In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν δακτύλων κορυφὰς ἐς χρῆσιν ἀσκέειν. δακτύλοισιν μὲν ἄκροις τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν, ὅλῃ δὲ καταπρηνεῖ, ἀμφοτέρῃσι δὲ ἐναντίῃσι.

Ἐπειδὴ εἶπε τὸ περὶ τοῦ χειριζομένου κατὰ τὴν κοινωνίαν, εἶτα ἑξῆς πάλιν ἐπανῆλθεν ἐν τῇδε τῇ ῥήσει πρὸς τὸν περὶ τοῦ χειρίζοντος λόγον, πηλίκους μὲν εἶναι προσῆκε τοὺς ὄνυχας αὐτοῦ διηγούμενος, ὁποίους δὲ τοὺς δακτύλους, 

709
ὅπως δὲ ἀνάγειν αὐτούς. ὡς μὲν οὖν εἰς τὰς τῶν δακτύλων ἄκρων ἐνεργείας, αἵπερ δὴ καί εἰσιν ἰδίαι τῶν δακτύλων, τὸ μὴ ὑπερέχειν αὐτῶν τοὺς ὄνυχας μήτε ἐλλείπειν ἄριστόν ἐν τῷ πρώτῳ περὶ χρείας μορίων ἐπὶ πλεῖστον ἐξειργασάμεθα, καθ’ ὃ πᾶσαν ἄκρας τῆς χειρὸς ἐξηγησάμην τὴν φύσιν. ἐν δὲ τῷ παρόντι τὰς λέξεις μόνας ἀρκέσει σαφῶς ἐξηγήσασθαι. διττῆς οὖν οὔσης γραφῆς ἑκατέραν ἐξηγήσομαι· τὴν μὲν ἑτέραν αὐτῶν οὕτως ἔχουσαν. ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν δακτύλων κορυφάς. εὐληπτότατα γὰρ οὕτως ἔσται τὰ τοῖς δακτύλοις ἄκροις θηρώμενα μικρὰ σώματα, πρὸς ἃ καὶ χρώμεθα τῆς δι’ ἄκρων αὐτῶν ἐνεργείας. εἶτ’ ἀμφ’ ἑτέρας ἄκρας ἐς χρῆσιν ἀσκέειν, δακτύλοισι μὲν ἄκροις τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ἵνα κατὰ μὲν τὴν προτέραν λέξιν ἡ διδασκαλία περὶ τοῦ μεγέθους τῶν ὀνύχων δακτύλων γίγνεται, κατὰ δὲ τὴν δευτέραν περὶ τῆς χρήσεως τῶν δακτύλων. ἑτέρα δὲ γραφὴ τοιάδε ἐστίν· ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν. εἶτα ἐφ’ ἑτέρας ἀρχῆς δακτύλων κορυφῇσι χρῆσις, κατὰ δοτικὴν γεγραμμένου τοῦ κορυφῇσιν ὀνόματος, ὡς εἶναι τὴν ὅλην διάνοιαν
710
τοιάνδε, τοὺς ὄνυχας οὔτε ὑπερέχειν οὔτε ἐλλείπειν χρὴ τὸ μῆκος τῶν δακτύλων, ἀλλ’ ἀκριβῶς ἐξισοῦσθαι. ταῖς γὰρ κορυφαῖς αὐτῶν χρῆσίς ἐστι. δόξει δὲ τοῦτο ψεῦδος, ἐὰν ὡς προσήκει αὐτὰς ἀκούῃ. τινὰ μὲν ἔργα ταῖς ὅλαις χερσὶ δρωμέναις περιτύχῃ περιλαβόντες ἀμφοτέραις αὐταῖς πῆχυν ἢ μηρὸν ἢ κνήμην ἤ τι τοιοῦτον ἕτερον ἀντιτείνομέν