Laws

Plato

Plato, creator. Platonis Opera Tomvs V Tetralogia VIII, Burnet, John, 1863-1928, editor. Oxford University Press. 1914.

ΑΘ. ἆρʼ οὐκ εἴπομεν ὅτι δεῖ σύλλογον ἡμῖν ἐν τῇ πόλει γίγνεσθαι τοιόνδε τινά; δέκα μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους ἀεί, τοὺς δὲ τἀριστεῖα εἰληφότας ἅπαντας δεῖν εἰς ταὐτὸ συλλέγεσθαι τούτοις, ἔτι δὲ τοὺς ἐκδημήσαντας ἐπὶ ζήτησιν εἴ τί που πρὸς τὴν νομοφυλακίαν γίγνοιτο ἓν καίριον ἀκοῦσαι καὶ σωθέντας οἴκαδε, δόξαι, τούτοις αὐτοῖς διαβασανισθέντας, τοῦ συλλόγου ἀξιοκοινωνήτους εἶναι· πρὸς τούτοις δὲ ἕνα ἕκαστον δεῖν προσλαμβάνειν τῶν νέων, μὴ ἔλαττον ἢ τριάκοντʼ ἔτη γεγονότα, πρῶτον δὲ αὐτὸν κρίναντα ἐπάξιον εἶναι φύσει καὶ τροφῇ, τὸν νέον οὕτως εἰς τοὺς ἄλλους εἰσφέρειν, καὶ ἐὰν μὲν δόξῃ καὶ τοῖς ἄλλοις, προσλαμβάνειν, εἰ δὲ μή, ἀπόρρητον εἶναι τὴν γεγονυῖαν κρίσιν τοῖς τε ἄλλοις δὴ καὶ μάλιστʼ αὐτῷ τῷ ἀποκριθέντι· δεῖν δὲ ὄρθριον εἶναι τὸν σύλλογον, ἡνίκʼ ἂν τῶν ἄλλων πράξεων ἰδίων τε καὶ κοινῶν καὶ μάλιστʼ ᾖ τις σχολὴ παντί. τοιοῦτόν τί που λεχθὲν ἡμῖν ἦν ἐν τοῖς ἔμπροσθεν λόγοις;

ΚΛ. ἦν γὰρ οὖν.

ΑΘ. τούτου δὴ πέρι τοῦ συλλόγου πάλιν ἀναλαβὼν λέγοιμʼ ἂν τὸ τοιόνδε. φημί, εἴ τις τοῦτον βάλοιτο οἷον ἄγκυραν πάσης τῆς πόλεως, πάντα ἔχουσαν τὰ πρόσφορα ἑαυτῇ, σῴζειν ἂν σύμπαντα ἃ βουλόμεθα.

ΚΛ. πῶς δή;

ΑΘ. τὸ μετὰ τοῦτο ἡμέτερος ἂν καιρὸς γίγνοιτο ὀρθῶς φράζοντας μηδὲν ἀπολείπειν προθυμίας.

ΚΛ. καὶ μάλα καλῶς εἶπες, ποίει θʼ ὥσπερ καὶ διανοῇ.

ΑΘ. χρὴ τοίνυν, ὦ Κλεινία, παντὸς πέρι νοῆσαι σωτῆρα τὸν εἰκότα ἐν ἑκάστοις τῶν ἔργων, ὡς ἐν ζῴῳ ψυχὴ καὶ κεφαλή, τό γε μέγιστον, πεφύκατον.

ΚΛ. πῶς αὖ φῄς;

ΑΘ. ἡ τούτοιν ἀρετὴ δήπου παντὶ παρέχει ζῴῳ σωτηρίαν.

ΚΛ. πῶς;

ΑΘ. ψυχῇ μὲν πρὸς τοῖς ἄλλοις νοῦς ἐγγιγνόμενος, κεφαλῇ δʼ αὖ πρὸς τοῖς ἄλλοις ὄψις καὶ ἀκοή· συλλήβδην δὲ νοῦς μετὰ τῶν καλλίστων αἰσθήσεων κραθείς, γενόμενός τε εἰς ἕν, σωτηρία ἑκάστων δικαιότατʼ ἂν εἴη καλουμένη.

ΚΛ. ἔοικε γοῦν.

ΑΘ. ἔοικε γάρ. ἀλλʼ ὁ περὶ τί νοῦς μετʼ αἰσθήσεων κραθεὶς σωτηρία πλοίων ἔν γε χειμῶσιν καὶ ἐν εὐδίαις γίγνοιτʼ ἄν; ἆρʼ οὐκ ἐν νηὶ κυβερνήτης ἅμα καὶ ναῦται τὰς αἰσθήσεις τῷ κυβερνητικῷ νῷ συγκερασάμενοι σῴζουσιν αὑτούς τε καὶ τὰ περὶ τὴν ναῦν;

ΚΛ. τί μήν;

ΑΘ. οὐδὲν δὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμάτων· ἀλλʼ οἷον περὶ στρατοπέδων νοήσωμεν τίνα θέμενοι στρατηγοὶ σκοπὸν καὶ ἰατρικὴ ὑπηρεσία πᾶσα στοχάζοιτʼ ἂν τῆς σωτηρίας ὀρθῶς. ἆρʼ οὐχ ἡ μὲν νίκην καὶ κράτος πολεμίων, ἡ δὲ ἰατρῶν τε καὶ ὑπηρετῶν ὑγιείας σώματι παρασκευήν;

