In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Καὶ ἐπιδεῖν δὲ οὕτως ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον ἂν τουτέων ἐπιδέῃς· οὐ γὰρ ταῦτα ξυμφέρει σκέλει τε καὶ χειρί. πήχεος μὲν γὰρ καὶ βραχίονος, ἐπὴν ἐπιδεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς τὰ σχήματα τῶν σαρκῶν, ἑτεροιοῦται ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος. ἀδύνατος γὰρ ὁ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον· οὐ γὰρ πολλάκις ἐν τοιούτῳ εἴθισται, ἀλλ’ ἐν τῷ ξυγκεκάμφθαι. καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσιν, ξυγκεκάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται. σκέλος δὲ ἔν τε τῇσιν ὁδοιπορίῃσι καὶ ἐν τῷ ἑστάναι εἴθισται, ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ μικροῦ δεῖν ἐκτετάσθαι ἐς τὸ κάτω κατὰ φύσιν. καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα, διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ- καὶ δὴ καὶ ἐν τῇσι κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστὶν ἐν τῷ ἐπιτετάσθαι.
496
ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ συγκαμφθῆναι καὶ ἀναστῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι.

Ἐάν τε κνήμην ἐάν τε μηρὸν ἐπιδέῃς, ἑκατέραν τῶν διαρθρώσεων ἐκτετάσθαι κελεύει, τὴν κατ’ ἰσχίον καὶ τὴν κατὰ γόνυ. τὴν δ’ αἰτίαν τοῦ σχήματος ἐφεξῆς ἐρεῖ σαφῶς, ἀποδείξει χρώμενος καὶ ἑτοίμως νοήσαις τὸν νοῦν. ἔστι δὲ τούτων τὰ κεφάλαια προειθίσθαι μὲν τὸ σκέλος ἑστώτων καὶ βαδιζόντων ἐκτετάσθαι. πρὸς γὰρ τὸ βαδίζειν τὸ σῶμα γεγονὸς ὑπὸ τῆς φύσεως εἰς τοῦτο σχῆμα περεσκεύασται πρὸς αὐτῆς καὶ διὰ τοῦτο καὶ κατακειμένων ἐκτεταμένον ἐστὶν ὡς τὰ πολλά. τὰς χεῖρας δὲ καὶ κατὰ τὰς ὁδοιπορίας καὶ ἄλλως ὡς τὸ πολὺ κεκλασμένας μετρίως ἔχομεν. οὐδεὶς γὰρ ἀποτετακὼς αὐτὰς περιέρχεται. διὰ τοῦτο κἂν ἐπιδεθῇ τις χεῖρα, δυνατόν ἐστιν αὐτῷ περιέρχεσθαι ταινίαν

497
ὑποτείνοντι τῷ πήχει. σκέλους δὲ καταγέντος ἀδύνατον ἐπιβαίνειν πρὶν ἀκριβῶς πωρωθῆναι.

Διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος οὔτε ἡ κατάτασις οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει αὐτῇ. ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ, οὐθὲν δεῖ μάτην πονέεσθαι· καὶ γὰρ σολοικότερον μηχανοποιέειν μηθὲν δέον. ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκαίων προσφέρειν, ἤν τινά γε προχωρέῃ, ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, ῥηΐδιον ἤδη κατορθῶσθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα καὶ ἐξευκρινέοντα. ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν τοῖσιν ὀθονίοισιν κατατεταμένα, ἤν τ’ ἐπὶ δεξιὰ ἤν τ’ ἐπ’ ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισιν τὰ πρῶτα ὀθόνια. βαλλέσθω δὲ τὴν ἀρχὴν κατὰ τὸ κάτηγμα καὶ περιβαλλέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολὰς, κἄπειτα νεμέσθω
498
ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασι εἴρηται. τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι καὶ μακρότερα καὶ πλέω πολὺ αὐτὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. ἐπὴν δὲ ἐπιδέῃς, καταθεῖναι ἐφ’ ὁμαλοῦ τινὸς καὶ μαλθακοῦ, ὥστε μὴ διαστρέφεσθαι ἢ τῇ ἢ τῇ μήτε λορδὸν μήτε κυφὸν εἶναι.

Φανερωτάτας μὲν εἴρηκε τὰς αἰτίας προφάσεις, καίτοι γε ἀληθῶς ἃς προείρηκεν οὐχ ὡς ἐν τῇ συνηθείᾳ προφάσεις εἴωθε λέγειν τὰς ψευδεῖς αἰτίας καὶ μικρὸν δὲ κατωτέρω πάλιν, οὕτω κέχρηται τῷ ὀνόματι κατὰ τήνδε τὴν ῥῆσιν. δι’ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν τοῦ ὀστέου καταγέντος ταχεῖαι αἱ ἐπιβάσεις. εἴρηκε δὲ τοῦτο περὶ περόνης ἀληθὲς ἐπιδοὺς ταχεῖαν μὲν ἐπ’ ἐκείνῃ καταγείσῃ τὴν τοῦ σκέλους γίνεσθαι κίνησιν, εἰ δὲ κνήμη συντριβῇ μετὰ πλείονα χρόνον δύνασθαι χρῆσθαι τοὺς οὕτως παθόντας.

499
Μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον ἢ κλίνον ἢ ἐρινέον, μὴ σκληρὸν, λαπαρὸν, μέσον κατὰ μῆκος ποιήσαντα ὑποθεῖναι ἢ ἄλλο τι ὃ τούτῳ ἔοικεν.

Τὴν κνήμην ἀξιοῖ στηρίζειν ὅν εἶπε τρόπον προσκεφαλαίων μᾶλλον ἢ σωλῆνος, ἐφεξῆς γράφων ἃ μέμφεται τοὺς χρωμένους αὐτῷ πρὸς τὰ τοιαῦτα.

Περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅτι ξυμβουλεύσω ἢ ὑποτιθέναι χρὴ ἢ οὔ. ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες οἴονται· οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν ὡς οἴονται. οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα ἢ ἔνθα ἢ ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελεῖται αὐτὸς ὁ ἄνθρωπος, οὔτε αὖ τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι
500
ἢ τῇ ἢ τῇ. ἀλλὰ μὴν ἀργέστερον ξύλον ὑποτετάσθαι, ἢν μὴ ὅμως ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. ἀχρηστότατον δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσιν καὶ ἐν τῇσιν ἐς ἄφοδον προχωρήσεσιν. ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι. πιθανώτερον δὲ τοῖσι δημότῃσίν ἐστιν καὶ τὸν ἰατρὸν ἀναμαρτητότερον εἶναι ἢν σωλὴν ὑποκέηται, καίτοι ἀτεχνέστερόν γέ ἐστιν. δεῖ μὲν γὰρ ἐφ’ ὁμαλοῦ καὶ μαλθακοῦ κεῖσθαι, πάντῃ πάντως ἐς ἰθύ. ἐπείτοι γε ἀνάγκη κρατηθῆναι τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ διαθέσει, ὅποι ἂν ῥέπῃ καὶ ὁκόσα ἂν ῥέπῃ. ὑποκρινέσθω δὲ ὁ ὑποδεδεμένος ταῦτα ἅπερ καὶ πρότερον εἴρηται· καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι καὶ τὸ οἴδημα οὕτως ἐξαείρασθαι ἐς τὰ ἄκρεα καὶ τὰς χαλάσιας οὕτως καὶ τὰς μετεπιδέσιας διὰ τρίτης καὶ εὑρισκέσθω ἰσχνότερον τὸ ἐπιδεόμενον καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον ποιέεσθαι καὶ πλέοσι τοῖσιν ὀθονίοισιν. περιλαμβάνειν τε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ
501
τοῦ γούνατος τὸ τρῶμα. κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν ἐφ’ ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα. ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα δὲ τῆς κατατάσιος μᾶλλον. ἐπὴν δὲ ἑβδομαῖος ἢ ἑνδεκαταῖος γένηται τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοισι κατήγμασιν εἴρηται.

