In Hippocratis De fracturis
Galen
Galen, In Hippocratis De fracturis
Ἢν δὲ ὁ βραχίων καταγῇ.
Τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς κατὰ τὸν ἔμπροσθεν λόγον, ὠνόμαζον πῆχυν ἐνίοτε μὲν ὅλον τὸ μόριον, ὃ μεταξὺ τῆς κατὰ καρπόν τε καὶ ἀγκῶνα διαρθρώσεώς ἐστιν, ἐνίοτε δὲ τοῖν κατ’ αὐτὸν δυοῖν ὀστοῖν τὸ μακρότερον οὕτως αὐτὸν ὀνομάζειν βραχίονά φασι τὸ μεταξὺ ἐὸν
Ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται. ἐπὴν δ’ ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει.
Τῷ κατὰ τὴν λέξιν εἰρημένῳ λόγῳ προσθεῖναι χρὴ τὰ λεγόμενα πρόσθεν, ὡς ἐπειδὰν ἄλλο σχῆμα λάβῃ μετὰ τὴν ἐπίδεσιν ὁ μῦς τοῦ βραχίονος, ἔνια μὲν αὐτοῦ θλιβήσεται μέρη βιαίως ὑπὸ τῶν ἐπιδέσμων, ἔνια δὲ χαλαροὺς καὶ περιῤῥέοντας αὐτοὺς ἕξει καὶ συμβήσεται διὰ μὲν τὰ θλιβόμενα μόρια φλεγμονὴν γενέσθαι, διὰ δὲ τὸ χαλαρὸν τῆς ἐπιδέσεως διαστραφῆναι τὸ κῶλον, ὥστ’ οὐ χρὴ μεταβάλλειν τὸ σχῆμα τῆς χειρὸς, ἀλλ’ αὐτὸ ἀεὶ φυλάττειν ἔξ ἀρχῆς
Δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε. ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁποῖοι οἱ στειλαιοί εἰσι τῶν σκαφίων, κρεμάσαι χρὴ ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα. καθίσαντα δὲ τὸν ἄνθρωπον ἀπὸ ὑψηλοῦ τινος τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθικνεῖσθαι τὸν ἄνθρωπον σμικροῦ δέοντα μετέωρον εἶναι. ἔπειτα θέντα τι ἄλλο ἔφεδρον καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον ἢ ἓν ἢ πλείω, ὅκως ξυμμέτρως σχοίη ὕψιος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. ἄριστον μὲν σκότος πλατὺ καὶ μαλθακὸν ἢ ταινίην πλατείην ἀμφιβάλλοντα τῶν423μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν, εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῥωμένος ἐν τούτῳ σχήματι τοῦ πήχεος παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω ἐς τὸ κάτω.
Ὅτι τῇ φύσει δικαιοσύνης ἐστὶ τὸ οἰκεῖον νέμειν ἑκάστῳ οὐ κατὰ νόμον, ἀλλὰ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔν τε τοῖς κατὰ φιλοσοφίαν ἐπιδέδεικται λόγοις. εἴρηται δὲ διὰ τῶν ἔμπροσθεν ἤδη καὶ πρός γε τούτῳ λέλεκται δίκαιον εἶναι σχῆμα τὸ φυλάττον ἑκάστου τῶν ἐν τῷ κώλῳ μορίων τὴν οἰκείαν θέσιν. ἐδείχθη δὲ ταὐτὸ τοῦτο καὶ ἀνωδυνώτατον εἶναι τῶν ἄλλων ἁπάντων ὅπερ ἐστὶν ἔν τε τῇ χειρὶ τοῦ βραχίονος ἐν ὀρθῇ γωνίᾳ τὴν πρὸς τὸν πῆχυν ἐργαζόμενον σχέσιν. ἐν τούτῳ δὴ τῷ σχήματι καταστήσαντα τὴν ὅλην χεῖρα κελεύει τὸν μὲν ἄνθρωπον καθίσαι, παραθεῖναι δ’ αὐτῷ ἔμπροσθεν ξύλον ἐγκάρσιον τηλικοῦτόν τε καὶ τοιοῦτον ἡλίκον τε καὶ ὁποῖον τῶν σκαφείων εἰσὶν οἱ στειλαιοί. σκαφίας δὲ δηλονότι κέκληκε δι’ ὧν σκάπτομεν τὴν γῆν
Ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων. κατορθώσας δὲ τοῖσιν θέναρσι τὸ ὀστέον, ῥηϊδίως δὲ κατορθώσεται. ἀγαθὴ γὰρ ἡ κατάτασις, ἥν τις καλῶς παρασκευάσηται. ἔπειτα ἐπιδείτω τάς τε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα καὶ τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη χειριζέτω καὶ ἐρωτήματα ταῦτα ἐρωτάτω καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, ἢν μετρίως ἔχῃ ἢ οὔ. καὶ διὰ τρίτης ἐπιδείτω καὶ ἐπὶ μᾶλλον πιεζέτω.