ΚΛ. πῶς γὰρ οὔ;

ΑΘ. ἰατρὸς δὴ τὸ περὶ σῶμα ἀγνοῶν, ὃ προσείπομεν ὑγίειαν νῦν, ἢ νίκην στρατηγὸς ἢ τῶν ἄλλων ὅσα δὴ διήλθομεν, ἔσθʼ ὅπως ἂν νοῦν περί τι τούτων ἂν ἔχων φαίνοιτο;

ΚΛ. καὶ πῶς;

ΑΘ. τί δὲ δὴ περὶ πόλιν; εἴ τις τὸν σκοπὸν οἷ βλέπειν δεῖ τὸν πολιτικὸν φαίνοιτο ἀγνοῶν, ἆρα ἄρχων μὲν πρῶτον δικαίως ἂν προσαγορεύοιτο, εἶτα σῴζειν ἂν δυνατὸς εἴη τοῦτο οὗ τὸν σκοπὸν τὸ παράπαν μηδʼ εἰδείη;

ΚΛ. καὶ πῶς;

ΑΘ. δεῖ δὴ καὶ τὰ νῦν, ὡς ἔοικεν, εἴπερ μέλλει τέλος ὁ κατοικισμὸς τῆς χώρας ἡμῖν ἕξειν, εἶναί τι τὸ γιγνῶσκον ἐν αὐτῷ πρῶτον μὲν τοῦτο ὃ λέγομεν, τὸν σκοπόν, ὅστις ποτὲ ὁ πολιτικὸς ὢν ἡμῖν τυγχάνει, ἔπειτα ὅντινα τρόπον δεῖ μετασχεῖν τούτου καὶ τίς αὐτῷ καλῶς ἢ μὴ συμβουλεύει, τῶν νόμων αὐτῶν πρῶτον, ἔπειτα ἀνθρώπων· εἰ δʼ ἔσται τοῦ τοιούτου κενή τις πόλις, οὐδὲν θαυμαστὸν ἄνους οὖσα καὶ ἀναίσθητος εἰ πράξει τὸ προστυχὸν ἑκάστοτε ἐν ἑκάσταις τῶν πράξεων.

ΚΛ. ἀληθῆ λέγεις.

ΑΘ. νῦν οὖν ἡμῖν ἐν τίνι ποτὲ τῶν τῆς πόλεως μερῶν ἢ ἐπιτηδευμάτων ἔστιν ἱκανὸν κατεσκευασμένον ὁτιοῦν τοιοῦτον φυλακτήριον; ἔχομεν φράζειν;

ΚΛ. οὐ δῆτα, ὦ ξένε, σαφῶς γε· εἰ δʼ οὖν τοπάζειν δεῖ, δοκεῖ μοι τείνειν ὁ λόγος οὗτος εἰς τὸν σύλλογον ὃν εἶπες νυνδὴ νύκτωρ δεῖν συνιέναι.

ΑΘ. κάλλισθʼ ὑπέλαβες, ὦ Κλεινία, καὶ δεῖ δὴ τοῦτον, ὡς ὁ νῦν παρεστηκὼς ἡμῖν λόγος μηνύει, πᾶσαν ἀρετὴν ἔχειν· ἧς ἄρχει τὸ μὴ πλανᾶσθαι πρὸς πολλὰ στοχαζόμενον, ἀλλʼ εἰς ἓν βλέποντα πρὸς τοῦτο ἀεὶ τὰ πάντα οἷον βέλη ἀφιέναι.

ΚΛ. παντάπασι μὲν οὖν.

ΑΘ. νῦν δὴ μαθησόμεθα ὅτι θαυμαστὸν οὐδὲν πλανᾶσθαι τὰ τῶν πόλεων νόμιμα, ὅτι πρὸς ἄλλο ἄλλη βλέπει τῶν νομοθεσιῶν ἐν τῇ πόλει ἑκάστῃ. καὶ τὰ μὲν πολλὰ οὐδὲν θαυμαστὸν τὸ τοῖς μὲν τὸν ὅρον εἶναι τῶν δικαίων ὅπως ἄρξουσί τινες ἐν τῇ πόλει, εἴτʼ οὖν βελτίους εἴτε χείρους τυγχάνουσιν ὄντες, τοῖς δʼ, ὅπως πλουτήσουσιν, εἴτʼ οὖν δοῦλοί τινων ὄντες εἴτε καὶ μή, τῶν δʼ ἡ προθυμία πρὸς τὸν ἐλεύθερον δὴ βίον ὡρμημένη· οἱ δὲ καὶ σύνδυο νομοθετοῦνται, πρὸς ἄμφω βλέποντες, ἐλεύθεροί τε ὅπως ἄλλων τε πόλεων ἔσονται δεσπόται, οἱ δὲ σοφώτατοι, ὡς οἴονται, πρὸς ταῦτά τε καὶ τὰ τοιαῦτα σύμπαντα, εἰς ἓν δὲ οὐδὲν διαφερόντως τετιμημένον ἔχοντες φράζειν εἰς ὃ τἆλλʼ αὐτοῖς δεῖ βλέπειν.