Ἔτι καὶ νῦν οἶδά τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέλει σωλῆνας καὶ γλωσσόκομον κνήμης τε καὶ μηροῦ πεπονθότος, ἐπὶ μὲν τοῦ μηροῦ παντὶ τῷ σκέλει, τῆς κνήμης δὲ πεπονθυίας ἔνιοι μὲν καὶ τοῦθ’ ὑποβάλλουσιν ὅλῳ τῷ σκέλει τὸ ξύλον, ἔνιοι δὲ τὴν κνήμην ὅλην στηρίζοντες ἐν τῷ γλωσσοκόμῳ. βλάπτουσι δέ τι καὶ οἱ μετ’ αὐτῆς τὸν μηρὸν, ἀλλ’ ἦττον ἐκείνων. τὰς φλέβας δὲ αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσε σαφῶς, ὥστ’ αὐτὰς οὐδὲν ἐμὲ δεῖν ἔτι λέγειν, ἀλλ’ εἴπου κατὰ τὴν λέξιν ἀσαφὲς ἔσεσθαί τισι νομίσω,

502
τοῦτο ἐξαπλώσω καὶ πρῶτόν γε πάντων, ὅπῃ διαφέρει γλωσσόκομον σωλῆνι. εἴρηται μὲν οὖν παρὰ τοῖς Ἀττικοῖς γλωσσόκομον τὸ σκεῦος τοῦτο. ἴσως οὖν εἰς πολλὰ μὲν τῶν χρησίμων γραμμάτων ἐμβαίνουσιν οἱ ἄνθρωποι, πολλὰ δὲ τῶν ἀποθέτων γραμμάτων. ἔνιοι δὲ εἰς ὁδοιπορίας αὐτῷ χρῶνται, διοίσει δὲ οὔτε εἴτε γλωσσοκόμιον εἴτε γλωσσόκομόν τις ὀνομάζοι αὐτὸ, καθάπερ οὐδὲ διὰ τῶν δυοῖν ττ ἢ διὰ τῶν δυοῖν σσ. τὸ δὲ ὑποτιθέμενον τῷ σκέλει γλωσσόκομον, εὔδηλον ὅτι προμηκέστερόν τε καὶ στενώτερον εἶναι δεῖ τῶν συνήθων. δεῖ γὰρ αὐτὸ μὴ πολλῷ πλατύτερον εἶναι οὐ κατὰ τὸ σκέλος εὔρους ἢ πάχους ἢ ὅπερ ἂν ὀνομάζειν ἐθέλεις, ἵνα παραβληθέντων ἑκατέρωθεν ἐρίων ἐσφιγμένον ᾖ τὸ σκέλος, ὡς μηδὲ ἂν ὁ κάμνων βούληται μετακλίνειν αὐτὸ συγχωρεῖν τὴν στενοχωρίαν· ἀλλὰ τὴν μὲν ἐπὶ τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν μέρος περιστροφὴν τοῦ σκέλους δύναται ἡ τῶν ἐρίων παράθεσις ἀποκωλῦσαι, τὴν δ’ ἄνω καὶ κάτω καὶ εἰς ὕψος αὐτοῦ κίνησιν οὐ δύναται. διὸ καὶ ὁ Ἱπποκράτης οὐκ ἀρέσκεται τῇ χρήσει τοῦ τοιούτου ξύλου
503
πρὸς τοῖς ἄλλοις καὶ ἀπηνοῦς ὄντος. τὸ γὰρ ἀργέστερον οἷον ἀπηνέστερον ἢ ἀηδέστερον δῆλον, διὰ τὸ μηδὲν εἴκειν, ὥσπερ καὶ τὰ ὑπαυχένιά τε καὶ τὰ ὑπαγκώνια διακαλούμενα. ταῦτα γὰρ εἴκοντα μετρίως οὐκ εἰσὶν ἀνιαρὰ τῷ σκέλει· χρησίμου δ’ ὄντος τοῦ τοιούτου μηχανήματος, ὅταν ἀφοδεῦσαι δεηθῶσιν οἱ κάμνοντες ἢ μετακομισθῆναί ποτε ἀπὸ τῆς ἑτέρας μετακλίσεως, ἐφ’ ἑτέραν ἕνεκα τοῦτο ἐργασθῆναι, διὰ τοῦτο μάλιστα τὴν χρῆσιν αὐτοῦ προσιέμεθα, καίτοι κἂν οἵ τινες ὑπ’ αὐτῶν τὸ ὑπαυχένιον χρῶνται καὶ κατ’ ἀρχὰς εὐθέως ὑποβάλλουσιν αὐτῷ ταινίας ἐγκαρσίας, ὅταν ἐντεθῶσι τὸ σκέλος ἐναντιῶντες ἑκατέρωθεν εἰς σκέλους ὕψος, ἔπειτα ἐκ τῶν ἄνω τοῦ κώλου μερῶν συνδήσαντες ἀλλήλαις ἀσφαλῆ νομίζουσι τὴν θέσιν τοῦ σκέλους ποιεῖσθαι. τό τε γὰρ ὑπαυχένιον ἐν ταῖς μετακομιδαῖς τοῦ κάμνοντος ἀντὶ γλωττοκόμου τείνεται τῷ σκέλει· καὶ μέντοι καὶ κατὰ τὸ κάτω πέρας αὐτοῦ, προστιθέασιν ἔνιοι ξύλον ὀρθὸν, ὡς προωθοῦσιν ἄκρον τὸν πόδα προβάλλοντες ἔρια δηλονότι, χάριν τοῦ μήτε ἄνω τὸ σκέλος ἕλκεσθαι τοῦ κάμνοντος μήτ’ ἀποτείνεσθαι κάτω. τὴν μὲν γὰρ ἀνάτασιν
504
ὁ δεσμὸς κωλύει, τὴν δ’ ἐπὶ τὸ κάτω φορὰν τὸ προσηρεισμένον τῷ πέλματι ξύλον· ἀλλὰ καίτοι τούτων ἀσφαλῶς παρασκευαζομένων τοῖς ἰατροῖς, ὅμως ἡ κατὰ τὰς διαρθρώσεις κίνησις οὐ κωλύεται, δυναμένου τοῦ κάμνοντος καὶ τὸ κατὰ σφυρὸν ἄρθρον καὶ τὸ κατὰ γόνυ διακινεῖν κατὰ βραχύ. περὶ μὲν γὰρ τοῦ κατ’ ἴσχιον οὐδὲ λόγου δεῖ, μηδ’ ὅλως αὐτοῦ μήθ’ ὑπὸ τοῦ γλωσσοκόμου μήθ’ ὑπὸ τῆς ἐπιδέσεως περιλαμβανομένου. ὅ γε μὴν σωλὴν τὰ μὲν ἄλλα ἔχει τὰ αὐτὰ τῷ γλωσσοκόμῳ, ἀλλ’ αὐτῷ δὲ τῷ σχήματι διαφέρει. περιφερὴς γὰρ ὢν ἔξωθεν ἔνδοθέν ἐστι κοῖλος, ὁμοίως τοῖς ἐπὶ τῶν κεράμων σωλῆσιν, ὅθεν αὐτῷ τοὔνομα. δοκεῖ δ’ οὗτος ἐπιτηδειότατος εἶναι πρὸς τὴν προκειμένην χρείαν, ἐπειδὴ περιλαμβάνει τὸ σκέλος ὅλον ἐν κύκλῳ μᾶλλον τοῦ γλωσσοκόμου. λείπονται γάρ τινες ἐν ἐκείνῳ χῶραι κεναὶ μετὰ τὴν ἔνθεσιν τοῦ σκέλους καί τινες ἰατροὶ παρεσκευασμένους ἔχουσι πλείονας σωλῆνας ἕνεκα τοῦ χρῆσθαι καθ’ ἕκαστον κῶλον ἁρμόττον τι τοιοῦτον ξύλον εὑρίσκοντες, ἐξ οὗ ποιήσουσιν αὐτοὺς εὐτόνους τε ἅμα καὶ λευκοὺς καὶ μαλακοὺς ἐγγλύψαντες δηλονότι τὸ ξύλον. καὶ παρ’ ἡμῖν γέ
505
τις ἰατρὸς ἐκ φιλυροῦ γεγονότας εἶχε πλείους τοιούτους σωλῆνας, ὥστε χρῆσθαι καθ’ ἕκαστον σκέλος τῷ προσήκοντι κατὰ τὸ μέγεθος μὴ ἀδέσμοις, οἴους ἔφην παραλαμβάνεσθαι πρός τινων ἐπὶ τῶν ὑπαυχενίων· ἀλλ’ ἐπ’ ἐκείνων μὲν οἱ δεσμοὶ χαλαρὸν γενόμενοι οὐ διαφθείρουσιν ἀθλίπτως τε κρατοῦσι τὸ σκέλος ἐν τῷ μετακομίζεσθαι διὰ τὴν μαλακότητα τοῦ ξύλου. προσεξεύρηταί γε μὴν ὑπὸ τῶν νεωτέρων ἰατρῶν γλωσσόκομον ὀργανικὸν εἰς ἀσφαλῆ κράτησιν, ὁπότερον ἂν ᾖ πεπονθὸς τῶν ὀστῶν.

