Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
κατὰ δὲ τὴν ὁδοιπορίαν ἀεὶ παρελάμβανε τοὺς ἐκ τῶν Ἑλληνίδων πόλεων, πανδημεὶ καθοπλίζων· συνεστρατεύοντο γὰρ αὐτῷ προθύμως ἅπαντες, μισοῦντες μὲν τὸ βάρος τῆς τῶν Φοινίκων ἐπικρατείας, ἐπιθυμοῦντες δὲ τυχεῖν ποτε τῆς ἐλευθερίας.
καὶ πρώτους μὲν Καμαριναίους παρέλαβεν, εἶτα Γελῴους καὶ Ἀκραγαντίνους· μεθʼ οὓς Ἱμεραίους μετεπέμψατο, κατοικοῦντας ἐπὶ θάτερα μέρη τῆς Σικελίας· Σελινουντίους δʼ ἐν παρόδῳ προσαγαγόμενος παρεγενήθη πρὸς τὴν Μοτύην μετὰ πάσης τῆς δυνάμεως.
εἶχε δὲ πεζοὺς μὲν ὀκτακισμυρίους, ἱππεῖς δὲ πολὺ πλείους τῶν τρισχιλίων, ναῦς δὲ μακρὰς οὐ πολὺ λειπούσας τῶν διακοσίων· συνηκολούθει δὲ καὶ φορτηγὰ πλοῖα γέμοντα πολλῶν μηχανημάτων, ἔτι δὲ τῆς ἄλλης χορηγίας ἁπάσης, ὄντα τὸν ἀριθμὸν οὐκ ἐλάττω πεντακοσίων.
τηλικαύτης δὲ τῆς παρασκευῆς οὔσης, Ἐρυκῖνοι μὲν καταπλαγέντες τὸ μέγεθος τῆς δυνάμεως καὶ μισοῦντες Καρχηδονίους προσεχώρησαν τῷ Διονυσίῳ, οἱ δὲ τὴν Μοτύην κατοικοῦντες προσδεχόμενοι τὴν ἐκ Καρχηδονίων βοήθειαν οὐ κατεπλήττοντο τὴν Διονυσίου δύναμιν, ἀλλὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζοντο· οὐ γὰρ ἠγνόουν τοὺς Συρακοσίους ὅτι πρώτην τὴν Μοτύην πορθήσουσι διὰ τὸ πιστοτάτην εἶναι τοῖς Καρχηδονίοις.
αὕτη δʼ ἡ πόλις ἦν ἐπί τινος νήσου κειμένη, τῆς Σικελίας ἀπέχουσα σταδίους ἕξ, τῷ δὲ πλήθει καὶ τῷ κάλλει τῶν οἰκιῶν εἰς ὑπερβολὴν πεφιλοτεχνημένη διὰ τὴν εὐπορίαν τῶν κατοικούντων. εἶχε δὲ καὶ ὁδὸν στενὴν χειροποίητον φέρουσαν ἐπὶ τὸν τῆς Σικελίας αἰγιαλόν, ἣν οἱ Μοτυηνοὶ τότε διέσκαψαν, ὡς μὴ προσόδους ἔχοιεν κατʼ αὐτῶν οἱ πολέμιοι.
Διονύσιος δὲ μετὰ τῶν ἀρχιτεκτόνων κατασκεψάμενος τοὺς τόπους, ἤρξατο χώματα κατασκευάζειν ἐπὶ τὴν Μοτύην, καὶ τὰς μὲν μακρὰς ναῦς παρὰ τὸν εἴσπλουν τοῦ λιμένος ἐνεώλκησε, τὰ δὲ φορτηγὰ τῶν πλοίων ὥρμισε παρὰ τὸν αἰγιαλόν.