Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
ἔνιοι δὲ τῶν ἐλεφάντων περιαλγεῖς γινόμενοι τοῦ μὲν ἀμύνεσθαι τὸν ἐπιβουλεύσαντα μακρὰν ἀφεστήκασι, τὴν δὲ φυγὴν διὰ τοῦ πεδίου ποιοῦνται, μέχρι ἂν οὗ συνεχῶς προβεβηκὼς ὁ τύπτων εἰς τὸν αὐτὸν τόπον τῷ πελέκει διακόψας τὰ νεῦρα ποιήσῃ πάρετον τὸ ζῷον. ὅταν δὲ τὸ ζῷον πέσῃ, συντρέχουσι κατὰ συστήματα, καὶ ζῶντος ἔτι τέμνοντες τὰς σάρκας ἐκ τῶν ὄπισθεν μερῶν εὐωχοῦνται.
ἔνιοι δὲ τῶν πλησίον κατοικούντων χωρὶς κινδύνων θηρεύουσι τοὺς ἐλέφαντας τέχνῃ τῆς βίας περιγινόμενοι. εἴωθε γὰρ τοῦτο τὸ ζῷον, ἐπειδὰν ἀπὸ τῆς νομῆς πληρωθῇ, πρὸς ὕπνον καταφέρεσθαι, διαφορὰν ἐχούσης τῆς περὶ αὐτὸ διαθέσεως πρὸς τὰ λοιπὰ τῶν τετραπόδων·
οὐ γὰρ δύναται τοῖς γόνασι πρὸς τὴν γῆν συγκαθιέναι τὸν ὅλον ὄγκον, ἀλλὰ πρὸς δένδρον ἀνακλιθὲν ποιεῖται τὴν διὰ τῶν ὕπνων ἀνάπαυσιν. διόπερ τὸ δένδρον διὰ τὴν γινομένην πρὸς αὐτὸ πλεονάκις πρόσκλισιν τοῦ ζῴου τετριμμένον τέ ἐστι καὶ ῥύπου πλῆρες, πρὸς δὲ τούτοις ὁ περὶ αὐτὸ τόπος ἴχνη τε ἔχει καὶ σημεῖα πολλά, διʼ ὧν οἱ τὰ τοιαῦτα ἐρευνῶντες
ὅταν οὖν ἐπιτύχωσι τοιούτῳ δένδρῳ, πρίζουσιν αὐτὸ παρὰ τὴν γῆν, μέχρι ἂν ὀλίγην ἔτι τὴν ῥοπὴν ἔχῃ πρὸς τὴν πτῶσιν· εἶθʼ οὗτοι μὲν τὰ σημεῖα τῆς ἰδίας παρουσίας ἀφανίσαντες ταχέως ἀπαλλάττονται, φθάνοντες τὴν ἔφοδον τοῦ ζῴου, ὁ δʼ ἐλέφας πρὸς τὴν ἑσπέραν ἐμπλησθεὶς τῆς τροφῆς ἐπὶ τὴν συνήθη καταντᾷ κοίτην. κατακλιθεὶς δὲ ἀθρόῳ τῷ βάρει παραχρῆμα μετὰ τῆς τοῦ δένδρου φορᾶς ἐπὶ τὴν γῆν καταφέρεται, πεσὼν δʼ ὕπτιος μένει τὴν νύκτα κείμενος διὰ τὸ τὴν τοῦ σώματος φύσιν ἀδημιούργητον εἶναι πρὸς ἀνάστασιν.
οἱ δὲ πρίσαντες τὸ δένδρον Αἰθίοπες ἅμʼ ἡμέρᾳ καταντῶσι, καὶ χωρὶς κινδύνων ἀποκτείναντες τὸ ζῷον σκηνοποιοῦνται περὶ τὸν τόπον καὶ παραμένουσι μέχρι ἂν τὸ πεπτωκὸς ἀναλώσωσι.
τούτων δὲ τῶν γενῶν τὰ μὲν πρὸς ἑσπέραν μέρη κατοικοῦσιν Αἰθίοπες οἱ προσαγορευόμενοι Σιμοί, τὰ δὲ πρὸς μεσημβρίαν κεκλιμένα νέμεται τὸ τῶν Στρουθοφάγων γένος.