In Hippocratis De fracturis
Galen
Galen, In Hippocratis De fracturis
Σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν ἢ ἀπορήσαντι ἐμβαλεῖν. ταῦτα εὖ χρὴ εἰδέναι· καὶ γὰρ εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ σωτηρίης. λυσιτελέει δὲ ὀπίσω ἐμβάλλειν τὸ ὀστέον, εἰ οἷόν τε εἴη ἀόχλως.
Διὰ τί σπασμοὶ γίνονται κατὰ πάσας τὰς τοιαύτας διαθέσεις ἐμβαλλομένων τῶν ὀστῶν εἶπεν ἐφεξῆς πάντα, ὥσπερ καὶ ἄλλων πολλῶν ἐπικαίρων εἰς τὴν τέχνην ἅπαξ εἰπὼν ἀρκεῖται, μεταφέρειν ἡμᾶς ἀξιῶν τὸν λόγον ἐπὶ πάντα τὰ ἄλλα ὅσα τῆς αὐτῆς φύσεως. εἰ δὲ τοίνυν παραγράψω σοι τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς τὸ καθόλου τοῦτο κοινὸν πολλῶν τῶν κατὰ μέρος διδάσκει.
Οὐ γὰρ ἐπὶ τοῖσιν χαλαρωτέροισι τοῦ καιροῦ σπασμοὶ καὶ τέτανοι ἐπιγίνονται, ἀλλ’ ἐπὶ τοῖς ἐντεταμένοισι μᾶλλον, περὶ οὗ νῦν ὁ λόγος. οὐ χρὴ οὖν ἐνοχλέειν ἐν τῇσι προειρημένῃσι ταύτῃσιν, ἀλλὰ μελετᾷν ὅκως ἥκιστα φλεγμαίνῃ τὸ ἕλκος καὶ μάλιστα ἐκπυήσῃ. ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσιν ἢ ὀλίγῳ πλείους, ἢν ἀπύρετος ᾖ καὶ μὴ φλεγμαίνῃ τὸ ἕλκος, τό τε ἧσσον κωλύειν ἢ πειρῆσθαι ἐμβάλλειν, ἢν ἐλπίζῃς κρατήσειν· ἢν δὲ μὴ, οὐδὲν δεῖ μάτην ὀχλέειν. καὶ ἢν μὲν οὖν ἐμβάλῃς τὰ ὀστέα ἐς τὴν ἑωυτῶν χώρην, γεγράφαται ἤδη οἱ τρόποι τοῦ ὡς χρὴ ἰητρεύειν, ἤν τε ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ἤν τε μή. χρὴ δὲ καὶ ἢν μὲν ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ὡς ἔφην, τῷ τρόπῳ τῶν ὀθονίων ἐπὶ πᾶσι τοῖσι τοιουτέοισι τὴν ἐπίδεσιν ποιέεσθαι, ἐκ μέσου τοῦ ὀθονίου ἀρχόμενον, ὡς ἐπὶ τὸ πουλὺ ὡς ἐπὶ δύο ἀρχέων ὑποδεσμὸς ὑποδεῖται.
Ἐμάθομεν ἐν τοῖς περὶ κινήσεων μυῶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἑκατέρου μυὸς κινουμένου τὴν ἐνέργειαν αὐτῶν γίγνεσθαι. ὅταν οὖν ἀκόντων ἡμῶν λάβωσι διὰ μέγεθος φλεγμονῆς οἱ σπασμοὶ γίνονται. διὰ τί οὖν ἐμβληθέντων τῶν παραλλαττόντων ὀστῶν ἄλληλα κατά τε τὰ συντρίμματα καὶ τὰς ἐξαρθρήσεις οἱ μύες γίνονται; μᾶλλον γὰρ ἐν τούτῳ ἐστὶν ἡ λύσις τοῦ προβλήματος, ὅτι μικρότερον ἑαυτοῦ γίνεται τὸ κῶλον, ἔν τε τοῖς ἐξαρθρήμασι καὶ κατάγμασιν, ἐπειδὰν ἑκάστη τι τῶν ὀστῶν διατρήσασα τὸ δέρμα. μετὰ δὲ τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῶν γυμνωθέντων ἀπολαμβάνει τοῦ πρόσθεν μῆκος, ὥσπερ καὶ οἱ φλεγμαίνοντες μύες ἀναγκάζονται συνεκτείνεσθαι τῷ παντὶ κώλῳ. διττὴν οὖν λαμβάνεται τάσιν, ἥν τε ἐκ τοῦ φλεγμαίνειν εἶχον, ἥν τε νῦν ἔτι προσεπιλαμβάνουσιν εἰς μῆκος ἐπεκταθέντες.
Τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως ἥκιστα σεσηρὸς καὶ ἐκπεπληγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν.
Κατὰ μεταφορὰν ἀμφοτέροις κέχρηται τοῖς ὀνόμασι, τὸ μὲν σεσηρὸς ἀπὸ τῶν χειλῶν τοῦ σώματος ὅλως προσαγορεύσας, τὸ δ’ ἐκπεπληγμένον ἀπὸ τῶν πολὺ διεστώτων σκελῶν. ἡ γὰρ ἐκείνων διάστασις ὀνομάζεται πλῆκτα, ὥσπερ καὶ σεσηρέναι λέγομεν τοὺς διιστάντας ἀπ’ ἀλλήλων χωρὶς τοῦ τῆς γένυος ὀστοῦν κινῆσαι. οὕτω μὲν γὰρ ἀνοῖξαι γίγνεται τὸ στόμα, διαστῆσαι δὲ τὰ χείλη τῶν ὀδόντων συμβεβλημένων ὀνομάζουσι σεσηρέναι. φυλάττεσθαι δέ γε κελεύει κατὰ τὴν ἐπίδεσιν ἐκτεταμένα ποιῆσαι τὰ χείλη τοῦ ἕλκους. συνάγεσθαι γὰρ βούλεται πρὸς ἄλληλα τὴν οἰκείαν θέσιν ἀπολαμβανόντων τῶν μερῶν τοῦ δέρματος, ἐπειδὴ καὶ θλίβοιτ’ ἂν ἥκιστα ποιούντων οὕτω καὶ σκέποιτ’ ἂν μάλιστα τὸ ὑποκείμενον ἕλκος ἐν τοῖς μυσίν. εἰδέναι γάρ σε χρὴ τῷ δέρματι χαίροντα τὰ ὑπ’ αὐτοῦ πάντα καὶ μηδὲν ὑποκείμενον ἀβλαβῶς γυμνοῦσθαι· καὶ τί θαυμαστὸν οἰκείαν τε καὶ σύμφυτον ἔχοντα τὴν ἐκ τοῦ δέρματος σκέπην αὐτὰ χαίρειν μὲν ἀεὶ τῷ συμφύτῳ σκεπάσματι, χαλεπῶς δὲ ὑπὸ τῶν ἄλλων ἁπάντων διατίθεσθαι; διὸ καί με θεάσασθαι μήτ’ ἀποτέμνοντα μέρη τοῦ δέρματος, ἀλλ’ ἐπάγοντα
Τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ ἐπ’ ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων· ὁκόσα δὲ κατηπορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν. ψιλοῦται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν, ἀμφιθνήσκουσιν αἱ σάρκες.
Συντρόφως εἴρηκεν ἀντὶ τοῦ οἰκείως, οὐδὲν ὠφελούσῃ μεταφορᾷ χρησάμενος, ὅθεν αὐτὸ καὶ παρεσημηνάμην. ἐπὶ δὲ τὴν μεταφορὰν καὶ οἱ ἄλλοι πάντες ὅσοι δεινοὶ λέγειν εἰς ἐνεργεστέραν δήλωσιν τοῦ κατὰ τὴν διήγησιν πράγματος· χρῶνται.
Καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δ’ οὒ, καὶ τῶν μὲν μᾶλλον, τῶν δ’ ἧσσον, καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν ὁκότε τὰ ὀστέα ἀποστήσεται. τὰ μὲν γὰρ διὰ μικρότητα, τὰ δὲ διὰ τὸ ἐπ’ ἄκρου ἔχεσθαι θᾶσσον ἀφίσταται, τὰ δὲ διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι καταξηρανθέντα καὶ σαπρὰ γενόμενα. πρὸς δὲ τούτοις διαφέρει τε καὶ ἰητρείη ἰητρείης. ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ἀποφυόμεναι σάρκες602κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. ὅλως μὴν ὁ κύκλος τοῦ ὀστέου ἢν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται. ἔνια γὰρ εἰς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, τὰ μὲν γὰρ ἀραιότερα τῶν ὀστέων θᾶσσον ἀφίσταται, τὰ δὲ στερεώτερα βραδύτερον, τὰ δὲ ἄλλα τὰ μείω πολλὸν ἐνδοτέρω, ἄλλα δ’ ἄλλως.
Τὸ σεσάπρισται ὅτι κατὰ τοῦ σαπροῦ γέγονε καλῶς εἴρηται. τὰ δὲ διεφθαρμένα ὅτι καλοῦσι σαπρὰ, τινὶ οὐκ ὀρθῶς εἴρηται· πάντα γὰρ τὰ παλαιὰ καὶ χρόνια προσαγορεύει αὐτὸς σαπρά.
Ἀποπρίειν δ’ ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφάσιων χρὴ, ἢν δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκεῖ δεῖν παρελθεῖν καὶ οἷόν τε ᾖ παραιρεθῆναι, ἤν τε ἀσηρὸν ᾖ καὶ θραῦόν τι τῶν σαρκίων καὶ δυσαισθησίην παρέχει,603ψιλὸν δὲ τυγχάνει ἐὸν καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. τὰ δ’ ἄλλα μέγα οὐδὲν μέγα διαφέρει οὔτε ἀποπρῖσαι οὔτε μὴ ἀποπρῖσαι. σαφέως γὰρ εἰδέναι χρὴ ὅτι ὀστέα ὅσα τελέως στερέεται τῶν σαρκῶν καὶ ἐπιξηραίνεται, ὅτι πάντα τελέως ἀποστήσεται. ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλλει, ταῦτα οὐ χρὴ ἀποπρίειν. τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα, ἰητρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται τῶν ἀποστησομένων ὀστέων. φυλάσσεσθαι δὲ χρὴ μὴ καταψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον· ῥιγέων γὰρ πυρετωδέων, κίνδυνος δὲ καὶ σπασμῶν, προκαλέεται γὰρ ἀεὶ σπασμὸν τὰ ψυχρὰ, ποτὲ δὲ καὶ ἕλκει. εἰδέναι δὲ χρὴ ὅτι περ ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γενέσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύηται καὶ οἷς ὅλως καὶ ὁ κύκλος τοῦ ὀστέου ἀπέστη.