Εἴτ’ οὖν μηρὸς ἢ κνήμη κατασκευὴν καὶ χρῆσιν ἔχον τὴν ὑπογεγραμμένην. περὶ τοῦ ὀργανικοῦ γλωσσοκόμου οὐκ ἀλόγως ηὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσόκομον ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάν τε μέρος ἐάν τε κνήμη συντρίβηται. πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ πέρας ἄξων, ἐφ’ ὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶλον βρόχων ἀχθεῖσαι περιβάλλονται. τοὺς δ’ αὐτοὺς βρόχους περιτιθέναι χρὴ κατὰ τὰ πέρατα τοῦ θεραπευομένου

506
τῶν ὀστῶν. ἔστωσαν δ’ ἐκ δυοῖν διανταίων, ὡς εἶναι σκέλη δ΄ τῶν βρόχων ἑκατέρου, δύο μὲν ἐκ τῶν δεξιῶν, δύο δὲ ἐκ τῶν ἀριστερῶν. ταῦτ’ οὖν τὰ σκέλη τὰ μὲν ἐκ τοῦ κάτω βρόχους διεκβάλλοντα διὰ τρημάτων τινῶν ἐν τῷ κάτω πέρατι τοῦ γλωσσοκόμου γεγονότων ἐπὶ τὸν ἄξονα φέρειν χρή. τὰ δὲ ἐκ τοῦ ἄνω βρόχους πρότερον ἀπάγοντα πρὸς τὴν ἄνω χώραν τοῦ γλωσσοκόμου διεκβάλλειν καὶ αὐτὰ τρημάτων τινῶν ἐν τοῖς πλαγίοις αὐτοῦ μέρεσι γεγονότων. ἐχέτω δὲ τὰ τρήματα τροχηλίας ἐν ἑαυτοῖς. ἑκατέρωθεν δὲ ἐκ τῶν ἕξω μερῶν κατάγοντα χρὴ φέρειν ἐπὶ τὸν ἄξονα τὰ εἰρημένα πέρατα τῶν βρόχων. τούτων γὰρ οὕτως σκευασθέντων μία περιστροφὴ τοῦ ἄξονος ὡσαύτως τείνει τοὺς δύο βρόχους, κάτω μὲν τὸν ἐν τῷ κάτω πέρατι τοῦ κατεαγότος ὀστοῦ περιβεβλημένον, ἄνω δὲ τὸν ἕτερον, ὥστε μετὰ τὴν ἀπόθεσιν ἔτι σοι λοιπὸν εἶναι καθ’ ἑκάστην ἡμέραν ἐπανορθοῦσθαι τὴν ἀντίτασιν τῶν βρόχων ἤτοι γε ἐπιτείνοντι τὴν τάσιν αὐτῶν ἢ ἐκλύοντι. τὸν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσι τοῦ κώλου βρόχον ὁ ἄξων δι’ εὐθυπόρου τάσεως ἀντισπᾶται, τὸν δὲ ἄνω διὰ τῆς μεταληπτικῆς ὀνομαζομένης.

507
Τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάττεσθαι, κατά τε τῶν σφυρῶν τὴν ἴξιν καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. ὀστέα δὲ κνήμης κρατύνεται ἐν τεσσαράκοντα ἡμέρῃσιν ἢν ὀρθῶς ἰητρεύηται, ἢν δὲ ὑποπτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος ἤ τινα ἕλκωσιν ὀῤῥωδέῃς ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετησάμενον μετεπιδῆσαι. ἢν δὲ τὸ ἕτερον ὀστέον κατεαγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ μὴν ἐπιλείπειν χρὴ οὐδὲ βλακεύειν ἐν τῇ κατατάσει. μάλιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι ὅσον ἐφικνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τάχιστα. ὅ τι γὰρ ἂν μὴ κατὰ τρόπον εὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ ὀδυναίτερον τὸ χωρίον γίνεται. ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή. τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλωδέστερον ἐν τῇ ἰητρείῃ ἐστὶν καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι. φανερὸν γὰρ καὶ ἄσαρκον
508
πᾶν ἐστὶν καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιτ’ ἂν τουτέον κατεηγέντος. ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δ’ εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ. ἐπίσαρκον γάρ ἐστιν ἐπὶ πόδας τε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἀχθέντος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ σκέλεος τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον. τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τῇ ὕπερθεν τοῦ σώματος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν· ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται ταύτῃ μᾶλλον τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ εἴσω τοῦ ἔξωθεν, ὥσπερ καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρότερον.
509

Τὰ ἐξέχοντα μέρη τῶν ὀστῶν ὁποῖα τῆς κνήμης ἐστὶ καὶ τῆς περόνης τὰ κάτω πέρατα, τὰς ἐπιθέσεις τῶν ναρθήκων οὐ φέρει· ταῦτ’ οὖν ἀξιοῖ φυλάττεσθαι. ἐνέδρας δ’ εἶπεν, ὡς εἰ καὶ ἕδρας εἰρήκει μετὰ τῆς ἐν προθέσεως τὸ σημαινόμενον ἐκ τῆς λέξεως ἐναργέστερον ἐλπίσας ποιήσειν. ταυτὶ μὲν οὖν τὰ ὀστᾶ διότι προπετῆ καὶ γυμνὰ σαρκῶν ἐστὶν, ὑπὸ τῆς τῶν ναρθήκων ἕδρας θλίβεται, μᾶλλον δὲ οὐκ αὐτὰ θλίβεσθαι χρὴ λέγειν, ἀλλὰ τοὺς ἐπ’ ἐκείνοις τε μῦς καί τινας ἀπονευρώσεις καὶ τὸ δέρμα. ταῦτα γὰρ ἐν τῷ μεταξὺ γενόμενα δυοῖν σκληρῶν σωμάτων, ἔξωθεν μὲν τοῦ νάρθηκος, ἔσωθεν δὲ τοῦ ὀστοῦ θλίβεταί τε καὶ θλᾶται καὶ πολλάκις οὕτως ἔπαθεν ὡς ἑλκωθῆναι. κατὰ δὲ τὴν πτέρναν ἐκ τῶν ὄπισθεν μερῶν εἰς ἔμπροσθεν ἐμφύεται τένων κατὰ τὴν γαστροκνημίαν ἐκφυόμενος μυοῖν, ὅστις ἐγκείμενος ἱκανῶς καὶ μάλιστα ἐπὶ τῶν ἀσάρκων οὐ φέρει τὸν ἐπιτιθέμενον νάρθηκα, ἀλλ’ οὗτος μὲν αἰσθητικώτατος ὢν ὑπὸ τῆς ἐκθλίψεως φλεγμαίνει, τὰ δὲ ἐπικείμενα τοῖς ὀστοῖς τῶν σφυρῶν σώματα διὰ τὴν σκληρότητα τῶν περιλαμβανόντων