τε κατατείνομεν. ἐν οἷς ἔργοις ὡς μόρια τῆς χειρὸς ἐνεργοῦσιν οἱ δάκτυλοι, παραπλησίως τοῖς θέναρσι καὶ τοῖς ἄλλοις αὐτῆς μέρεσι. παρακεντοῦντες δὲ καὶ ἀναῤῥάπτοντες ἢ καταῤῥάπτοντες ἢ πτερύγιον ἐξ ὀφθαλμοῦ κομιζόμενοι τοῖς δακτύλοις, ὡς δακτύλοις, οὐχ ὡς μορίοις τῆς χειρὸς χρώμεθα. παραπλησίως δὲ κἀπειδὰν ἤτοι διὰ σμίλης ἤ τινος ἑτέρου τοιούτου τὴν ἐνέργειαν ποιούμεθα. κατὰ πάσας οὖν τὰς ἐνεργείας τῶν δακτύλων ἄκροις αὐτοῖς χρώμεθα καὶ διὰ τοῦτο ἔφην ὀρθῶς εἰρῆσθαι δακτύλων κορυφῇσι χρῆσις. εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς ἄρχειν, δακτύλοις μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ τε καὶ πρὸς μέγαν, μιᾷ
711
λέξει δηλοῦται τὰς πλείστας τῶν μυῶν ἐνεργείας γίγνεσθαι πρὸς τὸν μέγαν, ὅνπερ ἀντίχειρα καλοῦσιν, ἀντιταττομένου τοῦ λιχανοῦ, ὥστε λαμβάνεσθαι τὸ λαμβανόμενον ἐπ’ ἀμφοτέρων ἄκρων δηλαδή. τηνικαῦτα γάρ ἐστι χρεία μόνων τῶν εἰρημένων δακτύλων ἐνεργούντων, ἀλλὰ κἂν διὰ τῶν τριῶν λαμβάνηται δακτύλων, οἷον ὑπαλειφθέντων τῇ σμίλῃ καὶ παρακεντούντων, τὸ πλεῖστον μὲν τῆς ἐνεργείας, ὑπὸ τοῖν δυοῖν τῶν εἰρημένων γίγνεται. συνεπιβοηθεῖ δέ τι καὶ ὁ μέσος· ὅλη μέντοι πρηνεῖ χρώμεθα, κατὰ τὰς ἐν ἰατρικῇ χειρουργίας, τῷ κοίλῳ περιλαμβάνοντες αὐτῆς τὸ σῶμα, περὶ οὗ τὴν ἐνέργειαν ποιούμεθα. δακτύλους μὲν οὖν πεπονθότας κατατείνεσθαι καὶ διαπλάσαι καὶ ἡ μία χεὶρ ἱκανὴ, βραχίονα δὲ ἢ πῆχυν ἢ μηρὸν ἢ κνήμην οὐχ ἱκανὴ, ἀλλ’ ἀμφοῖν εἰς τὰ τοιαῦτα μόρια χρῄζομεν, ἀντιταττομένων ἀλλήλαις ὡς περιλαμβάνεσθαι τὸ κῶλον ἐν κύκλῳ, καὶ σικύαν δὲ προστιθέντες ὅλῃ τῇ χειρὶ πρηνεῖ χρώμεθα καὶ διὰ μικροῦ καυτῆρος ἐκθλίβοντες καὶ σπογγιὰν ἐπιβάλλοντες, ἄλλα τε πολλὰ τῶν κατὰ τὴν ἰατρικὴν ἔργα,
712
περὶ ὧν ἴσως καὶ τὰ λελεγμένα περιττὰ διὰ σαφήνειαν. αὐτὸς γάρ τις ἕκαστος ἀναμιμνήσκεσθαι δύναται δακτύλων καὶ τῶν χειρῶν τὰς ἐνεργείας ἁπάσας, τὰς μὲν ὑπ’ ἀμφοτέρων γιγνομένας, τὰς δὲ ὑπὸ τῶν δακτύλων μόνων ἢ μόνης τῆς χειρός.