Ὅτι καὶ νῦν εἴρηκε προφάσεις οὐ τὰς ψευδεῖς αἰτίας, ἀλλὰ τὰς ἀληθεῖς, εὔδηλον. αὐτὸς δὲ ὁ περὶ τῶν σεσαπρισμένων
Ὅσων δὲ μηροῦ ὀστέον ἢ βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται. τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυμύελα καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες. καὶ ἢν μὲν ἐμβάλλοις, σπασμοὶ φιλέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ πυρετοὶ ὀξέες καὶ ἐπίχολοι καὶ λιγνυώδεες καὶ ἐπιμελαίνονται. περιγίνονται δὲ οὐχ ἧσσον οἷσι μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι. ἔτι δὲ μᾶλλον περιγίνονται οἷσι τὸ κάτω μέρος τοῦ ὀστέου ἐξέσχεν ἢ οἷσι τὸ ἄνω. περιγίνονται δ’605ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν. μελέται γὰρ μελετέων μέγα διαφέρουσι καὶ φύσιες φυσίων τῶν σωμάτων εἰς εὐφορίην. διαφέρει δὲ μέγα καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ. πολλαὶ γὰρ καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν, εἰσὶ δὲ καὶ τῷ ἔξω μέρει, ἧσσον δέ. ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν ὁκοῖοί τινές εἰσι καὶ προλέγειν χρὴ. πρὸς τοὺς καιρούς. εἰ δὲ ἀναγκάζοιο μὲν ἐμβαλεῖν, ἐλπίζοις δὲ ἐμβάλλειν καὶ μὴ πολλὴ ἡ παράλλαξις ᾖ τοῦ ὀστέου καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες, φιλέουσι γὰρ ξυνδεῖν ἡ μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο.
Οὐχ οὕτω διὰ τὸ τοῦ ὀστέου μέγεθος ὁ κίνδυνος ἐπ’ αὐτοῖς γίγνεται γυμνωθεῖσιν ὡς διὰ τὸ τῶν μυῶν τε καὶ νεύρων καὶ ἀρτηριῶν τε καὶ φλεβῶν καὶ πρὸς τούτοις ὅτι
Ἐμβάλλοντα δὲ ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ, εἰ δὲ μὴ, οὐδ’ ἐγχειρέειν χρή. τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἵηπερ κεφαλῆς ὀστέα κατεηγυίης καὶ ψυχρὸν μηδὲν προσφέρειν, σιτίων δὲ στερῆσαι τελέως.
Ἄπορον εἰπεῖν ὅ τι ποτὲ αὐτῶν σημαίνει τὸ μαλθακόν. ὅτι μὲν γὰρ ἢ τὸ ποιὸν ἢ τὸ ποσὸν ἐνδείκνυται τῆς πόσεως αὐτοῦ δῆλον, οὔτε δεῖται τοῦ κατὰ πλῆθος ὀλίγου τὸ μαλθακὸν οἰκείως ἄν τις εἰρῆσθαι νομίσειεν, οὔτε τίνα τρόπον ἐνδείκνυται σκευάσας αὐτοῦ, ποιῆσαι ῥᾴδιον, ἔπειτα καὶ
Καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ μὴ πικρόχολος ᾗ, ὕδατος πόματι χρῆσθαι. καὶ ἢν μὲν πυρεταίνῃ ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρας τὸ ἐλάχιστον οὕτω διαιτᾷν, ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν.
Ταύτην τὴν λέξιν ἐναντίως Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς Καπίτων ἔγραψε, μὴ βουλόμενος ἐπὶ μὲν τῶν πικροχόλων
Ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον φαύλην δίαιταν ἄγειν, καὶ οἷσιν ἂν μὴ βληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμακείην χρὴ τοιαύτην ποιέεσθαι καὶ τῶν ἑλκέων τὴν μελέτην καὶ τὴν δίαιταν· ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον, ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. τῶν δὲ ὀστέων ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. μάλιστα δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν· ἀλλ’ ἤν τις καλὴν ἔχῃ τὴν ἀποφυγὴν, αἵ τε γὰρ ἐλπίδες ὀλίγαι καὶ οἱ κίνδυνοι πολλοὶ, καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι καὶ ἐμβάλλων ἂν ἐγγυτέρω αὐτὸν τοῦ θανάτου ἀγάγοι ἢ σωτηρίης.
Ὅτι φαύλην δίαιταν ὀνομάζειν τὴν ἐναντίαν τῇ ἀκριβεῖ καὶ πρόσθεν εἴρηταί μοι.
Τὰ δὲ ὀλισθήματα τὰ κατὰ γούνατα καὶ τὰ διακινήματα τῶν ὀστέων, εὐηθέστερα πουλὺ τῶν κατ’ ἀγκῶνα κινημάτων καὶ ὀλισθημάτων.