ΚΛ. οὐκοῦν τό γʼ ἡμέτερον, ὦ ξένε, ὀρθῶς ἂν εἴη πάλαι τιθέμενον; πρὸς γὰρ ἓν ἔφαμεν δεῖν ἀεὶ πάνθʼ ἡμῖν τὰ τῶν νόμων βλέποντʼ εἶναι, τοῦτο δʼ ἀρετήν που συνεχωροῦμεν πάνυ ὀρθῶς λέγεσθαι.

ΑΘ. ναί.

ΚΛ. τὴν δέ γε ἀρετὴν τέτταρα ἔθεμέν που.

ΑΘ. πάνυ μὲν οὖν.

ΚΛ. νοῦν δέ γε πάντων τούτων ἡγεμόνα, πρὸς ὃν δὴ τά τε ἄλλα πάντα καὶ τούτων τὰ τρία δεῖ βλέπειν.

ΑΘ. κάλλιστʼ ἐπακολουθεῖς, ὦ Κλεινία. καὶ τὰ λοιπὰ δὴ συνακολούθει. νοῦν γὰρ δὴ κυβερνητικὸν μὲν καὶ ἰατρικὸν καὶ στρατηγικὸν εἴπομεν εἰς τὸ ἓν ἐκεῖνο οἷ δεῖ βλέπειν, τὸν δὲ πολιτικὸν ἐλέγχοντες ἐνταῦθʼ ἐσμὲν νῦν, καὶ καθάπερ ἄνθρωπον ἐπανερωτῶντες εἴποιμεν ἄν· ὦ θαυμάσιε, σὺ δὲ δὴ ποῖ σκοπεῖς; τί ποτʼ ἐκεῖνό ἐστι τὸ ἕν, ὃ δὴ σαφῶς ὁ μὲν ἰατρικὸς νοῦς ἔχει φράζειν, σὺ δʼ ὢν δὴ διαφέρων, ὡς φαίης ἄν, πάντων τῶν ἐμφρόνων, οὐχ ἕξεις εἰπεῖν; ἢ σύ γε, Μέγιλλε καὶ Κλεινία, ἔχετον διαρθροῦντες ὑπὲρ αὐτοῦ φράζειν πρὸς ἐμὲ τί ποτέ φατε εἶναι τοῦτο, καθάπερ ὑπὲρ ἄλλων ἐγὼ πρὸς ὑμᾶς συχνῶν διωριζόμην;

ΚΛ. οὐδαμῶς, ὦ ξένε.

ΑΘ. τί δʼ ὅτι δεῖ προθυμεῖσθαί τε συνιδεῖν αὐτὸ καὶ ἐν οἷς;

ΚΛ. οἷον ἐν τίσι λέγεις;

ΑΘ. οἷον ὅτε τέτταρα ἐφήσαμεν ἀρετῆς εἴδη γεγονέναι, δῆλον ὡς ἓν ἕκαστον ἀνάγκη φάναι, τεττάρων γε ὄντων.

ΚΛ. τί μήν;

ΑΘ. καὶ μὴν ἕν γε ἅπαντα ταῦτα προσαγορεύομεν. ἀνδρείαν γάρ φαμεν ἀρετὴν εἶναι, καὶ τὴν φρόνησιν ἀρετήν, καὶ τὰ δύο τἆλλα, ὡς ὄντως ὄντα οὐ πολλὰ ἀλλʼ ἓν τοῦτο μόνον, ἀρετήν.

ΚΛ. πάνυ μὲν οὖν.

ΑΘ. ἧι μὲν τοίνυν διαφέρετον αὐτοῖν τούτω τὼ δύο καὶ δύʼ ὀνόματα ἐλαβέτην καὶ τἆλλα, οὐδὲν χαλεπὸν εἰπεῖν· ᾗ δὲ ἓν ἀμφοῖν ἐπωνομάσαμεν, ἀρετήν, καὶ τοῖς ἄλλοις, οὐκ εὐπετὲς ἔτι.

ΚΛ. πῶς λέγεις;

ΑΘ. οὐδὲν χαλεπὸν ὃ λέγω δηλῶσαι. διανειμώμεθα γὰρ ἀλλήλοις τὴν ἐρώτησιν καὶ ἀπόκρισιν.

ΚΛ. πῶς αὖ φράζεις;

ΑΘ. ἐρώτησόν με τί ποτε ἓν προσαγορεύοντες ἀρετὴν ἀμφότερα, δύο πάλιν αὐτὰ προσείπομεν, τὸ μὲν ἀνδρείαν, τὸ δὲ φρόνησιν. ἐρῶ γάρ σοι τὴν αἰτίαν, ὅτι τὸ μέν ἐστιν περὶ φόβον, οὗ καὶ τὰ θηρία μετέχει, τῆς ἀνδρείας, καὶ τά γε τῶν παίδων ἤθη τῶν πάνυ νέων· ἄνευ γὰρ λόγου καὶ φύσει γίγνεται ἀνδρεία ψυχή, ἄνευ δὲ αὖ λόγου ψυχὴ φρόνιμός τε καὶ νοῦν ἔχουσα οὔτʼ ἐγένετο πώποτε οὔτʼ ἔστιν οὐδʼ αὖθίς ποτε γενήσεται, ὡς ὄντος ἑτέρου.

ΚΛ. ἀληθῆ λέγεις.

ΑΘ. ἧι μὲν τοίνυν ἐστὸν διαφόρω καὶ δύο, σὺ παρʼ ἐμοῦ ἀπείληφας τῷ λόγῳ· ᾗ δὲ ἓν καὶ ταὐτόν, σὺ πάλιν ἀπόδος ἐμοί. διανοοῦ δὲ ὡς ἐρῶν καὶ ὅπῃ τέτταρα ὄντα ἕν ἐστι, καὶ ἐμὲ δὲ ἀξίου, σοῦ δείξαντος ὡς ἕν, πάλιν ὅπῃ τέτταρα. καὶ δὴ τὸ μετὰ τοῦτο σκοπῶμεν τὸν εἰδότα ἱκανῶς περὶ ὡντινωνοῦν οἷς ἔστιν μὲν ὄνομα, ἔστιν δὲ αὖ καὶ λόγος, πότερον μόνον ἐπίστασθαι τοὔνομα χρεών, τὸν δὲ λόγον ἀγνοεῖν, ἢ τόν γε ὄντα τι καὶ περὶ τῶν διαφερόντων μεγέθει τε καὶ κάλλει πάντα τὰ τοιαῦτα ἀγνοεῖν αἰσχρόν.

ΚΛ. ἔοικεν γοῦν.

ΑΘ. μεῖζον δή τι νομοθέτῃ τε καὶ νομοφύλακι, καὶ ὃς ἀρετῇ πάντων διαφέρειν οἴεται καὶ νικητήρια τούτων αὐτῶν εἴληφεν, ἢ ταῦτα αὐτὰ περὶ ὧν νῦν λέγομεν, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, φρόνησις;

ΚΛ. καὶ πῶς;

ΑΘ. τούτων δὴ πέρι τοὺς ἐξηγητάς, τοὺς διδασκάλους, τοὺς νομοθέτας, τῶν ἄλλων τοὺς φύλακας, τῷ δεομένῳ γνῶναί τε καὶ εἰδέναι, ἢ τῷ δεομένῳ κολάζεσθαί τε καὶ ἐπιπλῆξαι ἁμαρτάνοντι, πότερον οὐ διδάσκοντα ἣν δύναμιν ἔχει κακία τε καὶ ἀρετὴ καὶ πάντως δηλοῦντα, διαφέρειν τῶν ἄλλων, ἀλλʼ ἢ ποιητήν τινα ἐλθόντα εἰς τὴν πόλιν ἢ παιδευτὴν νέων φάσκοντʼ εἶναι βελτίω φαίνεσθαι τοῦ πᾶσαν ἀρετὴν νενικηκότος; εἶτα ἐν τῇ τοιαύτῃ πόλει ὅπου μὴ λόγῳ ἔργῳ τε ἱκανοὶ φύλακες εἶεν, ἀρετῆς πέρι γιγνώσκοντες ἱκανῶς, θαυμαστόν τι ταύτην τὴν πόλιν ἀφύλακτον οὖσαν πάσχειν ἃ πολλαὶ πάσχουσι τῶν νῦν πόλεων;

ΚΛ. οὐδέν γε, ὡς εἰκός.

ΑΘ. τί οὖν; ὃ λέγομεν νῦν ποιητέον ἡμῖν, ἢ πῶς; τοὺς φύλακας ἀκριβεστέρους τῶν πολλῶν περὶ ἀρετῆς ἔργῳ καὶ λόγῳ κατασκευαστέον; ἢ τίνα τρόπον τῇ τῶν ἐμφρόνων κεφαλῇ τε καὶ αἰσθήσεσιν ὁμοιωθήσεται ἡμῖν ἡ πόλις, ὡς τοιαύτην τινὰ φυλακὴν κεκτημένη ἐν αὑτῇ;

ΚΛ. πῶς οὖν δὴ καὶ τίνα τρόπον, ὦ ξένε, ἀπεικάζοντες αὐτὸ τοιούτῳ τινὶ λέγομεν;

ΑΘ. δῆλον ὡς αὐτῆς μὲν τῆς πόλεως οὔσης τοῦ κύτους, τῶν δὲ φυλάκων τοὺς μὲν νέους οἷον ἐν ἄκρᾳ κορυφῇ, ἀπειλεγμένους τοὺς εὐφυεστάτους, ὀξύτητας ἐν πάσῃ τῇ ψυχῇ ἔχοντας, περὶ ὅλην κύκλῳ τὴν πόλιν ὁρᾶν,

ΑΘ. φρουροῦντας δὲ παραδιδόναι μὲν τὰς αἰσθήσεις ταῖς μνήμαις, τοῖς πρεσβυτέροις δὲ ἐξαγγέλους γίγνεσθαι πάντων τῶν κατὰ πόλιν, τοὺς δὲ νῷ ἀπῃκασμένους τῷ πολλὰ καὶ ἄξια λόγου διαφερόντως φρονεῖν, τοὺς γέροντας, βουλεύεσθαι, καὶ ὑπηρέταις χρωμένους μετὰ συμβουλίας τοῖς νέοις, οὕτω δὴ κοινῇ σῴζειν ἀμφοτέρους ὄντως τὴν πόλιν ὅλην. πότερον οὕτω λέγομεν ἤ πως ἄλλως δεῖν κατασκευάζεσθαι; μῶν ὁμοίους πάντας κεκτημένους καὶ μὴ διηκριβωμένους ἔστιν οὓς τραφέντας τε καὶ πεπαιδευμένους;

ΚΛ. ἀλλʼ, ὦ θαυμάσιε, ἀδύνατον.