Δάκτυλον ἐκφυῆναι μέγαν τὸν ἐν μέσῳ τῶν δακτύλων καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ.

Οὐ γὰρ δυνατὸν ἄλλως ἀντιτετάχθαι κατὰ τὰς ἐνεργείας τῷ λιχανῷ τὸν μέγαν δάκτυλον, εἰ μὴ τὸ μέσον αὐτοῦ εἴη μέγα. τοῦτο δὲ κἀπὶ τῶν ἄλλων δακτύλων ἄριστον, ἵν’ ὅταν ἐν κύκλῳ δέῃ περιλαβεῖν τι σῶμα μέγα, πανταχόθεν αὐτὸ περιλαμβάνωσιν ἐπὶ πλεῖστον διϊστάμενοι.

713
Νοῦσος δὲ δι’ ἣν καὶ βλάπτονται, οἶσιν ἐν γενετῇσι ἢ ἐν τροφαῖς εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι δῆλον.

Ἐπειδὴ αὕτη ἡ διάνοια μένει κατὰ ἀμφοτέρας τὰς γραφὰς, ἀπὸ τῆς σαφεστέρας ἄρξομαι. τισὶ μὲν οὖν ἤρεσιν εἰς ἔθος ἐπ’ ἐνίων ἐπαινουμένων γραφῶν ἀγνοεῖν τὸν λόγον, εἰθισάντων αὐτῶν τοῖς ἄλλοις δακτύλοις κατέχειν τὸν μέγαν καὶ διὰ τοῦτο τοῦτον μὲν ἀργοῦντα, σμικρὸν καὶ ἀναυξημένον αὐτό τε πρὸς τὸν λιχανὸν αὐτοῦ διάστημα. καὶ ταῦτ’ εἰς νόσον ἄκρας τῆς χειρὸς τελευτᾷ, ὡς εἰ καὶ εἰς βλάβην εἰρήκει. τινὲς ὑπὸ νόσου φασὶν αὐτὸν λέγειν γίγνεσθαι, τοῦτο καὶ τὴν νόσον αὐτὴν ἐξαρθρήσαντος τοῦ μεγάλου δακτύλου συμβαίνειν ἢ ἕλκους τινὸς ἐν τῇ μεταξὺ χώρᾳ γενομένου τοῦ τε λιχανοῦ δακτύλου καὶ τοῦ μεγάλου καὶ τοῦ ἕλκους ἐν τῇ θεραπείᾳ σκληρὰν οὐλὴν ποιήσαντος, καὶ σκιῤῥωθεὶς δὲ ὁ μεταξὺ μῦς ἢ ἐκτακεὶς κατά τινα διάθεσιν, ὡς 

714
ἄτροφός τε καὶ ἀναυξὴς γίνεσθαι. καὶ σηπεδὼν ἐνίοτε μεγάλη τὴν μεταξὺ τῶν δακτύλων σάρκα ἀφανίσασα, κἄπειτα σκληρὰν ἐργασαμένη τὴν οὐλὴν μικρὸν ἀποτελεῖ τοῦ λιχανοῦ δακτύλου πρὸς τὸν μέγαν διάστημα καὶ ὥσπερ συνδέσμους ἀλλήλους ἐργάζεται. καὶ μάλισθ’ ὅταν, ὡς ἔφην, ἡ οὐλὴ σκληρὰ γένηται· καὶ μὲν δὴ καὶ καταῤῥαθυμεῖσθαι τὰ τοιαῦτα πάντα παθήματα τοῖς παιδίοις εἰκός ἐστι· τοὺς γὰρ τελείους ὑπὸ τῶν ἰατρῶν διδασκομένους μαλάττειν τε καὶ κινεῖν τὸν μέγαν δάκτυλον, εὐτροφίαν παρασκευάζειν τῇ μεταξὺ χώρᾳ, πρὸς τῷ καὶ τοῖς μὲν τελείοις ἅπαν ηὐξῆσθαι τὸ σῶμα καὶ εἴπερ ἄρα βλάπτεται, μόνον εἰς ἀτροφίαν τὸ πάθος. ἐπὶ δὲ τῶν βρεφῶν ἐν αὔξῃ τῇ πρώτῃ καταλαμβανομένων ὑπό τε τοῦ πάθους αὐτοῦ καὶ πρὸς τῷ πάθει τῆς ἀκινησίας τῶν δακτύλων, μήτ’ αὔξεσθαι τὰ πεπονθότα μόρια καὶ διὰ τὸ μεταξὺ τῶν δακτύλων πᾶν γίγνεσθαι μικρόν. ἐνίοις μὲν οὖν τοῦτο συμβαίνειν φασὶν, ἐνίοις δὲ καὶ οὐλὴν σκληρὰν καὶ κατά τινα διάθεσιν σκληράν τῶν μεταξὺ χωρίων. διὸ καθάπερ ὑποδέσμου τινὸς κατέχεται, τουτέστιν
715
ἀφίστασθαι κωλύεται τὸν μέγαν ἀπὸ τῶν ἄλλων. ἀκούουσι γὰρ ἔνιοι οὕτως τοῦ κατέχεσθαι ῥήματος, εἰ καὶ ὅτι δοκεῖ μάλιστα μάχεσθαι. κατὰ γὰρ τὴν τούτων ἐξήγησιν οὐχ ὑπὸ τῶν ἄλλων ἐχρῆν, ἀλλ’ ἀπὸ τῶν ἄλλων λελέχθαι. αἱ γὰρ ἐν τῷ μεταξὺ ἠγνοηκέναι διαθέσεις τὴν μεταξὺ χώραν σμικρὰν καὶ συνδεδεμένην ἐργάζονται. περὶ μὲν δὴ τούτων ὡς ἄν σοι δόξῃ κρίνας αἱροῦ τὸ πιθανώτατον. ἐν γὰρ ταῖς οὕτως ἀσαφέσι λέξεσι μαντείας μᾶλλον ἢ σοφίας εἰς τὴν ἐξήγησιν χρῄζομεν. ἐγὼ δὲ ἐπὶ τὴν ἀρχαίαν γραφὴν ἀνάξω. τάχα μὲν ἡμαρτημένην καὶ Ἀσκληπιάδης ὑπενόησε καὶ τήν γε ἀναμάρτητον γραφὴν ἐστοχάσατο τοιάνδε τινὰ εἶναι· νοῦσος δὲ, δι’ ἣν καὶ βλάπτονται τοῖς ἐν γενετῇσιν ἢ ἐν τροφῇ εἴθισται καὶ τὰ ἑξῆς· τάχα δὲ καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους οὕτω γραφεῖσαν. ὁ γοῦν Ταραντῖνος Ἡρακλείδης ἀξιοῖτο διακοῦσαι τὰς διαθέσεις, ὡς εἶναι τὸ πλῆρες ὅλης τῆς ῥήσεως τοιοῦτον· νοῦσος δὲ, δι’ ἢν καὶ βλάπτουσα διάθεσις, οἷς ἐν γενετῇσι καὶ τροφῇ καὶ τὰ ἐξῆς.

