Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

μετὰ δὲ τὴν ἐν Νάξῳ ναυμαχίαν ἐπιβουλευόμενος ὁ φρούραρχος Νικοκλῆς ἀναβάσεις κλειστὰς ποιήσας κατέστησε φύλακας ἐπὶ τῷ τείχει, ἔξω δὲ τῆς πόλεως περιοδίας ἐποιεῖτο μετὰ κυνῶν· προσεδέχοντο γὰρ ἔξωθέν τινα ἐπιβουλήν.

Ἐν ὁμονοοῦσι δὲ καὶ μηδενὸς ὑποπτεύοντος ἐν τῇ πόλει ἐν τοῖς ἐπὶ τῷ τείχει φυλακείοις δεῖ τὰς νύκτας λύχνα καίεσθαι ἐν λαμπτῆρσιν, ἵνα καθʼ οὓς ἄν τι προσπελάζῃ πολέμιον, ἄρωσι τῷ στρατηγῷ τὸν λαμπτῆρα.

ἐὰν δὲ μὴ φαίνηται πρὸς τὸν στρατηγὸν ὁ λαμπτὴρ τόπου κωλύοντος, ἄλλος διαδεκτὴρ ὑπολαμβάνων λαμπτῆρι φαινέτω τῷ στρατηγῷ, ὁ δὲ στρατηγὸς τὸ ἐμφανιζόμενον αὐτῷ τοῖς ἄλλοις φύλαξι δηλούτω σάλπιγγι ἢ

τοῖς δρομοκήρυξιν, ὁποτέρως ἂν συμφέρῃ.

κατὰ δὲ τοὺς καιροὺς τούτους καὶ οὕτω περὶ τὰς φυλακὰς διατελούντων παραγγελλέσθω τῷ ἄλλῳ ὄχλῳ, ὅταν σημανθῇ μηδένα ἐξιέναι· ἐὰν δέ τις ἐξίῃ ἐπί τινα πρᾶξιν ἀναγκαῖον, μετὰ λαμπτῆρος πορεύεσθαι, ἵνα πόρρωθεν κατάδηλος ᾖ τοῖς περιοδεύουσι.

μηδʼ ἐργάζεσθαι μηδένα δημιουργὸν ἢ χειροτέχνην, ἵνα μὴ ψόφοι ἀπό τινων γίγνωνται τοῖς φύλαξιν.

Ὃν δ̓ἂν τρόπον ἴσως καὶ κοινῶς μακροτέρων ἢ βραχυτέρων νυκτῶν γιγνομένων καὶ πᾶσιν αἱ φυλακαὶ γίγνοιντο,--- πρὸς κλεψύδραν χρὴ φυλάσσειν, ταύτην δὲ συμμεταβάλλειν διὰ δεχημερίδος.

μᾶλλον δὲ αὐτῆς κεκηρῶσθαι τὰ ἔσωθεν, καὶ μακροτέρων μὲν γιγνομένων τῶν νυκτῶν ἀφαιρεῖσθαι τοῦ κηροῦ, ἵνα πλέον ὕδωρ χωρῇ, βραχυτέρων δὲ προσπλάσσεσθαι, ἵνα ἔλασσον δέχηται. περὶ μὲν οὖν φυλακῶν ἰσότητος ἱκανῶς μοι δεδηλώσθω.

Ἐν δὲ τοῖς ἀκινδυνοτέροις τοὺς ἡμίσεας τῶν προγεγραμμένων εἰς τὰς φυλακὰς καὶ περιοδίας χρὴ τετάχθαι, καὶ οὕτω τὸ ἥμισυ τῆς στρατιᾶς νύκτα ἑκάστην φυλάξει· ἀκινδύνων δὲ καὶ εἰρηναίων ὄντων ἐλάχιστά τε καὶ ἐλαχίστους τῶν ἀνθρώπων ὀχλεῖν.

καὶ ἐάν τε περιοδείας χρὴ τῷ στρατηγῷ, σκυταλίδα

ἔχουσαν σημεῖον παρὰ τοῦ στρατηγοῦ παραδίδοσθαι τῷ πρώτῳ φύλακι, τοῦτον δὲ τῷ ἐχομένῳ καὶ ἕτερον ἑτέρῳ, μέχρι ἂν περιενεχθῇ ἡ σκυταλὶς κύκλῳ τὴν πόλιν καὶ κομισθῇ παρὰ τὸν στρατηγόν· προειρῆσθαι δὲ τοῖς προφύλαξιν μὴ πορρωτέρω προενεγκεῖν τὴν σκυταλίδα τοῦ ἐχομένου φύλακος.

ἐὰν δʼ ὁ ἐλθὼν καταλάβῃ τόπον ἔρημον φύλακος, πάλιν ἀντιδιδόναι παρʼ οὗ ἔλαβεν τὴν σκυταλίδα, ἵνʼ αἴσθηται ὁ στρατηγὸς καὶ γνῷ τὸν μὴ παραδεξάμενον ἀλλʼ ἐκλείποντα φυλακήν.

ὃς δʼ ἂν φυλακῆς αὐτῷ οὔσης μὴ παρῇ εἰς τὸ τεταγμένον, ὁ λοχαγὸς αὐτοῦ παραχρῆμα τὴν φυλακὴν ἀποδόσθω, ὁπόσον δἂν εὑρίσκῃ, καὶ καταστησάτω ὅστις ὑπὲρ αὐτοῦ φυλάξει. ἔπειτα ὁ πρόξενος ἐξ αὐτῆς ἀποδιδότω τῷ πριαμένῳ τὴν φυλακήν, ὁ δὲ ταξίαρχος αὐτὸν τῇ ὑστεραίᾳ ζημιούτω τῇ νομιζομένῃ ζημίᾳ.