ΑΘ. ἰτέον ἄρα ἐπί τινα ἀκριβεστέραν παιδείαν τῆς ἔμπροσθεν.

ΚΛ. ἴσως.

ΑΘ. ἆρʼ οὖν ἧς δὴ νῦν σχεδὸν ἐφηψάμεθα, τυγχάνοι ἂν οὖσα ἧς χρείαν ἔχομεν αὕτη;

ΚΛ. παντάπασι μὲν οὖν.

ΑΘ. οὐκοῦν ἐλέγομεν τόν γε πρὸς ἕκαστα ἄκρον δημιουργόν τε καὶ φύλακα μὴ μόνον δεῖν πρὸς τὰ πολλὰ βλέπειν δυνατὸν εἶναι, πρὸς δὲ τὸ ἓν ἐπείγεσθαι γνῶναί τε, καὶ γνόντα πρὸς ἐκεῖνο συντάξασθαι πάντα συνορῶντα;

ΚΛ. ὀρθῶς.

ΑΘ. ἆρʼ οὖν ἀκριβεστέρα σκέψις θέα τε ἂν περὶ ὁτουοῦν ὁτῳοῦν γίγνοιτο ἢ τὸ πρὸς μίαν ἰδέαν ἐκ τῶν πολλῶν καὶ ἀνομοίων δυνατὸν εἶναι βλέπειν;

ΚΛ. ἴσως.

ΑΘ. οὐκ ἴσως, ἀλλʼ ὄντως, ὦ δαιμόνιε, ταύτης οὐκ ἔστιν σαφεστέρα μέθοδος ἀνθρώπων οὐδενί.

ΚΛ. σοὶ πιστεύων, ὦ ξένε, συγχωρῶ δή, καὶ ταύτῃ πορευώμεθα λέγοντες.

ΑΘ. ἀναγκαστέον ἄρʼ, ὡς ἔοικεν, καὶ τοὺς τῆς θείας πολιτείας ἡμῖν φύλακας ἀκριβῶς ἰδεῖν πρῶτον τί ποτε διὰ πάντων τῶν τεττάρων ταὐτὸν τυγχάνει, ὃ δή φαμεν ἔν τε ἀνδρείᾳ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ἐν φρονήσει ἓν ὄν, ἀρετὴν ἑνὶ δικαίως ἂν ὀνόματι προσαγορεύεσθαι. τοῦτο, ὦ φίλοι, εἰ μὲν βουλόμεθα, τὰ νῦν οἷόνπερ σφόδρα πιέσαντες μὴ ἀνῶμεν, πρὶν ἂν ἱκανῶς εἴπωμεν τί ποτʼ ἔστιν εἰς ὃ βλεπτέον, εἴτε ὡς ἓν εἴτε ὡς ὅλον εἴτε ἀμφότερα εἴτε ὅπως ποτὲ πέφυκεν· ἢ τούτου διαφυγόντος ἡμᾶς, οἰόμεθά ποτε ἡμῖν ἱκανῶς ἕξειν τὰ πρὸς ἀρετήν, περὶ ἧς οὔτʼ εἰ πολλά ἐστʼ οὔτʼ εἰ τέτταρα οὔθʼ ὡς ἓν δυνατοὶ φράζειν ἐσόμεθα; οὔκουν ἐάν γε ἡμῖν συμβούλοις πειθώμεθα, ἄλλως δέ πως μηχανησόμεθα ἐν τῇ πόλει ἐγγεγονέναι τοῦθʼ ἡμῖν· εἰ δʼ ἄρα τὸ παράπαν δοκεῖ ἐᾶν, ὁρᾶν δὴ χρεών.

ΚΛ. ἥκιστα, νὴ τὸν ξένιον, ὦ ξένε, θεόν, ἐατέον που τὸ τοιοῦτον, ἐπεὶ δοκεῖς ἡμῖν ὀρθότατα λέγειν. ἀλλὰ δὴ πῶς τις τοῦτʼ ἂν μηχανῷτο;

ΑΘ. μήπω τὸ πῶς ἂν μηχανησαίμεθα λέγωμεν· εἰ δεῖ δὲ ἢ μή, πρῶτον βεβαιωσώμεθα τῇ συνομολογίᾳ πρὸς ἡμᾶς αὐτούς.

ΚΛ. ἀλλὰ μὴν δεῖ γε, εἴπερ δυνατόν.

ΑΘ. τί δὲ δή; περὶ καλοῦ τε καὶ ἀγαθοῦ ταὐτὸν τοῦτο διανοούμεθα; ὡς πόλλʼ ἔστιν μόνον ἕκαστον τούτων τοὺς φύλακας ἡμῖν γνωστέον, ἢ καὶ ὅπως ἕν τε καὶ ὅπῃ;

ΚΛ. σχεδὸν ἔοικʼ ἐξ ἀνάγκης δεῖν καὶ ὅπως ἓν διανοεῖσθαι.

ΑΘ. τί δʼ, ἐννοεῖν μέν, τὴν δὲ ἔνδειξιν τῷ λόγῳ ἀδυνατεῖν ἐνδείκνυσθαι;

ΚΛ. καὶ πῶς; ἀνδραπόδου γάρ τινα σὺ λέγεις ἕξιν.