Ὡς ἑδραιότερον αἱρεῖται τοῦτο σχῆμα τῷ χειρουργοῦντι, καθάπερ ἐν τῷ κατ’ ἰητρεῖον ἠξίωσε γράψας· ἑστεῶτα δὲ δεῖ ἐπ’ ἀμφοτέρων βεβεῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις δρῇν γε τῷ ἑτέρῳ ἐπιβεβεῶτα μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα.
Καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω· καὶ ἢν ὑποπτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου τοῦ χρόνου λυσάτω καὶ εὐθετησάμενος μετεπιδησάτω.
Ὅπερ ἐπὶ τοῦ πήχεος εἴρηκεν ἔμπροσθεν ἀξιώσας προσυπακούειν σε τοῦτο καὶ νῦν ἀξιῶ κατὰ λόγον πάντων ἀποβαινόντων ἐν ταύτῃ χρόνου τῇ προθεσμίᾳ τοὺς νάρθηκας ἐπιβάλλειν, ἀλλ’ ἐπὶ μὲν τοῦ πήχεος ἑβδομαῖον ἁπλῶς ἐκέλευσε νάρθηξι δεσμεῖν, ἐπὶ δὲ τοῦ βραχίονος τῷ καλουμένῳ παραδιαζευκτικῷ συνδέσμῳ τὴν ἑρμηνείαν ἐποιήσατο. φησὶ μὲν ὡς ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω. διὰ γὰρ τὸ μέγεθος τῶν περὶ τὸν βραχίονα μυῶν ἐν πλείονι χρόνῳ τελείως ἰσχνὰ καὶ δευσὰ γίνεται τὰ περὶ τὸ κάταγμα μόρια. τοιούτων δὲ ὄντων αὐτῶν ἐδείχθη καιρὸς εἶναι τῆς τῶν ναρθήκων ἐπιθέσεως.
Κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. ἐπὴν δὲ ταύτας ὑποβάλῃ, λύειν χρὴ καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισιν καὶ ἐπὶ ἐλάσσοσιν ἐπιδεῖν. δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαιτᾷν καὶ πλείω χρόνον, τεκμαίρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ τὴν ῥώμην ὁρῶν.
Τὸ διὰ πώρου συνδεῖσθαι τὰ κεχωρισμένα μέρη τοῦ συντριβέντος ὀστοῦ κρατύνεσθαι κέκληκεν, ὡς καὶ πρόσθεν ἐπὶ τοῦ πήχεος. ὅσῳ δὲ μεῖζόν ἐστι τὸ τοῦ βραχίονος ὀστοῦν τοσούτῳ δηλονότι καὶ ὁ χρόνος αὐτῷ τῆς πωρώσεως μακρότερος γίγνεται. τὰ δ’ ἄλλα πάντα διὰ τῶν ἐπὶ τοῦ πήχεος εἰρημένων ἐστὶ δῆλα, μηδεμιᾶς οὖν ἐξηγήσεως δεόμενα.
Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι βραχίων κυρτὸς πέφυκεν ἐς τὸ ἔξω μέρος καὶ διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ430καλῶς ἰητρεύηται. ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα εἰς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει διαστρέφεσθαι ἐπὴν κατεαγῇ. χρὴ τοίνυν, ἐπὴν τοιοῦτό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα· καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν. οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο. φυλάσσεσθαι μέντοι χρὴ ὅπως μὴ ᾖ ἄγαν ἐς τὸ ἔσω μέρος.
