Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεμιστοκλέους ἐν Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Γάιος Κορνήλιος καὶ Μάρκος Ποπίλιος. ἐπὶ δὲ τούτων Βοιωτοὶ πολλὴν τῆς Φωκίδος χώραν πορθήσαντες περὶ τὴν ὀνομαζομένην Ὕαν πόλιν ἐνίκησαν τοὺς πολεμίους καὶ κατέβαλον αὐτῶν περὶ ἑβδομήκοντα.
μετὰ δὲ ταῦτα Βοιωτοὶ περὶ Κορώνειαν συμπλακέντες τοῖς Φωκεῦσιν ἡττήθησαν καὶ συχνοὺς ἀπέβαλον. ἔπειτα τῶν Φωκέων κατασχόντων ἱκανάς τινας πόλεις ἐν τῇ Βοιωτίᾳ στρατεύσαντες οἱ Βοιωτοὶ καὶ τὸν σῖτον ἐκ τῆς χώρας τῶν πολεμίων φθείραντες κατὰ τὴν ἐπάνοδον ἡττήθησαν.
ἅμα δὲ τούτοις πραττομένοις Φάλαικος μὲν ὁ τῶν Φωκέων στρατηγὸς, διαβληθεὶς ὅτι πολλὰ τῶν ἱερῶν χρημάτων κέκλοφεν, ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, ἀντὶ δὲ τούτου στρατηγῶν αἱρεθέντων τριῶν, Δεινοκράτους καὶ Καλλίου καὶ Σωφάνους, ἐγένετο ζήτησις τῶν ἱερῶν χρημάτων καὶ λόγον τοὺς κεχειρικότας οἱ Φωκεῖς ἀπῄτουν· ἦν δὲ πλεῖστα διῳκηκὼς Φίλων.