Ὀλισθήματα μὲν ὀνομάζει τὰς τέτταρας παραλλαγὰς τῶν ὀστῶν, διακινήματα δὲ τὰς βραχείας. εὐηθέστερον δὲ εἶπεν οὐ κατὰ τὸ κύριον τοῦ εὐήθους σημαινόμενον, ἐν ᾧ δηλοῦται τὸ εὖ ἔχον τὸ ἦθος. εἰ γὰρ ἠλίθιος εὐήθης ὁμοίως λέγεται, τῇ τε γλυκείᾳ καὶ τῷ καλλείᾳ, γλυκεῖαν μὲν τὴν σῦν ὀνομαζόντων ἀνθρώπων, ὅταν εὐήθη τοῖς θεοῖς εὐφημίας ἕνεκα, καλλείαν δὲ τὸν πίθηκον, ἐπειδὴ καὶ τούτου τὴν προσηγορίαν φυλάττοντες λέγουσιν, ὥσπερ καὶ Καλλίμαχος ἔφη πρὸ μιῆς ὥρας θηρίον οὐ λέγεται.
Τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει ἢ τὸ τοῦ βραχίονος.
Ἡ κατὰ γόνυ διάρθρωσις ἐκ δυοῖν ὀστῶν ἀλλήλοις διηρθρωμένων γίγνεται, μηροῦ τε καὶ κνήμης· ἀλλ’ ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις διαρθρώσεσιν εἶναι μέν τινα χρὴ κοιλότητα τὴν ὑποδεξομένην τοῦ διηρθρωμένου τὸ πέρας ὀστοῦ, εἶναι δὲ τὸ πέρας αὐτὸ τοῦτο περιφερὲς, οὕτως ἑτοίμως τε καὶ ἀλύπως ἐμβαίνειν τῇ διαρθρώσει, κατὰ τὸν αὐτὸν λόγον κἀπὶ τῆς κατὰ γόνυ διαρθρώσεως ἐμβαινόμενόν ἐστι τὸ τοῦ μηροῦ πέρας, ὑποδεχόμενον δὲ τὸ τῆς κνήμης. ὑποκειμένη γὰρ αὐτῷ τῷ μηρῷ τὰς δύο κεφαλὰς αὐτοῦ δέχεται κοιλότησιν, ἐπιτηδείας μέν τινος αὐτῶν νευροχόνδρου διαφύσεως οὔσης. εἰκότως οὖν ὁ Ἱπποκράτης τῶν διηρθρωμένων ἀλλήλων ὀστῶν ἄρθρον ὀνομάζων, οὐ τὸ δεχόμενον τὴν πλησιάζουσαν ἐξοχὴν, ἀλλὰ τὸ στηριζόμενον ἐν τῇ κοιλότητι καὶ νῦν εἶπε. τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερόν ἐστιν, ἐπειδὴ τούτου ἐναρθρουμένου ἤδη τῇ κνήμῃ τὸ ἄρθρον, τουτέστι τὸ κάτω πέρας τοῦ μηροῦ εὐσταλέστατον ὑπάρχει, ἥπερ αὐτὸ δηλοῖ τὸ ἔλαττον κατὰ τὸν ὄγκον. οὐ μὴν ἁπλῶς γε ἔλαττόν ἐστι τοῦτο τοῦ κατ’ ἀγκῶνα πέρατος τοῦ βραχίονος, ἀλλὰ κατ’ ἀναλογίαν ἐξεταζόντων.
Καὶ δικαίην φύσιν μοῦνον ἔχον καὶ ταύτην περιφερέα, τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείονας ἔχον.
