Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ὄντος δὲ φιλέλληνος τοῦ βασιλέως καὶ παιδείας ἀντεχομένου, μεγάλης αὐτὸν ἀποδοχῆς καταξιῶσαι· τὸ δὲ τελευταῖον μετά τινος ἀσφαλείας τὸ μὲν πρῶτον εἰς τὴν Περσίδα διελθεῖν,

ὕστερον δὲ εἰς τὴν Ἑλλάδα διασωθῆναι. ὁ δὲ Ἰαμβοῦλος οὗτος ταῦτά τε ἀναγραφῆς ἠξίωσε καὶ περὶ τῶν κατὰ τὴν Ἰνδικὴν οὐκ ὀλίγα συνετάξατο τῶν ἀγνοουμένων παρὰ τοῖς ἄλλοις. ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ τῆς βίβλου γεγενημένην ἐπαγγελίαν τετελεκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.

v.1.p.267

τάδε ἔνεστιν ἐν τῇ τρίτῃ. τῶν Διοδώρου βίβλων.

περὶ Αἰθιόπων τῶν ὑπὲρ τῆς Λιβύης καὶ τῶν παρʼ αὐτοῖς ἀρχαιολογουμένων.

περὶ τῶν χρυσείων μετάλλων τῶν ἐν ταῖς ἐσχατιαῖς τῆς Αἰγύπτου καὶ τῆς κατασκευῆς τοῦ χρυσοῦ.

περὶ τῶν κατοικούντων ἐθνῶν τὴν παράλιον τὴν παρὰ τὸν Ἀραβικὸν κόλπον καὶ καθόλου πᾶσαν τὴν παρὰ τὸν ὠκεανὸν μέχρι τῆς Ἰνδικῆς. ἐν δὲ τούτοις δηλοῦται τὰ κατὰ μέρος ἔθνη τίσι νομίμοις χρῆται καὶ παρὰ τίνας αἰτίας πολλὰ παρʼ αὐτοῖς ἱστορεῖται παντελῶς ἐξηλλαγμένα καὶ διὰ τὸ παράδοξον ἀπιστούμενα.

περὶ τῶν κατὰ τὴν Λιβύην ἀρχαιολογουμένων καὶ περὶ Γοργόνων καὶ Ἀμαζονίδων καὶ Ἄμμωνος καὶ Ἄτλαντος ἱστορουμένων. περὶ τῶν κατὰ τὴν Νῦσαν μυθολογουμένων, ἐν οἷς ἐστι καὶ περὶ Τιτάνων καὶ Διονύσου καὶ μητρὸς θεῶν.

v.1.p.268

τῶν πρὸ ταύτης βίβλων δυοῖν οὐσῶν ἡ μὲν πρώτη περιέχει τὰς κατὰ τὴν Αἴγυπτον πράξεις τῶν ἀρχαίων βασιλέων καὶ τὰ μυθολογούμενα περὶ τῶν παρʼ Αἰγυπτίοις θεῶν, πρὸς δὲ τούτοις περὶ τοῦ Νείλου καὶ τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ παντοδαπῶν ζῴων, περί τε τῆς τοποθεσίας τῆς οὔσης Αἰγύπτου καὶ τῶν νομίμων τῶν παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν δικαστηρίων,

ἡ δὲ δευτέρα τὰς κατὰ τὴν Ἀσίαν καὶ τὰς ἐν τοῖς ἀρχαίοις συντελεσθείσας πράξεις ὑπὸ τῶν Ἀσσυρίων, ἐν αἷς ἐστιν ἥ τε Σεμιράμιδος γένεσις καὶ αὔξησις, καθʼ ἣν ἔκτισε μὲν Βαβυλῶνα καὶ πολλὰς ἄλλας πόλεις, ἐστράτευσε δὲ ἐπὶ τὴν Ἰνδικὴν μεγάλαις δυνάμεσιν· ἑξῆς δὲ περὶ τῶν Χαλδαίων καὶ τῆς παρʼ αὐτοῖς τῶν ἄστρων παρατηρήσεως, καὶ περὶ τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ παραδόξων, περί τε τῆς Σκυθῶν βασιλείας, καὶ περὶ Ἀμαζόνων, καὶ τὸ τελευταῖον περὶ τῶν Ὑπερβορέων.

ἐν δὲ ταύτῃ τὰ συνεχῆ τοῖς προϊστορημένοις προστιθέντες διέξιμεν περὶ Αἰθιόπων καὶ τῶν Λιβύων καὶ τῶν ὀνομαζομένων Ἀτλαντίων.

v.1.p.269