Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

σχιζομένων δὲ τῶν Σικελικῶν πόλεων, καὶ τῶν μὲν τοῖς Ἀκραγαντίνοις, τῶν δὲ τοῖς Συρακοσίοις συστρατευόντων, ἠθροίσθησαν παρʼ ἀμφοτέροις δυνάμεις ἀξιόλογοι. φιλοτιμίας δὲ μεγάλης γενομένης ταῖς πόλεσιν, ἀντεστρατοπέδευσαν ἀλλήλοις περὶ τὸν Ἱμέραν ποταμόν, καὶ γενομένης παρατάξεως ἐνίκησαν οἱ Συρακόσιοι, καὶ τῶν Ἀκραγαντίνων ἀνεῖλον ὑπὲρ τοὺς χιλίους. μετὰ δὲ τὴν μάχην διαπρεσβευσαμένων περὶ συνθέσεως τῶν Ἀκραγαντίνων, οἱ Συρακόσιοι συνέθεντο τὴν εἰρήνην.

καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Ἰταλίαν συνέβη κτισθῆναι τὴν τῶν Θουρίων πόλιν διʼ αἰτίας τοιαύτας. ἐν τοῖς ἔμπροσθεν χρόνοις Ἑλλήνων κτισάντων κατὰ τὴν Ἰταλίαν πόλιν Σύβαριν, συνέβη ταύτην λαβεῖν ταχεῖαν αὔξησιν διὰ τὴν ἀρετὴν τῆς χώρας.

κειμένης γὰρ ἀνὰ μέσον δυεῖν ποταμῶν, τοῦ τε Κράθιος καὶ τοῦ Συβάριος, ἀφʼ οὗ ταύτης ἔτυχε τῆς προσηγορίας, οἱ κατοικισθέντες νεμόμενοι πολλὴν καὶ καρποφόρον χώραν μεγάλους ἐκτήσαντο πλούτους. πολλοῖς δὲ μεταδιδόντες τῆς πολιτείας ἐπὶ τοσοῦτο προέβησαν, ὥστε δόξαι πολὺ προέχειν τῶν κατὰ τὴν Ἰταλίαν οἰκούντων, πολυανθρωπίᾳ τε τοσοῦτο διήνεγκαν, ὥστε τὴν πόλιν ἔχειν πολιτῶν τριάκοντα μυριάδας. γενόμενος δὲ παρʼ αὐτοῖς δημαγωγὸς Τῆλυς, καὶ κατηγορῶν τῶν μεγίστων ἀνδρῶν, ἔπεισε τοὺς Συβαρίτας φυγαδεῦσαι τοὺς εὐπορωτάτους τῶν πολιτῶν πεντακοσίους καὶ τὰς οὐσίας αὐτῶν δημεῦσαι.

τῶν δὲ φυγάδων παρελθόντων εἰς Κρότωνα καὶ καταφυγόντων ἐπὶ τοὺς εἰς τὴν ἀγορὰν βωμούς, ὁ μὲν Τῆλυς ἐξέπεμψε πρεσβευτὰς πρὸς τοὺς Κροτωνιάτας, οἷς ἦν προστεταγμένον ἢ τοὺς φυγάδας ἐκδοῦναι ἢ πόλεμον προσδέχεσθαι.