περὶ τὴν παρήκουσαν πέτραν. οἱ δὲ τὴν κατὰ τὸν κόλπον χώραν νεμόμενοι, Βανιζομενεῖς ὀνομαζόμενοι, τὰς τροφὰς ἔχουσι κυνηγοῦντες καὶ σαρκοφαγοῦντες τὰ χερσαῖα ζῷα. ἱερὸν δʼ ἁγιώτατον ἵδρυται, τιμώμενον ὑπὸ πάντων Ἀράβων περιττότερον.

ἑξῆς δὲ τῇ προειρημένῃ παραλίᾳ νῆσοι τρεῖς ἐπίκεινται, λιμένας ποιοῦσαι πλείους. καὶ τούτων τὴν μὲν πρώτην ἱστοροῦσιν ὑπάρχειν ἱερὰν

v.1.p.333
Ἴσιδος, ἔρημον οὖσαν, παλαιῶν δʼ οἰκιῶν ἔχειν λιθίνας ὑποστάθμας καὶ στήλας γράμμασι βαρβαρικοῖς κεχαραγμένας· ὁμοίως δὲ καὶ τὰς ἄλλας ἐρήμους ὑπάρχειν· πάσας δʼ ἐλαίαις καταπεφυτεῦσθαι διαφόροις τῶν παρʼ ἡμῖν.