510
αὐτὰ, καθότι προείρηται, θλιβόμενα πάσχει μέχρι τοῦ καὶ ἐκθλίμματος κατεργάζεσθαι. καλεῖ γὰρ ὁ Ἱπποκράτης οὕτω τὰς ἐκ τῶν θλιβόντων ἐπιπολῆς ἑλκώσεις τοῦ δέρματος.

Ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου· ἀνομοίως γὰρ ὁ ἀγκών τε καὶ ἡ ἰγνύη κάμπτεται. διὰ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν ὀστέου κατεαγέντος ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ εἴσωθεν κατεαγέντος βραδεῖαι αἱ ἐπιβάσιες.

Προειρηκὼς αὐτὸς ἀνωτέρω μακρότερον ὀστοῦν εἶναι τὸ τῆς περόνης, ὥσπερ καὶ ἐν χειρὶ τὸ τοῦ πήχεος. εἰρηκὼς δὲ ὅτι κατὰ τὴν εὐθυωρίαν ἐστὶν ἑκάτερον τοῦ μικροῦ δακτύλου καὶ μέντοι καὶ ὅτι λεπτότερον τοῦ συνεζευγμένου προσέθηκεν ἐφεξῆς, ᾗ διαφέρουσιν ἀλλήλων. εἴρηται δὲ σαφῶς ὑφ’ ἡμῶν ἐν τῷ περὶ τῶν ὀστῶν ὑπομνήματι τά τε

511
ἄλλα καὶ ἡ διάρθρησις, ὅτι τέ τίς ἐστιν ἀμφοτέρων αὐτῶν καὶ ὅτι κατὰ τὴν χεῖρα κατὰ τὸν ἔξω κόνδυλον τοῦ βραχίονος ἡ κερκὶς διηρθρωμένη κινεῖται περὶ αὐτὸν, ἐπιστρεφομένη πρός τε τὴν ἔξω χώραν τῆς χειρὸς καὶ τὴν ἔσω. κατὰ δὲ τὸ σκέλος ἡ κνήμη μόνη διαρθροῦται τῷ μηρῷ τῆς περόνης οὐδεμίαν ἐχούσης κίνησιν. οὐδὲ γὰρ ὅλως ἐφ’ ἑκάτερα στρέφεται τὸ ἄρθρον τοῦτο, καθάπερ τὸ κατ’ ἀγκῶνα. κάμπτεται δὲ μόνον οὐδὲ τοῦτο πάσχει ὁμοίως τῷ κατ’ ἀγκῶνα· ἐκεῖ μὲν γὰρ τοῦ βραχίονος τὸ γιγγλυμοειδὲς διήρθρωται τῇ βαθμίδι τοῦ πήχεος. ἐν γόνατι δὲ οἱ δύο δάκτυλοι τοῦ μηροῦ διτταῖς ἐπιβαίνουσι κοιλότησι τῆς κνήμης, ἡ μὲν ὄπισθεν, ὁπότ’ ἐκτείνοιτο τελέως, ἡ δὲ ἔμπροσθεν ὁπότε κάμπτοιτο. κατὰ δὲ τὸν μηρὸν οὐδετέρα τούτων ἐστὶν, οὐδὲ γὰρ ὅλως κορώνας ἔσχεν ἡ κνήμη. ἀνομοίως γὰρ ἀγκών τε καὶ ἰγνύη κάμπτεται. αὐτὸς ἀνωτέρω περὶ πήχεος διαλεγόμενος εἶπεν οὕτως· ἔστι δ’ ἐκεῖνο τὸ ὀστέον τοιοῦτον, ἀγκὼν καλεόμενος, ᾧ ποτὶ στηριζόμεθα, σαφῶς ἐνδεικνύμενος
512
ὅτι τὸ τοῦ πήχεος ὀξύτατον ὀνομάζει ἀγκῶνα. καλοῦσι δ’ αὐτὸν καὶ ὀλέκρανον καὶ κύβιτον· ἀλλὰ νῦν γέ φησιν, ἀνομοίως ἀγκών τε καὶ ἰγνύη κάμπτεται· δυνάμει πάλιν κἀνταῦθα λέγων, ὅτι ἀνομοίως ἥ τε κατ’ ἀγκῶνα διάρθρωσις καὶ ἰγνύη κάμπτεται, ἀμέλει καὶ αὐτὸς ἐν τοῖς κατωτέρω φησί. τὰ δὲ κατ’ ἀγκῶνα καὶ ὀχλωδέστερα τοῖς κακοῖς περὶ ἐξαρθρημάτων ὁ λόγος ἐστί. τούτου τοίνυν χρὴ μεμνῆσθαι πρὸς πολλὰ τὴν ἀκρίβειαν τῶν κυρίων ὀνομάτων οὐδὲ παρ’ ἑνὶ τῶν παλαιῶν Ἑλλήνων εὕροις ἂν φυλαττομένην, ἀλλὰ τὰ μὲν χρώμενοι, τὰ δὲ μεταφέροντες λέγουσι· καὶ μέντοι καὶ τὸ τῆς ἰγνύας ὄνομα καὶ αὐτὸ τοιοῦτόν ἐστιν, οἷόν περ καὶ τὸ τῆς μασχάλης τὸν ὑποκάτω τοῦ ὤμου τόπον σημαίνει τό τε τῆς ἰγνύος τὸν ἀντικείμενον ἐκ τῆς ὀπίσῳ τῷ γόνατι. καὶ γὰρ οὖν καὶ αὐτὸ τό γόνυ τὸ πρόσω μέρος ἅπαν σημαίνει τῆς ἐνταῦθα διαρθρώσεως, ὥστε κἂν τῷ δέρματι τῷ κατὰ τοῦτο τὸ χωρίον ἕλκος γένηταί τινι, τὸν ἄνθρωπον τοιοῦτόν φασιν ἕλκος ἔχειν ἐν τῷ γόνατι, κἂν ὁ ὑπὸ τῷ δέρματι τένων ὁ περιτεταμένος τῷ ὀστῷ διαιρεθῇ, καὶ τότε τραῦμά φασιν ἐν τῷ γόνατι γεγονέναι,
513
καθάπερ γε καὶ αὐτὸ τὸ τῆς μύλης πάθοι σῶμα. καλοῦσι δ’ αὐτὴν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ ἐπιγονατίδα· καὶ μέντοι καὶ τὰ πλάγια μέρη τοῦ σώματος ἑρμηνεύοντες λέγουσι ποτὲ μὲν ἔξω, ποτὲ δ’ ἔσω τοῦ γόνατος γεγονέναι τὸ ἕλκος. ὅλον γὰρ τὸ χωρίον ἐν πλατεῖ γόνυ καλοῦσιν ὥσπερ καὶ ἰγνύαν καὶ μασχάλην καὶ ὦμον. οὕτως οὖν καὶ ἀγκῶνα καὶ σφυρὰ καὶ καρπὸν ὅλον τὸ χωρίον ὀνομάζει, πολλάκις δ’ αὐτὸ προτίθεται τὸ κατ’ ὦμον ἄρθρον, τὸ κατ’ ἀγκῶνα, τὸ κατὰ γόνυ, τὸ κατ’ ἰσχίον, τὸ κατὰ σφυρὸν, πρόδηλον ὅτι πως ποικίλως χρῆται τοῖς ὀνόμασιν, ὥσπερ ἔφην καὶ τοὺς ἄλλους παλαιοὺς, καταφρονῶν τῆς ὕστερον ἀσκηθείσης περὶ αὐτῶν μικρολογίας, ἣν οἱ μεταχειρισάμενοι καλοῦσιν ἀκρίβειαν.

Ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει. πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο, οὐδὲ γὰρ εἰ διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπιδέοι
514
τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διεστάναι, ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα ὅτι τάχιστα ἂν ἀφῶσιν οἱ τείνοντες.

Ἐπειδὴ μέγιστοι μύες εἰσὶν οἱ περὶ τὸν μηρὸν, εἰκότως εὐλαβεῖται μὴ κατατείνοντες τὸ κῶλον ἐλλίπωμέν τι συμμέτρων· καὶ γὰρ γίνεται πολλάκις οὕτως. ὅπως οὖν ἀδεέστερον ἀντιτείνωμεν, οὐδ’ ἂν πληγαίνηται, βλάψειν φησὶ τὴν τάσιν. ὃ γὰρ ὑπ’ ἄλλων μορίων ὑπώπτευσεν ἄν τις ἐνταῦθα συμβαίη. τί δὲ τοῦτ’ ἐστὶν ἐπιτεθῆναι τὸ κατεαγὸς ὀστοῦν διεστώτων αὐτοῦ τῶν κεχρισμένων μερῶν, ἅπερ ἐχρῆν τούτων ἀλλήλων, ὡς ὁπότε κατὰ φύσιν ἔχει τοῦτο τὸ κῶλον, οὐδεμιᾶς μεταξὺ χώρας ἀπολειπομένης κενῆς, ἐν ᾗ τῶν ἰχώρων ἀθροιζομένων κίνδυνος ᾖ σφακελίσαι τὸ ὀστοῦν· εἰ γὰρ καὶ διεστῶτά ποτε δεθείη τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ πλεονασθείσης τῆς ἀντιτάσεως, οὐκ ἂν διαμείναι μετὰ τὴν ἐπίδεσιν, ὡς ἐπ’ ἀλλήλων μορίων, ἐν οἷς ἡ ἐπιβολὴ τῶν ἐπιδέσμων ἀκινήτους φυλάττει τοὺς μύας· ἀλλ’ οὐκ ἕν γε

515
τῷ μηρῷ φησὶ χρῆναι δεδιέναι τοῦτο διὰ τὸ μέγεθος τῶν μυῶν. οὐ γὰρ κρατήσει αὐτῶν τὴν ἐπίδεσιν, ἀλλὰ κρατυνθήσεται. τοῦτο δὲ εἶπεν, ἐπεὶ τῇ μὲν ἐπιδέσει πρόκειται φυλάττειν οὕτως ἔχοντα τὸν μηρὸν, ὡς ἐπιδούμενος εἶχε, τοῖς δὲ μυσὶν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνατρέχειν. ἐναντίων οὖν ἑκατέρων προκειμένων τῶν σκοπῶν, ἐὰν μὲν ἡ ἐπίδεσις κρατήσῃ, νικήσασα τὴν φυσικὴν κίνησιν τῶν μυῶν ἐν τῷ διεστάναι τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ, ἐὰν δ’ ἢ τῶν μυῶν κίνησις ἰσχυροτέρα γένηται τῆς ἐπιδέσεως, ἀνασπασθήσονται αὐτοὶ πρὸς τὴν ἀρχήν. συνανασπάσουσι δὲ καὶ κάτω μέρη τοῦ κατάγματος ὀστοῦ καὶ προσάξουσι τῷ ἄνω.

Παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι κρατήσουσι τῆς ἐπιδέσιος, ἀλλ’ οὐ κρατηθήσονται. περὶ οὗ οὖν ὁ λόγος, διατείνειν εὖ καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα· μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν ἀποδεῖξαι. χεὶρ μὲν γὰρ βραχυτέρη γινομένη καὶ ξυγκρυφθείη
516
ἂν καὶ οὐ μέγα τὸ σφάλμα, σκέλος δὲ βραχύτερον γενόμενον χωλὸν ἀποδείξει τὸν ἄνθρωπον. τὸ γὰρ ὑγιὲς ἐλέγχει μακρότερον ἐὸν ὥστε λυσιτελέει τὸν μέλλοντα κακῶς ἰητρεύεσθαι ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον ἢ τὸ ἕτερον. ἰσόῤῥοπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ· ἐπὴν μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρόσθεν γέγραπται καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ εἴρηται καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει καὶ ὑποκρινέσθω ταῦτα ὥσπερ καὶ πρόσθεν καὶ πονεέτω κατ’ αὐτὰ καὶ ῥηϊζέτω καὶ μετεπιδείσθω ὡσαύτως καὶ ναρθήκων πρόσθεσις ἡ αὐτή. κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντήκοντα ἡμέρῃσιν.

Οὓς ἡμεῖς μῦς εἴπομεν ἐν τῷ προγεγραμμένῳ λόγῳ, τούτους ὠνόμασε σάρκας συνήθει χρώμενος τῇ προσηγορίᾳ, διότι πᾶσα σὰρξ αἰσθητὴ μυός ἐστι μέρος ἐν τοῖς μέσοις

517
μάλιστα μέρεσιν αὐτῶν τοιαύτη φαινομένη. κατὰ γὰρ τὰ πέρατα νευρωδέστεροί πως οἱ μύες φαίνονται τὸ σαρκῶδες ἔλαττον ἔχοντες.

Προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι μηρὸς γαῦσός ἐστιν ἐς τὸ ἔξω μέρος μᾶλλον ἢ ἐς τὸ ἔσω καὶ ἐς τὸ ἔμπροσθεν μᾶλλον ἢ ἐς τοὔπισθεν. ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται· καὶ δὴ καὶ κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐδὲ ξυγκρύπτειν δύναται ἐν τῇ διαστροφῇ. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷάπερ ἐν τῷ βραχίονι τῷ διαστρεφομένῳ παρῄνηται.

Ὅτι μὲν τὸν κυρτὸν ἡ γαῦσος φωνὴ δηλοῖ πρόδηλον ἐξ αὐτοῦ τοῦ πράγματος. ὁ γὰρ μηρὸς οὐκ ἀκριβῶς ἐστιν εὐθὺς, ἀλλὰ εἴς τε τὸ ἔξω κυρτότερος, ὥσπερ καὶ κατ’ ἐναντία μέρη κοιλότερος. εἴτε δ’ ὀξύνειν

518
χρὴ τοὔνομα τὸ γαυσὸς εἴτε προπερισπᾷν γαῦσος ἄδηλον. οὐ γάρ ἐστιν ἐν ἔθει τῷ τῶν Ἑλλήνων ἡ φωνή. κατὰ τὴν ἀναλογίαν ἔνιοι μὲν προπερισπᾶσθαι κελεύουσιν αὐτὸ παραπλησίως τῷ καῦσος καὶ μαῦρος καὶ γαῦρος, ἔνιοι δὲ ὀξυτονεῖσθαι. δηλονότι πάντα πάθη δηλοῦντα δισύλλαβα τῇ ὀξείᾳ φαίνεται κεχρημένα τάσει, χωλὸς, λορδὸς, στρεβλὸς, κυρτὸς, βλαυσὸς, ῥαιβός. οὐ μόνον δὲ τὰ δισύλλαβα, ἀλλὰ καὶ σχεδὸν ἅπαντα τὰ κατὰ πάθη λεγόμενα, ἀρθριτικὸς, πλευριτικὸς, ἡπατικός. ὁποτέρως οὖν τις θέλει φθέγγεσθαι συγχωρεῖ κἂν ποτέ σοι καὶ τὴν ὀξεῖαν τάσιν εἰπόντι γαυσός. ἐπὶ τοῦτο γὰρ μόνον ἐπειράθην ῥεπόντων τῶν ἀναγινωσκόντων τὸ βιβλίον, ἄν τ’ εἴπῃ τις ἀξιῶν προπερισπᾷν, ὡς ἂν ἐκεῖνος ἐθελήσῃ καὶ σὺ φθέγγου, καὶ πάλιν ἂν ἑτέρῳ συντύχῃς ὀξυτονεῖν ἐθέλοντι, καὶ αὐτὸς οὕτως πρᾶττε καταφρονῶν καὶ τόνων καὶ ὀνομάτων, ὡς οὔτε πρὸς φιλοσοφίαν συντελούντων, πολύ γε μᾶλλον οὔτε πρὸς γεωμετρίαν ἢ ἀριθμητικὴν ἢ μουσικὴν ἢ ἀστρονομικὴν, ὥστε εἰ μηδεμία
519
τέχνη δέεται πρὸς τὸ ἑαυτῆς τέλος τῆς τῶν ἐπιτρίπτων τούτων ὀνομάτων μακρολογίας, οὐ μόνον οὐ χρὴ προσίεσθαι τὸ ἐπιτήδευμα τῶν ἀνδρῶν, ἀλλὰ καὶ καταγελᾷν ὡς μάλιστα.

    Προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνές τε καὶ τὸ ἄρθρον τὸ κατὰ τὴν πληχάδα καλεομένην προσεπιδέηται· καὶ γὰρ ἄλλως ξυμφέρει καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρθήκων σίνηται, πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα.

    Τὸ μὲν ὑποδεχόμενον ὀστοῦν τὴν τοῦ μηροῦ κεφαλὴν ἰσχίον ὀνομάζεται, καθάπερ καὶ ἡ κοιλότης αὐτοῦ κοτύλη. κέχρηται δὲ τοῖς ὀνόμασιν ἀμφοτέροις ὁ ποιητὴς εἰπών·

  1. Ἔνθα τε μηρὸς
  2. ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τε μὶν καλέουσιν.
  3. ἰξύας τινὲς μὲν τὰ τῶν λαγόνων ἤκουσαν ὀστᾶ, τινὲς δὲ τὸ

    520
    ὑπὲρ ἄνω αὐτῶν ὅπερ ἰδίως ὀνομάζεται λαπάρα καὶ γέγραπται παρὰ τῷ ποιητῇ τοῦτο τοὔνομα κατ’ ἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν·

  4. οὖσα κατὰ λαπάρην.
  5. ἐγὼ δὲ τὸ μὲν τῆς λαπάρας ἔχοιμ’ ἂν ἀποφήνασθαι κἀκ τῆς πείρας αὐτῆς κἀκ τῆς χρήσεως Ἱπποκράτους τε καὶ τοῦ ποιητοῦ καὶ αὐτοῦ τοῦ νοσήματος, ὅτι τῶν μεταξὺ τῶν τε τοῦ θώρακος ὀστῶν καὶ τῶν ἰδίως καλουμένων λαγόνων ὀστῶν ἐστι καὶ ῥηθήσεται περὶ αὐτοῦ κατὰ τὸν οἰκεῖον καιρόν. περὶ δὲ τῶν ἰξύων οὐκ ἔχω διατείνεσθαι· καὶ μέσον μὲν γὰρ ὁ ποιητὴς ἑνικῶς εἶπεν αὐτό·

  6. περὶ ζώνην
  7. βάλλεται· ἰξύην ἑκατὸν θυσάνοις ἀραρυῖαν.
  8. καὶ καθόσον ἔτι πιθανώτερον ἐν τῷ μεταξὺ τῶν τε κατὰ τοὺς λαγόνας ὀστῶν καὶ τῶν τοῦ θώρακος περιβάλλεσθαι τὴν ζώνην αὐτὸ τοῦτο τοῦ σώματος ἰξύαν ἄν τις ὀνομάζεσθαι

    521
    νομίζῃ, καθόσον δὲ πάλιν ὁ Ἱπποκράτης τῇ παρακειμένῃ λέξει πληθυντικῶς εἶπεν ἰξύας εἰρῆσθαι, διὰ τοῦτο περὶ τῶν λαγόνων ὀστᾶ τὴν ἐπίδεσιν ἐπαναβαίνειν, εὐλόγως ἄν τις αὐτὰ ταῦτα νομίζειεν ἰξύας εἰρῆσθαι.

    Τὸ δ’ οὖν εἰς τὰ παρόντα χρήσιμόν ἐστιν, ὅταν ἐν τοῖς ἄνω μέρεσι τοῦ μηροῦ γένηται τὸ κάταγμα μὴ μόνον ἄχρι τοῦ βουβῶνος ἐπιδεῖν, ἀλλὰ καὶ προσαναβαίνειν ἐπιλαμβάνοντά τινα τῶν ὑψηλοτέρων χωρίων. ἔστι δὲ ταῦτα πρῶτον μὲν ἴσχιον, εἶθ’ ἑξῆς τὸ τοῦ λαγόνος ὀστοῦν, εἶθ’ ἡ μετ’ αὐτὸ κενὴ χώρα τῶν ὀστῶν, ἣν λαπάραν ὀνομάζουσιν· ἢν μὲν οὖν τις βούληται καὶ μέχρι ταύτης ἀνιέναι συγχωρητέον, ἐὰν δὲ προσεπιδήσας τὰ τῶν λαγόνων ὀστᾶ τοῦτο πράττῃ, ταῦτα δὲ ὑπερβάντα περιβάλλειν εὐθέως ταῖς λαπάραις τὸν ἐπίδεσμον οὐκ ἀξιῶ, περὶ παντός γε ποιουμένου τοῦ Ἱπποκράτους μηδεμίαν ἐν ταῖς ἐπιδέσεσιν ἀπολείπεσθαι χώραν, κἂν ἀνεπίδετον, ἀλλ’ ἐξ ἴσου ἅπαντα τὰ μέλη κατειλῆφθαι συνεχῶς τοῖς ὀθονίοις ἄχρι περ ἂν ἐπιλαμβάνειν δόξῃ τοῦ ὑγιοῦς. πληχάδα δὲ τινὲς μὲν διὰ τοῦ γ γράφουσι

    522
    πλιγάδα, τινὲς δὲ διὰ τοῦ χ πληχάδα. δηλοῖ δὲ τοὔνομα τὸ μεταξὺ τῶν δύο σκελῶν χωρίον, ἐντεῦθεν καὶ τὸ ἐκπεπλῆσθαι καὶ διαπεπλῆσθαι παρ’ αὐτῷ γέγραπται καὶ παρὰ τῷ ποιητῇ, τοὶ δ’ ἐπλήσσοντο πόδεσσι.

Ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας καὶ ἔνθεν καὶ ἔνθεν ἱκανῶς καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθήκων προμηθέεσθαι χρὴ ὅκως μήτε κατὰ τὸ ὀστέον τῶν ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων μήτε κατὰ τὸ ἄρθρον νεῦρον ἔσται.