Τὸ κατὰ γόνυ, φησὶν, ἄρθρον τοῦ μηροῦ δικαίαν φύσιν μόνον ἔχει. δῆλον δὲ, ὡς πολλάκις εἴρηται, τὸ δίκαιον ὄνομα παρ’ αὐτῷ τὴν ἴσην. σκεψώμεθα οὖν ἀκριβῶς διὰ τί μόνον τοῦτο τὸ ἄρθρον, φησὶν, ἴσην ἔχει φύσιν, εὑρεῖν ἡμᾶς ὡς μηδαμόθι πλεονεκτεῖν ἐν αὐτῷ τὰ μόρια διὰ τὸ πᾶν ὅμοια ἀλλήλοις γ’ ἐνεστῶτα τὰ μόρια, διὰ τὸ πᾶν καὶ διάρθρωσιν μίαν ἔχειν. ἐπεὶ δὲ τοίνυν εἰς δύο περιφερεῖς
Πρὸς δὲ τούτοις τὰ μὲν τῆς κνήμης ὀστέα παραπλήσια μῆκός ἐστι καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν, ἀφ’ οὗ πέφυκεν ὁ ἔξω τένων, ὁ παρὰ τὴν ἰγνύην.
Μικρῷ τινι μεῖζον εἶναί φησι τὸ ἔξωθεν ὀστοῦν ὃ καλοῦσι περόνην, ὅπερ ἤδη καὶ πρόσθεν εἶπεν, ἡνίκα τῶν ἁπλῶν τῆς κνήμης καταγμάτων ἔγραψε θεραπείαν. ἡμεῖς δὲ καὶ τότε καὶ νῦν λέγομεν ὡς μὲν πρὸς τὸ κάτω
Τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστι καὶ τὸ βραχύτερον συχνῷ, τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει τὸ ἄρθρον.
Ἄνισα τὰ τοῦ πήχεως εἶπεν ὀστᾶ, οὐχὶ καὶ τῆς κνήμης εἴη παραβάλλειν νῦν οὐκ ἐχούσης ἄνισα, παρ’ ἐκείνην ἔφη τὸ ἔξωθεν εἶναι μακρότερον· ἀλλ’ ὅτι βραχύτερον μὲν ὑπερέχον τὸ ἔξωθεν ὀστοῦν τῆς κνήμης καὶ ἐλαχίστῳ, πολὺ
Ἐξήρτηται μέντοι καὶ τούτων τῶν νεύρων κατὰ τὴν κοινὴν ξύμφυσιν τῶν ὀστέων, πλεῖον δὲ μέρος ἔχει τὸ ἄρθρον.
Τοὺς συνδέσμους νῦν ὠνόμασε νεῦρα καὶ ἐπὶ παντὶ καλῶν οὕτως αὐτούς. ὅτι δὲ τῇ περιδιαρθρώσει συνδέσμους τοὺς πλατεῖς καὶ ὑμενώδεις οὕτως ὠνόμασε νῦν, ἔσται μὲν δῆλον κἀξ ὧν ἐπιφέρων εἴρηκε τὴν ἑξῆς φησίν· ἀλλὰ καὶ
Πλεῖον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως τῶν νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον ἤπερ τὸ παχύ. ἡ μὲν οὖν623φύσις τοιουτότροπος τῶν ἄρθρων τούτων καὶ τῶν ὀστέων τοῦ ἀγκῶνος.
Ταύτην ἔφην τὴν ῥῆσιν ἐνδείκνυσθαι νεῦρα καλεῖσθαι πρὸς αὐτοῦ τοὺς ὅλης τῆς διαρθρώσεως συνδέσμους, ἐκπεφυκότας μὲν ἐκ τοῦ κάτω πέρατος τοῦ βραχίονος, ἐμπεφυκότας δὲ τοῖς ἐνταῦθα πέρασι πήχεώς τε καὶ κερκίδος, ἐν πάσῃ γάρ ἐστι τοῦτο διαρθρώσει· οὕτω δὲ κοινοὺς εἶναι τῶν διηρθρωμένων ὀστῶν συνδέσμους πλατεῖς ἐν κύκλῳ περικειμένους, ὡς δοκεῖν ὑμένας εἶναι παχεῖς. οὗτοι τοίνυν ἐμφύονται μὲν καὶ τῇ τῆς κερκίδος κεφαλῇ, πολλῷ δὲ μέρει τοῦ πήχεως. διὰ τοῦτ’ ἔφη, πλέον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως τῶν νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον ἤπερ τὸ παχὺ, τουτέστιν ὁ πῆχυς. εἴπερ ἡ κερκὶς ἐξήρτηται μὲν ἄμφω τῶν ἐκφυομένων τοῦ βραχίονος συνδέσμων, ἃ νεῦρα κεκληκέναι νῦν ἔφην αὐτόν· πλέον δὲ μέρος ἔχει τῆς ἐξαρτήσεως ὁ πῆχυς.
Καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ γόνυ ὀστέα πολλάκις μὲν ὀλισθαίνει, ῥηϊδίως δὲ ἐμπίπτει.
Τῶν γὰρ καθ’ ἑκάτερον τὴν διάρθρωσιν ἐργαζομένων ὀστῶν ἐσφιγμένη μὲν ἡ σύνθεσίς ἐστι κατ’ ἀγκῶνα, χαλαρωτέρα δὲ κατὰ γόνυ, πρὸς τῷ καὶ πολλὰς ὑπεροχὰς καὶ κοιλότητας ἀλλήλαις διαρθρούμενα, σφίγγει μὲν πανταχόθεν τὴν κατ’ ἀγκῶνα διάρθρωσιν. ἐν δὲ τῇ κατὰ γόνυ καὶ τῶν κονδύλων τοῦ μηροῦ ταῖς κοιλότησι τῆς κνήμης ἐπιβαινόντων ἀβάθεσί τε καὶ ὑπτίαις οὔσαις εἰκότως ἡ διάρθρωσις ὀλισθανωτέρα ὥστε καὶ αὖθις ἐμπίπτειν τάχιστα.
Φλεγμονὴ δὲ οὐ μεγάλη προσγίνεται οὐδὲ δεσμὸς τοῦ ἄρθρου.
Διὰ τὸ βίαιον τῆς ἐξαρθρώσεώς τε καὶ τῆς ἐμβολῆς αἱ φλεγμοναὶ γίγνονται κατὰ λόγον. ἐπὶ τοῦ γόνατος αἱ
Ὀλισθαίνει δὲ τὰ πλεῖστα ἐς τὸ εἴσω μέρος, ἔστι δ’ ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴν ἰγνύην. τούτων ἁπάντων αἱ μεταβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω ὀλισθαίνοντα καθῆσθαι μὴ χρὴ τὸν ἄνθρωπον ἐπὶ χαμαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὲν πολλῷ.
Καθ’ ἃ μέρη μᾶλλον ἡ διάρθρωσις ἔσφιγκται, κατὰ ταῦθ’ ἧττον ὀλισθαίνει. τελεώτατα μὲν οὖν ἔσφιγκται τὰ πρόσω μέρη, καθ’ ἃ καὶ ἡ μύλη. καλοῦσι δὲ αὐτὴν εἰκότως ἔνιοι τῶν ἰατρῶν ἐπιγονατίδα καθόλου τοῦ γόνατος ἐπικειμένην. αὐτὴν δὲ ταύτην ἐπιπεφυκώς τις ἔξωθεν τένων πλατὺς σφίγγει τὴν ἀρχὴν ἐκφύσεως ἔχων ἐκ τῶν προσθίων τοῦ μηροῦ δεσμῶν ὑπερβαίνων τε τὴν μύλην ὅλην ἐπιφυόμενος τῆς κνήμης ἀρχή· τὸ μὲν πρόσω μέρος τῆς κατὰ γόνυ διαρθρώσεως διά τε τὴν μύλην τόν τε εἰρημένον τένοντα καταφυόμενον, ὡς εἶπον, εἰς τὴν ἀρχὴν τῆς κνήμης