ΑΘ. τί δέ; περὶ πάντων τῶν σπουδαίων ἆρʼ ἡμῖν αὑτὸς λόγος, ὅτι δεῖ τοὺς ὄντως φύλακας ἐσομένους τῶν νόμων ὄντως εἰδέναι τὰ περὶ τὴν ἀλήθειαν αὐτῶν, καὶ λόγῳ τε ἱκανοὺς ἑρμηνεύειν εἶναι καὶ τοῖς ἔργοις συνακολουθεῖν, κρίνοντας τά τε καλῶς γιγνόμενα καὶ τὰ μὴ κατὰ φύσιν;

ΚΛ. πῶς γὰρ οὔ;

ΑΘ. μῶν οὖν οὐχ ἓν τῶν καλλίστων ἐστὶν τὸ περὶ τοὺς θεούς, ὃ δὴ σπουδῇ διεπερανάμεθα, ὡς εἰσίν τε καὶ ὅσης φαίνονται κύριοι δυνάμεως, εἰδέναι τε εἰς ὅσον δυνατόν ἐστιν ταῦτʼ ἄνθρωπον γιγνώσκειν, καὶ τοῖς μὲν πλείστοις τῶν κατὰ πόλιν συγγιγνώσκειν τῇ φήμῃ μόνον τῶν νόμων συνακολουθοῦσιν, τοῖς δὲ φυλακῆς μεθέξουσιν μηδὲ ἐπιτρέπειν, ὃς ἂν μὴ διαπονήσηται τὸ πᾶσαν πίστιν λαβεῖν τῶν οὐσῶν περὶ θεῶν; τὴν δὲ μὴ ἐπιτροπὴν εἶναι τὸ μηδέποτε τῶν νομοφυλάκων αἱρεῖσθαι τὸν μὴ θεῖον καὶ διαπεπονηκότα πρὸς αὐτά, μηδʼ αὖ τῶν πρὸς ἀρετὴν ἔγκριτον γίγνεσθαι;

ΚΛ. δίκαιον γοῦν, ὡς λέγεις, τὸν περὶ τὰ τοιαῦτα ἀργὸν ἢ ἀδύνατον ἀποκρίνεσθαι πόρρω τῶν καλῶν.

ΑΘ. ἆρα οὖν ἴσμεν ὅτι δύʼ ἐστὸν τὼ περὶ θεῶν ἄγοντε εἰς πίστιν, ὅσα διήλθομεν ἐν τοῖς πρόσθεν;

ΚΛ. ποῖα;

ΑΘ. ἓν μὲν ὃ περὶ τὴν ψυχὴν ἐλέγομεν, ὡς πρεσβύτατόν τε καὶ θειότατόν ἐστιν πάντων ὧν κίνησις γένεσιν παραλαβοῦσα ἀέναον οὐσίαν ἐπόρισεν· ἓν δὲ τὸ περὶ τὴν φοράν, ὡς ἔχει τάξεως, ἄστρων τε καὶ ὅσων ἄλλων ἐγκρατὴς νοῦς ἐστιν τὸ πᾶν διακεκοσμηκώς.

ΑΘ. ὁ γὰρ ἰδὼν ταῦτα μὴ φαύλως μηδʼ ἰδιωτικῶς, οὐδεὶς οὕτως ἄθεος ἀνθρώπων ποτὲ πέφυκεν, ὃς οὐ τοὐναντίον ἔπαθεν ἢ τὸ προσδοκώμενον ὑπὸ τῶν πολλῶν. οἱ μὲν γὰρ διανοοῦνται τοὺς τὰ τοιαῦτα μεταχειρισαμένους ἀστρονομίᾳ τε καὶ ταῖς μετὰ ταύτης ἀναγκαίαις ἄλλαις τέχναις ἀθέους γίγνεσθαι, καθεωρακότας ὡς οἷόν τε γιγνόμενα ἀνάγκαις πράγματʼ ἀλλʼ οὐ διανοίαις βουλήσεως ἀγαθῶν πέρι τελουμένων.

ΚΛ. τὸ δὲ δὴ πῶς ἔχον ἂν εἴη;