Πολλὰ τῶν κοινῶν καὶ γενικῶν ἐφ’ ἑνὸς τῶν κατ’ εἶδος ἐσομένων εἴωθε διδάσκειν ὁ Ἱπποκράτης ἐπισημαινόμενος, ὅτι μὴ μόνου τοῦ εἴδους ἐστὶν, ἀλλὰ καὶ πάντων ἢ πλειόνων ἤ τινων. προστίθησι δὲ τῷ λόγῳ ποτέ μὲν τὸ ἀεὶ, καθάπερ καὶ νῦν, ἐνίοτε δὲ εἰς τὰ πολλὰ χρηστὸν τοῦτο συνιέναι, ἐνίοτε δὲ ὅτι πρὸς πάντα τοῦτο χρήσιμον.

523
ἔσται γὰρ ὄντως ἀεὶ καὶ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ χρήσιμον οὐκ ἐπὶ μηροῦ μόνον, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς τῶν λαμβανόντων καταγμάτων τοὺς νάρθηκας. οὕτως γὰρ αὐτὸς ἔχειν μήκους προσῆκεν, ὡς μὴ ψαύειν τοῦ γυμνοῦ, καὶ μάλιστα δὲ αὐτὸ φυλάττεσθαί φησι δεῖν, ὅταν ἐξοχαῖς ὀστῶν πλησιάζῃ τὰ τῶν ναρθήκων πέρατα.

Τὰ δὲ οἰδήματα κατ’ ἰγνύην ἢ κατὰ πόδα ἢ κατά τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέσιος εἰρίοισι πολλοῖσι ῥυπαροῖσιν εὖ κατειργασμένοισιν οἴνῳ καὶ ἐλαίῳ ῥήνας, κηρωτῇ ὑποχρίων καταδεῖν καὶ ἢν πιέζωσιν οἱ νάρθηκες, χαλῶν θᾶσσον. ἰσχναίνειε δ’ ἂν, εἰ ἐπάνω ἐς τὰς νάρθηκας ὀθονίοισιν ἰσχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος.

Τὰ ἐξαειρεύμενά φησιν οἰδήματα πρὸς τῆς πιέσεως, ὅπερ ἐστὶν ἐξαιρόμενα διὰ τὴν ἐκ τῶν χυμῶν θλίψιν ἐνεχθέντων

524
σφοδρῶς θεραπευτέον ἐπιδέοντα ἔρια πολλὰ, ῥυπαρά, καλῶς κατειργασμένα ῥαίνοντας ἐλαίῳ καὶ οἴνῳ. προϋποχρίειν δὲ ἀξιοῖ τὸ δέρμα καθ’ ὃ ταῦθ’ ὑποτεθήσεται κηρωτῇ καὶ τὴν αὐτὴν ἐπίδεσιν ἀπὸ τῶν οἰδημάτων ἐπὶ τὰ ἄνω ποιεῖσθαι. περὶ μὲν τοῦ τρόπου τῆς ἐπιδέσεως αὐτὸς ἐδίδαξεν εἰπὼν, πόθεν μὲν ἄρξεταί τις ἐπιδεῖν, ἐκ τοῦ αὐτοῦ παραπέμπεσθαί τε καὶ ἄγεσθαι. περὶ δὲ τῶν φαρμάκων οἷς χρῆται τῆς δυνάμεως εἴρηται μὲν ἐπὶ πλέον ἐν ταῖς περὶ αὐτῶν πραγματείαις. εἰρήσεται δὲ καὶ νῦν τὰ κεφάλαια τῶν ἐν ἐκείνοις δεδειγμένων. τὸ μὲν οὖν ἔλαιον ἀνωδύνου τε καὶ διαφορητικῆς ἐστι δυνάμεως, ὁ δὲ οἶνος ξηραντικῆς τε καὶ ἀποκρουστικῆς, πεπτικῆς, μαλακτικῆς, διαφορητικῆς δυνάμεως. εὔδηλον δὲ ὅτι καὶ τὰ ῥυπαρὰ ἔρια τὰ πρὸς ἐνίων οἰσυπηρὰ καλούμενα καὶ ἡ κηρωτὴ μετὰ τοῦ παρηγορικοῦ διαφορητικόν τέ τι καὶ ἀποκρουστικὸν ἔχει. προσηκόντως δὲ ἐκ τοιούτων φαρμάκων συνεστήσατο τὴν θεραπείαν. ἐπεὶ γὰρ τὸ οἴδημα μεῖζον τοῦ προσήκοντος γίνεται, ὑπὸ τῶν παρὰ τῆς ἐπιδέσεως ἐκθλιβέντων αὐτόθι,
525
πρῶτος μὲν ἔστω σοι σκοπὸς τῆς θεραπείας ἐκκενωθῆναι τὸ παρὰ φύσιν ἐν τῷ οἰδισκομένῳ μορίῳ. διὰ τίνων δὲ πολὺ ὂν τοῦτο διαπραξόμεθα; τῷ τ’ ἀποκρούεσθαι καὶ τῷ διαφορεῖν καὶ τῷ παρηγορεῖν. τὸ μὲν ἀποκρούεσθαι καὶ διαφορεῖν, ὡς ἄντικρυς κενῶνται, τὸ δὲ παρηγορεῖν ὅπως μὴ διὰ τὴν ὀδύνην ῥευματίζοιτο τὸ πεπονθὸς μόριον· διὰ τοῦτο γοῦν τοῖς ἧττον ἀποκρουστικοῖς τε καὶ διαφορητικοῖς ἐπὶ τῶν φλεγμαινόντων χρώμεθα. τὰ γὰρ ἰσχυρῶς ἑκάτερα τούτων δρῶντα παροξύνει τὰς ὀδύνας. τούτοις μὲν οὖν τοῖς λογισμοῖς χρώμενος ὁ Ἱπποκράτης τά τε ἔρια ῥυπαρὰ, τουτέστιν οἴσυπον ἔχοντα, παραλαμβάνει μὲν κατὰ τὴν θεραπείαν ἔλαιόν τε καὶ οἶνον καὶ κηρωτὴν, αὐτὰ δὲ τὰ ἔρια καλῶς κατειργάσασθαι κελεύει, τουτέστιν ἐξάνθαι χάριν τοῦ προσηνοῦς τε καὶ παρηγορικοῦ. τὰ μὲν γὰρ πεπλυμμένα ῥᾳδίως μαλάττεται ξηραινόμενα, τὰ δ’ οἰσυπηρὰ διὰ τὸν ῥύπον οὐκ εὐμεταχείριστα τοῖς ξαίνουσιν οὐδὲ εὐκατέργαστα γίνεται. διὸ πολλάκις ἀμελέστερον κατεργασθέντα, ξηρὰ προσπίπτει τοῖς ὀδυνωμένοις μορίοις. εἰδὼς οὖν τοῦτο
526
παρεωραμένον ἐνίοτε προσέγραψεν εὖ κατειργασμένοις· καὶ μέντοι καὶ πολλοῖς αὐτοῖς χρῆται χάριν τοῦ φυλάττειν τὴν ἐκ τοῦ οἴνου καὶ ἐλαίου νοτίδα. τὰ γὰρ ὀλίγα ῥᾳδίως ξηραίνεται, τοῦ πρώτου δ’ ἔχεται σκοποῦ καὶ ὁ τῆς ἐπιδέσεως τρόπος, ὡς εἴρηται, τῶν οἰδισκομένων μορίων ἀπάγων τὸ αἷμα πρὸς τὰ ὑπερκείμενα.

Οὕτω γὰρ ἂν τάχιστα ἰσχνὸν τὸ οἴημα γένοιτο.

