Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἐκπλεύσας οὖν μετὰ νεῶν ἑκατὸν κατήχθη ἐπὶ τὴν τῶν Σελινουντίων χώραν νυκτός, καὶ περιπλεύσας τὴν περὶ Λιλύβαιον ἄκραν ἅμʼ ἡμέρᾳ παρῆν ἐπὶ τὴν Μοτύην. ἀνελπίστως δʼ ἐπιφανεὶς τοῖς πολεμίοις τῶν παρορμούντων πλοίων τὰ μὲν συνέτριψε, τὰ δʼ ἔκαυσεν, οὐ δυναμένων βοηθεῖν τῶν περὶ Διονύσιον.
μετὰ δὲ ταῦτʼ εἰσπλεύσας εἰς τὸν λιμένα διέταξε τὰς ναῦς ὡς ἐπιθησόμενος ταῖς νενεωλκημέναις ὑπὸ τῶν πολεμίων. Διονύσιος δὲ συναγαγὼν τὴν δύναμιν ἐπὶ τὸ στόμα τοῦ λιμένος, καὶ θεωρῶν τοὺς πολεμίους τὸν ἐκ τοῦ λιμένος ἔκπλουν παραφυλάττοντας, εὐλαβεῖτο καθέλκειν εἰς τὸν λιμένα τὰ σκάφη· οὐ γὰρ ἠγνόει διότι στενοῦ τοῦ στόματος ὄντος ἀναγκαῖον ἦν ὀλίγαις ναυσὶ πρὸς πολλαπλασίους διακινδυνεύειν.
διόπερ τῷ πλήθει τῶν στρατιωτῶν ῥᾳδίως διελκύσας τὰ σκάφη διὰ τῆς γῆς εἰς τὴν ἐκτὸς τοῦ λιμένος θάλατταν διέσωσε τὰς ναῦς. Ἰμίλκων δὲ ταῖς πρώταις τριήρεσιν ἐπιθέμενος τῷ πλήθει τῶν βελῶν ἀνείργετο· ἐπὶ μὲν γὰρ τῶν νεῶν ἐπεβεβήκει πλῆθος τοξοτῶν καὶ σφενδονητῶν, ἀπὸ δὲ τῆς γῆς τοῖς ὀξυβελέσι καταπέλταις οἱ Συρακόσιοι χρώμενοι συχνοὺς τῶν πολεμίων ἀνῄρουν· καὶ γὰρ κατάπληξιν εἶχε μεγάλην τοῦτο τὸ βέλος διὰ τὸ πρώτως εὑρεθῆναι κατʼ ἐκεῖνον τὸν καιρόν· ὥστε Ἰμίλκων οὐ δυνάμενος κρατῆσαι τῆς ἐπιβολῆς ἀπέπλευσεν εἰς τὴν Λιβύην, ναυμαχεῖν οὐ κρίνων συμφέρειν διὰ τὸ διπλασίας εἶναι τὰς ναῦς τῶν πολεμίων.
Διονύσιος δὲ τῇ πολυχειρίᾳ τῶν ἐργαζομένων συντελέσας τὸ χῶμα, προσήγαγε παντοίας μηχανὰς τοῖς τείχεσι, καὶ τοῖς μὲν κριοῖς ἔτυπτε τοὺς πύργους, τοῖς δὲ καταπέλταις ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων μαχομένους· προσήγαγε δὲ καὶ τοὺς ὑπὸ τῶν τροχῶν πύργους τοῖς τείχεσιν, ἑξωρόφους ὄντας, οὓς κατεσκεύασε πρὸς τὸ τῶν οἰκιῶν ὕψος.
οἱ δὲ τὴν Μοτύην κατοικοῦντες ἐν χερσὶ τοῦ κινδύνου καθεστῶτος ὅμως οὐ κατεπλάγησαν τὴν τοῦ Διονυσίου δύναμιν, καίπερ ὄντες ἔρημοι συμμάχων κατʼ ἐκεῖνον τὸν καιρόν. ὑπερτιθέμενοι δὲ τῇ φιλοδοξίᾳ τοὺς πολιορκοῦντας, τὸ μὲν πρῶτον ἐκ τῶν μεγίστων ἱστῶν κεραίαις ἱσταμέναις ἐβάσταζον ἄνδρας ἐν θωρακίοις, οὗτοι δʼ ἀφʼ ὑψηλῶν τόπων δᾷδας ἡμμένας ἠφίεσαν καὶ στυππεῖα καιόμενα μετὰ πίττης εἰς τὰς τῶν πολεμίων μηχανάς.
ταχὺ δὲ τῆς φλογὸς ἐπινεμομένης τὴν ὕλην, ὀξέως οἱ Σικελιῶται παραβοηθήσαντες ταύτην μὲν ἀπέσβεσαν, τοῖς δὲ κριοῖς πυκνὰς τὰς ἐμβολὰς διδόντες κατέβαλον μέρος τοῦ τείχους. συνδραμόντων δʼ ἐπὶ τὸν τόπον ἀθρόων ἐξ ἑκατέρου μέρους ἰσχυρὰν συνέβαινε τὴν μάχην γίνεσθαι.