ΑΘ. πᾶν, ὅπερ εἶπον, τοὐναντίον ἔχει νῦν τε καὶ ὅτε ἄψυχα αὐτὰ οἱ διανοούμενοι διενοοῦντο. θαύματα μὲν οὖν καὶ τότε ὑπεδύετο περὶ αὐτά, καὶ ὑπωπτεύετο τὸ νῦν ὄντως δεδογμένον, ὅσοι τῆς ἀκριβείας αὐτῶν ἥπτοντο, ὅπως μήποτʼ ἂν ἄψυχα ὄντα οὕτως εἰς ἀκρίβειαν θαυμαστοῖς λογισμοῖς ἂν ἐχρῆτο, νοῦν μὴ κεκτημένα· καί τινες ἐτόλμων τοῦτό γε αὐτὸ παρακινδυνεύειν καὶ τότε, λέγοντες ὡς νοῦς εἴη ὁ διακεκοσμηκὼς πάνθʼ ὅσα κατʼ οὐρανόν. οἱ δὲ αὐτοὶ πάλιν ἁμαρτάνοντες ψυχῆς φύσεως ὅτι πρεσβύτερον εἴη σωμάτων, διανοηθέντες δὲ ὡς νεώτερον, ἅπανθʼ ὡς εἰπεῖν ἔπος ἀνέτρεψαν πάλιν, ἑαυτοὺς δὲ πολὺ μᾶλλον· τὸ γὰρ δὴ πρὸ τῶν ὀμμάτων, πάντα αὐτοῖς ἐφάνη, τὰ κατʼ οὐρανὸν φερόμενα, μεστὰ εἶναι λίθων καὶ γῆς καὶ πολλῶν ἄλλων ἀψύχων σωμάτων διανεμόντων τὰς αἰτίας παντὸς τοῦ κόσμου. ταῦτʼ ἦν τὰ τότε ἐξειργασμένα πολλὰς ἀθεότητας καὶ δυσχερείας τῶν τοιούτων ἅπτεσθαι, καὶ δὴ καὶ λοιδορήσεις γε ἐπῆλθον ποιηταῖς, τοὺς φιλοσοφοῦντας κυσὶ ματαίαις ἀπεικάζοντας χρωμέναισιν ὑλακαῖς, ἄλλα τε αὖ ἀνόητʼ εἰπεῖν· νῦν δέ, ὅπερ εἴρηται, πᾶν τοὐναντίον ἔχει.

ΚΛ. πῶς;

ΑΘ. οὐκ ἔστιν ποτὲ γενέσθαι βεβαίως θεοσεβῆ θνητῶν ἀνθρώπων οὐδένα, ὃς ἂν μὴ τὰ λεγόμενα ταῦτα νῦν δύο λάβῃ, ψυχή τε ὡς ἔστιν πρεσβύτατον ἁπάντων ὅσα γονῆς μετείληφεν, ἀθάνατόν τε, ἄρχει τε δὴ σωμάτων πάντων, ἐπὶ δὲ τούτοισι δή, τὸ νῦν εἰρημένον πολλάκις, τόν τε εἰρημένον ἐν τοῖς ἄστροις νοῦν τῶν ὄντων τά τε πρὸ τούτων ἀναγκαῖα μαθήματα λάβῃ, τά τε κατὰ τὴν μοῦσαν τούτοις τῆς κοινωνίας συνθεασάμενος, χρήσηται πρὸς τὰ τῶν ἠθῶν ἐπιτηδεύματα καὶ νόμιμα συναρμοττόντως, ὅσα τε λόγον ἔχει, τούτων δυνατὸς ᾖ δοῦναι τὸν λόγον·

ΑΘ. ὁ δὲ μὴ ταῦθʼ οἷός τʼ ὢν πρὸς ταῖς δημοσίαις ἀρεταῖς κεκτῆσθαι σχεδὸν ἄρχων μὲν οὐκ ἄν ποτε γένοιτο ἱκανὸς ὅλης πόλεως, ὑπηρέτης δʼ ἂν ἄλλοις ἄρχουσιν. ὁρᾶν δὴ χρεὼν νῦν, ὦ Κλεινία καὶ Μέγιλλε, ἤδη πρὸς τοῖς εἰρημένοις νόμοις ἅπασιν ὅσους διεληλύθαμεν εἰ καὶ τοῦτον προσοίσομεν, ὡς φυλακὴν ἐσόμενον κατὰ νόμον χάριν σωτηρίας τὸν τῶν ἀρχόντων νυκτερινὸν σύλλογον, παιδείας ὁπόσης διεληλύθαμεν κοινωνὸν γενόμενον· ἢ πῶς ποιῶμεν;

ΚΛ. ἀλλʼ, ὦ λῷστε, πῶς οὐ προσοίσομεν, ἄν πῃ καὶ κατὰ βραχὺ δυνηθῶμεν;

ΑΘ. καὶ μὴν πρός γε τὸ τοιοῦτον ἁμιλληθῶμεν πάντες. συλλήπτωρ γὰρ τούτου γε ὑμῖν καὶ ἐγὼ γιγνοίμην ἂν προθύμως—πρὸς δʼ ἐμοὶ καὶ ἑτέρους ἴσως εὑρήσω—διὰ τὴν περὶ τὰ τοιαῦτʼ ἐμπειρίαν τε καὶ σκέψιν γεγονυῖάν μοι καὶ μάλα συχνήν.

ΚΛ. ἀλλʼ, ὦ ξένε, παντὸς μὲν μᾶλλον ταύτῃ πορευτέον ᾗπερ καὶ ὁ θεὸς ἡμᾶς σχεδὸν ἄγει· τίς δὲ ὁ τρόπος ἡμῖν γιγνόμενος ὀρθῶς γίγνοιτʼ ἄν, τοῦτο δὴ τὰ νῦν λέγωμέν τε καὶ ἐρευνῶμεν.

ΑΘ. οὐκέτι νόμους, ὦ Μέγιλλε καὶ Κλεινία, περὶ τῶν τοιούτων δυνατόν ἐστιν νομοθετεῖν, πρὶν ἂν κοσμηθῇ—τότε δὲ κυρίους ὧν αὐτοὺς δεῖ γίγνεσθαι νομοθετεῖν—ἀλλὰ ἤδη τὸ τὰ τοιαῦτα κατασκευάζον διδαχὴ μετὰ συνουσίας πολλῆς γίγνοιτʼ ἄν, εἰ γίγνοιτο ὀρθῶς.