716
Τά ἔργα πάντα ἀσκέειν ἑκατέρῃσι δρῶντα καὶ ἀμφοτέρῃσιν ἅμα· ὅμοια γάρ εἰσιν ἀμφοτέρῃσι στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.

Πάντα κελεύει δι’ ἀμφοτέρων ἀσκεῖσθαι τῶν χειρῶν· συμφορώτατον γὰρ τοῦτο πρὸς τοῦ ταχέως τε καὶ καλῶς ἐργάζεσθαι. οἷος γοῦν ἂν ᾖ ὁ ἰατρὸς τῇ δεξιᾷ χειρὶ τὸν δεξιὸν ὀφθαλμὸν τοῦ κάμνοντος ἐπιχειρῶν παρακεντεῖν ἢ πτερύγιον ἀποτέμνειν ἤ τι τῶν τοιούτων ἄλλο. διὸ καὶ προσέθηκε στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως, ὡς ἐξ ἧς προεῖπεν ἀσκήσεως, τούτων ἡμῖν περιγενομένων· ὅπως δὲ ἕκαστον αὐτῶν ἔσται μετ’ ὀλίγον διδάσκει. κατὰ δὲ οὖν τὸ παρὸν ἀναμεμνῆσθαι τοσοῦτον, ὡς ἡ τούτων διδασκαλία κεφάλαιον ἔχει τὸ ὅκως, ὅπερ ἐστὶν ἕν τι τῶν ἐν τῇ πρώτῃ διαιρέσει περιεχομένων.

717
ἀναμνησθῶμεν δὲ καὶ ὅτι τὰς χεῖρας ὁμοίας εἶπε, καίτοι ἀπαραλλάκτους οὔσας τῷ εἴδει.

Ὄργανα μὲν καὶ ὅτε καὶ οἵως εἰρήσεται, ὅκου δεῖ, μὴ ἐμποδὼν τὸ ἔργον μηδὲ ἐμποδὼν τῇ ἀναιρέσει, παρὰ τὸ ἐργαζόμενον δὲ τοῦ σώματος ἔστω, ἄλλος δὲ ἢν διδῷ ἑτοίμως ὀλίγῳ πρότερον ἔστω, ποιείτω δὲ ὅταν κελεύῃς.

Ὅτι μὴ μόνον ἄμβας καὶ βάθρα καὶ τὰ ἄλλα, ὅσα μηχανικωτέραν ἔχει κατασκευὴν, ἀλλὰ τὰ προσηγορικῶς ἄρμενα καλούμενα τῇ προσηγορίᾳ τῶν ὀργάνων περιλαμβάνει, σαφῶς ἐδήλωσεν ἐνταῦθα μετὰ τοῦ τῆς ἀναιρέσεως ὀνόματος καὶ τοῦ φάναι, ἄλλος δὲ ἢν διδῷ· καὶ γὰρ ἀναιρούμεθα κατὰ τὰς χειρουργίας τοιαῦτα καὶ παρ’ ἑτέρων δεχόμεθα.

718
Οἱ δὲ περὶ τὸν ἀσθενέοντα, τὸ μὲν χειριζόμενον περιεχόντων, ὡς ἂν δοθῇ, τὸ δὲ ἄλλο σῶμα κατεχόντων, ὡς ἂν ἀτρεμέῃ σιγῶντες, ἀκούοντες τοῦ ἐφεστῶτος.

Σαφὴς ἡ ῥῆσίς ἐστιν, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι.