Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Ὅδʼ οὖν ἄλλος τρόπος βοηθείας βελτίων ἂν εἴη ἐπὶ τοὺς ἐμβεβληκότας.

πρῶτον μὲν οὖν νυκτὸς

οὐ χρὴ εὐθὺς βοηθεῖν, εἰδότα ὅτι ἀτακτότατοι ἂν καὶ ἀπαράσκευοι πρὸ τῆς ἕω εἶεν οἱ ἄνθρωποι, τῶν μὲν ἐπειγομένων τὰ οἰκεῖα σῴζειν ὡς τάχιστα ἐκ τῶν ἀγρῶν, ἑτέρων δὲ πεφοβημένων εἰς τοὺς κινδύνους προϊέναι, οἷα εἰκὸς προσφάτως ἀγγελμένων, ἄλλων δὲ πάμπαν ἀπαρασκεύων ὄντων.

χρὴ οὖν τὴν μὲν βοήθειαν εὐτρεπίζειν ἀθροίζοντα ὅτι τάχος, ἅμα τῶν μὲν τὸ δεῖμα ἀφαιροῦντα, τοῖς δὲ θάρσος ἐμποιοῦντα τοὺς δὲ ὁπλίζοντα.

δεῖ γάρ σε εἰδέναι ὅτι τῶν πολεμίων οἱ μετὰ ξυνέσεως καὶ ἐπιστήμης γιγνόμενοι ἐν πολεμίᾳ, κατʼ ἀρχὰς μὲν τὸ ἰσχυρότατον αὑτῶν ἐν τάξει ἄγουσι προσδεχόμενοί τινας ἐφʼ ἑαυτοὺς ἰέναι καὶ ἑτοίμως ἔχοντες ἀμύνεσθαι· τινὲς δὲ διασπαρέντες αὐτῶν κατὰ τὴν χώραν ἀδικοῦσιν, ἄλλοι δʼ ἂν ἐνεδρεύοιεν προσδεχόμενοί τινας βοηθοῦντας ὑμῶν ἄτακτον βοήθησιν.

δεῖ οὖν μὴ εὐθὺς αὐτοὺς προσκείμενον ἐνοχλεῖν, ἀλλʼ ἐᾶσαι τούτους πρότερον θαρσῆσαι καὶ καταφρονήσαντάς σου ἐπὶ λεηλάτησιν καὶ πλεονεξίαν ὁρμῆσαι· ἅμα δʼ ἂν οὗτοι σιτίων καὶ πόσεως πληρούμενοι καὶ οἰνωθέντες ἀμελεῖς καὶ ἀπειθεῖς τοῖς ἄρχουσι γίγνοιντο.

ἐκ δὲ τούτων εἰκὸς μοχθηροὺς αὐτῶν τοὺς ἀγῶνας καὶ τὴν ἀποχώρησιν συμβαίνειν,

ἐάνπερ γε σὺ αὐτοῖς εὐκαίρως ἐπιθῇ. ἡτοιμασμένης γάρ σοι τῆς βοηθείας εἰς τὸν παρηγγελμένον τόπον καὶ ἐσπαρμένων ἤδη τῶν πολεμίων πρὸς ἁρπαγήν, οὕτω χρὴ αὐτοῖς προσκεῖσθαι τοῖς μὲν

ἱππεῦσιν προκαταλαμβάνοντα τὰς ἀποχωρήσεις, τοῖς δʼ ἐπιλέκτοις ἐνέδρας ποιούμενον, τοῖς δʼ ἄλλοις κούφοις ἐπιφαινόμενον αὐτοῖς, τοὺς δʼ ὁπλίτας ἀθρόους ἐν τάξει ἄγοντα, μὴ πόρρω δὲ τῶν προπεμφθέντων μερῶν.

Ἐπιτίθεσο δὲ τοῖς πολεμίοις ἐν οἷς ἄκων μὲν μὴ μαχήσῃ, μαχόμενος δὲ μὴ ἔλασσον ἕξεις τῶν πολεμίων.

διὰ οὖν τὰ πρότερα εἰρημένα λυσιτελεῖ ποτε ἐφεῖναι καὶ ἐᾶσαι τοὺς πολεμίους ὡς πλείστην κατασῦραι τῆς χώρας, ἵνα δὴ λεηλατοῦντες καὶ διαπεπληρωμένοι λαφύρων ῥᾳδίως σοι τὴν δίκην δώσουσιν· τά τε γὰρ ληφθέντα πάντʼ ἂν σῴζοιτο, οἵ τʼ ἀδικήσαντες κατʼ ἀξίαν λάβοιεν τὰ ἐπιτίμια.

ὀξέως δʼ ἂν βοηθήσας τοῖς μὲν σαυτοῦ ἀπαρασκεύοις τε καὶ οὐ τεταγμένοις κινδυνεύοις, οἵ τε πολέμιοι μικρὰ μὲν ἂν φθάσαιεν κακουργήσαντες, ἐν τάξει δʼ ἂν ἔτι ὄντες ἀτιμώρητοι ἂν ἀπέλθοιεν.

πολὺ δὲ κρεῖσσον, ὡς γέγραπται, ἐνδόντα ἀφυλάκτως διακειμένοις αὐτοῖς ἐπιθέσθαι.

ἐὰν δέ σε λάθῃ ἢ φθάσῃ τὰ ἐκ τῆς χώρας λεηλατηθέντα, οὐ χρὴ τὴν δίωξιν αὐτῶν ποιεῖσθαι τὰς αὐτὰς ὁδοὺς καὶ τοὺς αὐτοὺς χώρους, ἀλλὰ τῇδε μὲν ὀλίγους ἐπιφαίνεσθαι καὶ διώκοντας μὴ ἐπικαταλαμβάνειν ἑκουσίως καὶ ἀνυπόπτως, ἄλλο δὲ πλῆθος μετὰ ἀξιοχρέου δυνάμεως σπεύδειν κατʼ ἄλλας ὁδοὺς ὅτι τάχιστα πορευόμενον, καὶ φθάσαντας ἐν τῇ τῶν ἀγόντων

χώρᾳ περὶ τὰ ὅρια ἐνεδρεῦσαι (φθάσαι δέ σε εἰκός ἐστι, πρότερον εἰς τὴν ἐκείνων ἀφικόμενον, διὰ τὸ λείαν ἄγοντας αὐτοὺς βραδυτέρως πορεύεσθαι), τὴν δʼ ἐπίθεσιν αὐτοῖς ποιεῖσθαι δειπνοποιουμένοις· οἱ γὰρ λεηλατήσαντες, ἔν τε τῇ αὑτῶν ἤδη γεγονότες καὶ ἐν ἀσφαλεῖ ὄντες, πρὸς ῥᾳθυμίαν τρεπόμενοι ἀφυλακτοτέρως ἂν διακέοιντο.

ἄριστον δ̓, ἵνα νεοκμῆσιν τοῖς στρατιώταις χρήσῃ, ὑπαρχόντων γε πλοίων, κατὰ θάλατταν τὴν δίωξιν ποιεῖσθαι· τό τε γὰρ φθάσαι καὶ τὰ ἄλλα εἰς τὸ δέον σοι συμβήσεται, ἐὰν μὴ κατοφθῇς πλέων ὑπʼ αὐτῶν.

Κυρηναίους δὲ καὶ Βαρκαίους λέγεται καὶ ἄλλας τινὰς πόλεις τὰς ἁμαξηλάτους τε ὁδοὺς καὶ μακρὰς βοηθείας ἐπὶ συνωρίδων καὶ ζευγῶν βοηθεῖν· κομισθέντων δὲ εἰς τὸ προσῆκον καὶ ἑξῆς τῶν ζευγέων παραταχθέντων, ἀποβάντες οἱ ὁπλῖται καὶ ἐν τάξει γενόμενοι εὐθὺς νεοκμῆτες προσεφέροντο τοῖς πολεμίοις.

οἷς οὖν εὐπορία ζευγῶν, καλὸν τὸ πλεονέκτημα, ταχύ τε καὶ νεοκμῆτας τοὺς στρατιώτας εἰς τὸ δέον ἐλθεῖν· εἴησαν δὲ ἂν αἱ ἅμαξαι εὐθὺς καὶ ἔρυμα ταῖς στρατοπεδείαις· οἱ τραυματίαι καὶ εἴ τι ἄλλο γένοιτο σύμπτωμα τοῖς στρατιώταις, ἐπὶ τούτοις ἀπάγοιντʼ ἂν εἰς τὴν πόλιν.

Καὶ ἐὰν μὲν ᾖ ἡ χώρα μὴ εὐείσβολος, ἀλλʼ ὀλίγαι ὦσιν αἱ εἰσβολαὶ καὶ στεναί, προκατασκευάσαντας

αὐτάς, ὡς προγέγραπται οὕτω μερισθέντας, ἐπὶ ταῖς εἰσβολαῖς ἐναντιοῦσθαι τοῖς ἐπιχειροῦσι καὶ βουλομένοις πρὸς τὴν πόλιν προσιέναι, προδιαταξαμένους καὶ τοὺς φρυκτοῖς γνωρίζοντας τὰ ἀλλήλων πάθη, ὅπως τὰ μέρη βοηθῇ, ἄν τι δέωνται ἀλλήλων.

ἂν δὲ μὴ δυσείσβολος ᾖ ἡ χώρα, ᾖ δὲ πολλαχῇ πολλοὺς εἰσβάλλειν, χρησίμους καταλαβεῖν τῆς χώρας τόπους, ὥστε τοῖς πολεμίοις χαλεπὴν εἶναι τὴν πάροδον ἐπὶ τὴν πόλιν.

ἂν δὲ μηδὲ ταῦτα ὑπάρχῃ, τῶν λοιπῶν καταλαβεῖν ἐγγὺς τῆς πόλεως χωρία σύμμαχα πρὸς τὸ μάχεσθαί τε πλεονεκτικῶς καὶ εὐαπαλλάκτως ἔχειν τοῦ χωρίου ὅταν βούλῃ ἀπιέναι πρὸς τὴν πόλιν· κἂν οὕτως ἐμβαλόντες οἱ πολέμιοι εἰς τὴν χώραν πρὸς τὴν πόλιν πορεύωνται, κατάρχειν ὑμᾶς τῆς μάχης ἐκ τῶν χωρίων τούτων ὁρμωμένους.

τὰς δʼ ἐπιθέσεις αὐτοῖς ποιεῖσθαι ἀεὶ πλεονεκτοῦντα ἐκ τῆς χώρας τῇ συνηθείᾳ· πολὺ γὰρ προέξεις προειδὼς τὰ χωρία καὶ προάγων εἰς τόπους οἵους ἂν σὺ βούλῃ, σοὶ μὲν γνωστοὺς καὶ ἐπιτηδείους καὶ φυλάξασθαι καὶ διῶξαι καὶ φυγεῖν καὶ ἀπιέναι εἰς τὴν πόλιν λαθραίως καὶ φανερῶς— ἔτι δὲ καὶ τὰ ἐπιτήδεια προειδότα ὅπου ἂν τῆς χώρας ὑπάρχῃ ὑμῖν— τοῖς δὲ πολεμίοις ἀσυνήθεις καὶ ἀγνῶτας καὶ λελειμμένους πάντων τούτων.

εἰδότες δὲ ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι χαλεπόν, τῶν γε ἐν τῇ χώρᾳ βουλομένων ἐπιχειρεῖν, πρὸς πάντʼ ἂν ἀτόλμως καὶ δειλῶς διακείμενοι σφάλλοιντο διὰ τὸ μηδὲν τῶν τοιούτων εἰκάζειν. διενέγκοι γὰρ ἂν ἑκατέροις ὅσον εἰ τοῖς μὲν νυκτὸς μάχεσθαι εἰλήχει τοῖς δὲ ἡμέρας, εἰ οἷόν τέ πως ἦν τοῦτο ἅμα γενέσθαι.