Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἐκ γὰρ τοῦ παντὸς αἰῶνος σεσώρευται τοῦ μνίου φόρτος ἄπλατος, ὄρει παρεμφερής· οὗτος ὑπὸ τῆς συνεχοῦς τοῦ κύματος πληγῆς πεπιλημένος τὴν φύσιν ἔχει στερέμνιον καὶ συμπεπλεγμένην ἅμμῳ. ἐν τούτοις οὖν τοῖς ἀναστήμασιν ὑπονόμους ἀνδρομήκεις ὀρύττοντες, τὸν μὲν κατὰ κορυφὴν τόπον ἐῶσι στέγην, κάτωθεν δʼ αὐλῶνας παραμήκεις καὶ πρὸς ἀλλήλους συντετρημένους κατασκευάζουσιν. ἐν δὲ τούτοις ἀναψύχοντες ἑαυτοὺς ἀλύπους κατασκευάζουσι, καὶ κατὰ τὰς ἐπικλύσεις τῶν κυμάτων ἐκπηδῶντες περὶ τὴν θήραν τῶν ἰχθύων ἀσχολοῦνται· ὅταν δὲ ἄμπωτις γένηται, κατευωχησόμενοι τὰ ληφθέντα συμφεύγουσι πάλιν εἰς τοὺς προειρημένους αὐλῶνας.

τοὺς δὲ τελευτήσαντας θάπτουσι κατὰ μὲν τὸν τῆς ἀμπώτεως καιρὸν ἐῶντες ἐρριμμένους, ὅταν δʼ ἡ πλημυρὶς ἐπέλθῃ, ῥίπτουσιν εἰς τὴν θάλατταν τὰ σώματα. διὸ καὶ τὴν ἰδίαν ταφὴν τροφὴν τῶν ἰχθύων ποιούμενοι κυκλούμενον ἰδιοτρόπως τὸν βίον ἔχουσι παρʼ ὅλον τὸν αἰῶνα.

v.1.p.294

ἓν δὲ γένος τῶν Ἰχθυοφάγων τοιαύτας ἔχει τὰς οἰκήσεις ὥστε πολλὴν ἀπορίαν παρέχεσθαι τοῖς τὰ τοιαῦτα φιλοτιμουμένοις ζητεῖν· ἐν γὰρ ἀποκρήμνοις φάραγξι καθίδρυνταί τινες, εἰς ἃς ἐξ ἀρχῆς ἦν ἀδύνατον παραβάλλειν τοὺς ἀνθρώπους, ἄνωθεν μὲν ἐπεχούσης πέτρας ὑψηλῆς καὶ πανταχόθεν ἀποτόμου, ἐκ πλαγίων δὲ κρημνῶν ἀπροσίτων ὑφαιρουμένων τὰς παρόδους, τὴν δὲ λοιπὴν πλευρὰν τοῦ πελάγους ὁρίζοντος, ὃ πεζῇ μὲν διελθεῖν ἀδύνατον, σχεδίαις δὲ οὐ χρῶνται τὸ παράπαν, πλοίων τε τῶν παρʼ ἡμῖν ὑπάρχουσιν ἀνεννόητοι.

τοιαύτης δὲ ἀπορίας περὶ αὐτοὺς οὔσης, ὑπολείπεται λέγειν αὐτόχθονας αὐτοὺς ὑπάρχειν, ἀρχὴν μὲν τοῦ πρώτου γένους μηδεμίαν ἐσχηκότας, ἀεὶ δʼ ἐξ αἰῶνος γεγονότας, καθάπερ ἔνιοι τῶν φυσιολόγων περὶ πάντων τῶν φυσιολογουμένων ἀπεφήναντο.

ἀλλὰ γὰρ περὶ μὲν τῶν τοιούτων ἀνεφίκτου τῆς ἐπινοίας ἡμῖν οὔσης οὐδὲν κωλύει τοὺς τὰ πλεῖστα ἀποφηναμένους ἐλάχιστα γινώσκειν, ὡς ἂν τῆς ἐν τοῖς λόγοις πιθανότητος τὴν μὲν ἀκοὴν πειθούσης, τὴν δʼ ἀλήθειαν οὐδαμῶς εὑρισκούσης.

ῥητέον δʼ ἡμῖν καὶ περὶ τῶν καλουμένων Χελωνοφάγων, ὃν τρόπον ἔχουσι τὴν ὅλην διάθεσιν τοῦ βίου. νῆσοι γάρ εἰσι κατὰ τὸν ὠκεανὸν πλησίον τῆς γῆς κείμεναι, πολλαὶ μὲν τὸ πλῆθος, μικραὶ δὲ τοῖς μεγέθεσι καὶ ταπειναί, καρπὸν δὲ οὔθʼ ἥμερον οὔτʼ ἄγριον ἔχουσαι. ἐν ταύταις διὰ τὴν πυκνότητα κῦμα μὲν οὐ γίνεται, τοῦ κλύδωνος θραυομένου περὶ τὰς

v.1.p.295
ἄκρας τῶν νήσων, χελωνῶν δὲ θαλαττίων πλῆθος ἐνδιατρίβει περὶ τοὺς τόπους τούτους, πανταχόθεν καταφεῦγον πρὸς τὴν ἐκ τῆς γαλήνης σκέπην.