Κυρίως μὲν ἑρμηνευόντων τὸ οἰδηκὸς μόριον ἰσχνὸν ἂν γενέσθαι λέγοιτο καὶ οὐ τὸ οἴδημα. ταῦτα γὰρ ἀφανίσαι παντάπασιν ἡμῖν πρόκειται, πολλὰ δὲ οὕτω λέγουσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱ λέγειν δεινότατοι, καταφρονοῦντες τῆς ὕστερον ἀσκηθείσης μακρολογίας ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς οἱ μεταχειριζόμενοι προσαγορεύουσιν αὐτὴν ἀκριβολογίαν, οὓς εἰ μὲν σαφέστερον ἑρμηνεύοιεν τὰ τοῦ παλαιοῦ ἐκ τῆς τοιαύτης ἀκριβολογίας, εἴτε κυριολογίας ἐθέλοιεν ὀνομάζειν,

527
ἐπαινεῖν προσῆκον. εἰ δ’ ἀσαφῶς καὶ ταπεινῶς, ἄμεινόν ἐστι τὴν τῶν παλαιῶν ἀμέλειαν αἱρεῖσθαι.

Καὶ ὑπερθείη ὑπὲρ τὰ ἀρχαῖα ἐπιδέσματα, ἀλλ’ οὐ χρὴ τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ. γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα ἢ κατακεκραμένον ἔχῃ ἢ κνῆται τῇ χειρὶ ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα.

Μία μὲν αὕτη γραφὴ, τινῶν μὲν οἰδημάτων βουλομένων ἐπὶ τὴν ἐπίδεσιν ἀνιέναι τῶν ἐκθλιβομένων τῶν οἰδημάτων χυμῶν, ἐνίων δὲ εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία παραγίνεσθαι. κρῖναι δὲ οὐ χαλεπόν ἐστι τὴν διαφωνίαν αὐτῶν, ὁρισθείσης τῆς ἐπιδέσεως· εἰ μὲν γὰρ ἐπανέντες τοὺς νάρθηκας ἐπιδήσαιμεν ὡς εἴρηται τὸ οἰδηκὸς, ἀφίκοιτ’ ἄν τι τοῦ αἵματος εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία.

528
εἰ δὲ ἀφελόντες τοὺς νάρθηκας καὶ λύσαντες ὅλην τὴν ἐπίδεσιν εὐθὺς ἐξ ἀρχῆς ἐπιδήσαιμεν, ἅμα μὲν τῷ καταγματικῷ τρόπῳ χρώμενοι τῆς ἐπιδέσεως, ἅμα δὲ καὶ μὴ μιγνύντες αὐτῶν τῶν ἀπὸ τῶν οἰδημάτων ἀρχομένων ὑπερεῖκαν οὕτως τὴν ἀρχαίαν ἐπίδεσιν, ὁ ἐκθλιβόμενος χυμὸς ἐπὶ τὰ τῆς ἐπιδέσεως ὑψηλὰ χωρία.

Σωλῆνα δ’ ἢν μέν τις ὑπ’ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι. οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι οὔτε τὴν κνήμην ἄνευ τοῦ μηροῦ κινεῖσθαι. ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον, καὶ ὃ ἥκιστα δεῖ, τοῦτ’ ἂν ἐποτρύνοι ποιέειν. ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν. πᾶσαν γὰρ ἂν τυρβὴν παρέχοι τῇσιν ἐπιδέσεσιν καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε καὶ ἄλλοτε ἄλλο σχῆμα ἴσχειν. ἀνάγκη δ’ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν· περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι.
529
δοκεῖ ἂν οὖν ὁμοίως ὁ σωλὴν ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου ὠφελέειν ὑποτιθέμενος.

Ἐφεξῆς τῷ τῶν οἰδημάτων λόγῳ ἔγραψε περὶ τοῦ σωλῆνος σαφῶς. εἴρηται δ’ ἂν ἡμῖν ἔμπροσθεν ὡς ἤτοι διαμπερῆ, τουτέστι δι’ ὄλου τοῦ σκέλους ὑποτίθεσθαι τὸν σωλῆνα προσήκει ἢ μηδ’ ὅλως ὑποτίθεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ μηχανικοῦ γλωττοκόμου τοῖς νεωτέροις ἰατροῖς ἐπινοηθέντος ὀρθῶς.

Καὶ ἄλλως κατ’ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦνται, εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο ἢ ἐς τὸ πλάγιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. ἢν οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος.

Τὸ σὺν τῷ σωλῆνι ἤκουσαν ἔνιοι μὲν ἔξω τοῦ σωλῆνος περιβάλλεσθαι τὴν ταινίαν ἀξιοῦντες ὡς εἶναι τὸ λεγόμενον·

530
ταινίαν περιβάλλειν χαλαρῶς προσήκει σὺν ἀμφοτέρῳ, τῇ τε ἰγνύῃ τοῦ κάμνοντος καὶ τῷ ἔξω ἐν αὐτῇ σωλῆνι, τουτέστιν ὥστε μὴ τηνικαῦτα αὐτὴν, ἀλλὰ σὺν τῷ σωλῆνι κατειλῆφθαι. τινὲς δ’ ἔξωθεν ἀξιοῦσι περὶ αὐτὴν τὴν ἰγνύαν περιβεβλῆσθαι τὴν ταινίαν, ὅπως σηρίζῃ καὶ αὐτὴ τὸ σκέλος ἅμα τῷ σωλῆνι, τουτέστι σὺν τῆς τοῦ σωλῆνος κρίσεως, μήτ’ αὐτῆς μόνης ἱκανῆς οὔσης εἰς ἀσφάλειαν μήτε τοῦ σωλῆνος, ἀλλ’ ἀμφοῖν ἅμα συνιόντων.

    Πτέρνης δ’ ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως ἔχοι καὶ ἐν τοῖσι κατὰ κνήμην καὶ ἐν τοῖσι κατὰ μηρὸν κατήγμασιν· ἢν μὲν γὰρ ἀπαιώρηται ὁ ποὺς τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ ὀστέα κυρτὰ φαίνεσθαι, ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἠρτισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τῷ ὀστέῳ τούτῳ κατὰ τὸ ἀντικνήμιον τοῦτο κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. ἀτὰρ καὶ
    531
    κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύσιν κείμενα ᾖ καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχήματι καὶ αἱ πωρώσιες ἀσθενέστεραι.

    Οὕτως ἐν τοῖς ἔμπροσθεν ἡνίκα περὶ πήχεως παραλαμβανομένου τῇ ταινίᾳ τὸν λόγον ἐποιεῖτο, ἔφαμεν γεγονέναι γραφήν· ἐνίων μὲν ἄνευ τῆς ἀποφάσεως τῆς μὴ γραψάντων μετέωρος, ἐνίων δὲ σὺν ἐκείνῃ μὴ μετέωρος, οἱ μὲν ἐν ἴσῳ τῷ ἀστηρίκτῳ οὐδενὸς ἐρείσματος ὑποβεβλημένου, οἱ δ’ ἔμπαλιν ἐπὶ τῆς ὀχουμένης ἐπί τινος ἕδρας ἀσφαλῶς, ἡρματισμένης δὲ παρὰ τὰ ἕρματα, τουτέστι τὰ ἐρείσματα πεποίηκε τοὔνομα. γινώσκομεν δή που καὶ τὰ ἕρματα καὶ παρὰ τῷ ποιητῇ γεγραμμένα κατ’ ἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν·

  1. ὑπὸ δ’ ᾔρεον ἕρματα νηῶν.
  2. εἴη ἂν οὖν τὸ ἡρματισμένης ἀντὶ τοῦ ἠρτημένης.