ΚΛ. πῶς; τί τοῦτο εἰρῆσθαι φῶμεν αὖ;

ΑΘ. πρῶτον μὲν δήπου καταλεκτέος ἂν εἴη κατάλογος τῶν ὅσοι ἐπιτήδειοι πρὸς τὴν τῆς φυλακῆς φύσιν ἂν εἶεν ἡλικίαις τε καὶ μαθημάτων δυνάμεσιν καὶ τρόπων ἤθεσιν καὶ ἔθεσιν· μετὰ δὲ τοῦτο, ἃ δεῖ μανθάνειν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ηὑρηκότος ἄλλου μαθητὴν γενέσθαι. πρὸς τούτοις δὲ χρόνους, οὕς τε καὶ ἐν οἷς δεῖ παραλαμβάνειν ἕκαστα, μάταιον ταῦτʼ ἐν γράμμασιν λέγειν· οὐδὲ γὰρ αὐτοῖς τοῖς μανθάνουσι δῆλα γίγνοιτʼ ἂν ὅτι πρὸς καιρὸν μανθάνεται, πρὶν ἐντὸς τῆς ψυχῆς ἑκάστῳ που μαθήματος ἐπιστήμην γεγονέναι. οὕτω δὴ πάντα τὰ περὶ ταῦτα ἀπόρρητα μὲν λεχθέντα οὐκ ἂν ὀρθῶς λέγοιτο, ἀπρόρρητα δὲ διὰ τὸ μηδὲν προρρηθέντα δηλοῦν τῶν λεγομένων.

ΚΛ. τί οὖν δὴ ποιητέον ἐχόντων τούτων οὕτως, ὦ ξένε;

ΑΘ. τὸ λεγόμενον, ὦ φίλοι, ἐν κοινῷ καὶ μέσῳ ἔοικεν ἡμῖν κεῖσθαι, καὶ εἴπερ κινδυνεύειν περὶ τῆς πολιτείας ἐθέλομεν συμπάσης, ἢ τρὶς ἕξ, φασίν, ἢ τρεῖς κύβους βάλλοντες, ταῦτα ποιητέον, ἐγὼ δʼ ὑμῖν συγκινδυνεύσω τῷ φράζειν τε καὶ ἐξηγεῖσθαι τά γε δεδογμένα ἐμοὶ περὶ τῆς παιδείας τε καὶ τροφῆς τῆς νῦν αὖ κεκινημένης τοῖς λόγοις· τὸ μέντοι κινδύνευμα οὐ σμικρὸν οὐδʼ ἑτέροις τισὶν προσφερὲς ἂν εἴη. σοὶ δὴ τοῦτό γε, ὦ Κλεινία, μέλειν παρακελεύομαι· σὺ γὰρ τὴν Μαγνήτων πόλιν, ἢ ᾧ ἂν θεὸς ἐπώνυμον αὐτὴν ποιήσῃ, κλέος ἀρῇ μέγιστον κατασκευάσας αὐτὴν ὀρθῶς, ἢ τό γε ἀνδρειότατος εἶναι δοκεῖν τῶν ὕστερον ἐπιγιγνομένων οὐκ ἐκφεύξῃ ποτέ. ἐάν γε μὴν οὗτος ἡμῖν ὁ θεῖος γένηται σύλλογος, ὦ φίλοι ἑταῖροι, παραδοτέον τούτῳ τὴν πόλιν, ἀμφισβήτησίς τε οὐκ ἔστʼ οὐδεμία οὐδενὶ τῶν νῦν παρὰ ταῦθʼ ὡς ἔπος εἰπεῖν νομοθετῶν, ὄντως δὲ ἔσται σχεδὸν ὕπαρ ἀποτετελεσμένον οὗ σμικρῷ πρόσθεν ὀνείρατος ὣς τῷ λόγῳ ἐφηψάμεθα, κεφαλῆς νοῦ τε κοινωνίας εἰκόνα τινά πως συμμείξαντες, ἐὰν ἄρα ἡμῖν οἵ τε ἄνδρες ἀκριβῶς ἐκλεχθῶσι, παιδευθῶσί τε προσηκόντως, παιδευθέντες τε ἐν ἀκροπόλει τῆς χώρας κατοικήσαντες, φύλακες ἀποτελεσθῶσιν οἵους ἡμεῖς οὐκ εἴδομεν ἐν τῷ πρόσθεν βίῳ πρὸς ἀρετὴν σωτηρίας γενομένους.

ΜΕ. ὦ φίλε Κλεινία, ἐκ τῶν νῦν ἡμῖν εἰρημένων ἁπάντων ἢ τὴν πόλιν ἐατέον τῆς κατοικίσεως ἢ τὸν ξένον τόνδε οὐκ ἀφετέον, ἀλλὰ δεήσεσιν καὶ μηχαναῖς πάσαις κοινωνὸν ποιητέον ἐπὶ τὴν τῆς πόλεως κατοίκισιν.

ΚΛ. ἀληθέστατα λέγεις, ὦ Μέγιλλε, καὶ ἐγὼ ποιήσω ταῦθʼ οὕτως καὶ σὺ συλλάμβανε.

ΜΕ. συλλήψομαι.