Τὰ κατὰ τὴν ῥῆσιν ὅλην ἄχρι τῆς τελευτῆς τοῦ κατὰ τὸν βραχίονα λόγου πάντ’ ἔστι σαφῆ· καὶ γὰρ τὴν αἰτίαν αὐτὸς εἶπε τῆς ἐπὶ τοὐκτὸς διαστροφῆς καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς ἐπὶ τἀναντία περιῤῥοπῆς. ἐδίδαξε καὶ τὸν πολύπτυχον σπλῆνα καὶ μεταξὺ τῶν πλευρῶν τε καὶ τοῦ ἀγκῶνος ἐκέλευσε τιθέναι χάριν τοῦ τὸν βραχίονα μὴ ψαύειν τῶν πλευρῶν, ἀλλ’ ἐν τῷ μεταξὺ χώρας οὔσης, κἂν εἰς ἐκείνην ὠθούμενον ὑπὸ τῆς τῷ στήθει προσαγούσης αὐτὸν ταινίας
Ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων ξύγκειται, ὥσπερ καὶ χεὶρ ἄκρη.
Ἀναλογία τίς ἐστι τοῖς τῆς χειρὸς ὅλης μέρεσι πρὸς τὰ τοῦ σκέλους· ὁποῖον μὲν γὰρ ἐν τῇ χειρὶ βραχίων ἐστὶ, τοιοῦτον ἐν τῷ σκέλει μηρός· ὁποῖος δὲ ἐν ἐκείνῃ πῆχυς, ἐν σκέλει κνήμη. καὶ δὴ τὸ λοιπὸν μέρος ἡ ἄκρα χεὶρ ἀνάλογόν ἐστι ποδὶ, περὶ ὃν οὐδὲν ἴδιον ὄνομα τοιοῦτον ἔχομεν ἄκρας χειρὸς, ὁποῖον πούς ἐστι χωρὶς τοῦ σκέλους. εἰκότως οὖν καὶ πόδα μὲν ἁπλῶς εἶπε μὴ προσθεὶς ἄκρον. χεῖρα δὲ οὐκέθ’ ἁπλῶς ὠνόμασεν, ἀλλ’ ἄκραν προσέθηκε. ταῦθ’ ἡμῖν ὑπὲρ τῆς τῶν ὀνομάτων χρήσεως αὐτάρκως εἴρηται. περὶ δὲ τῶν πραγμάτων αὐτῶν ἐφεξῆς λέγομεν·
- Ἀεὶ τῶν ἔσται χρὼς ἔμπεδος ἢ καὶ ἀρείων.
- Ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
Κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος· τὰ μὲν οὖν τιτρωσκόμενα ἐν ἑλκοσίων μέρει εἰρήσεται ὡς χρὴ ἰητρεύειν.
Χρῶτα καλοῦσιν οἱ Ἴωνες, ὃ ἦν τοῦ σώματος ἡμῶν σαρκῶδες, ἐν ᾧ μάλιστα γένει τὸ δέρμα καὶ οἱ μύες εἰσὶν, ἐφεξῆς δὲ οἱ ὑμένες καὶ σπλάγχνα. τὸ δὲ τῶν ὀστῶν γένος οὐκ ὀνομάζουσι χρῶτα, καθάπερ οὐδὲ τοὺς χόνδρους, οὐδὲ τοὺς συνδέσμους. οὕτως οὖν καὶ Ὅμηρος φαίνεται τῇ προσηγορίᾳ χρώμενος ἐν οἷς φησιν·
καὶ ἔμπαλιν·
ὁ τοίνυν προσεῖπεν ἐπὶ τῶν προειρημένων μορίων, ἅπερ ἦν πούς τε καὶ ἄκρα χεὶρ οὐ πάνυ τι κατάγνυσθαί φησι τὰ
Ὥσπερ οὖν οὔτε μέγα ξύλον οὔτ’ εὔτονον, ἀλλὰ καὶ σμικρὸν καὶ ἄῤῥωστον ἐν τούτῳ τῷ τρόπῳ κλῶμεν, οὕτως ἐπειδὰν ὀστοῦν ἀσθενὲς ᾖ φύσει κατὰ τὰς εἰρημένας ἐνεργείας διακλᾶται μέσον τοιούτων. ἀλλ’ ὁ τοιοῦτος τρόπος τῶν παλαισμάτων ἐν ἄκροις τοῖς κώλοις ὀστῶν, οὔθ’ ὅταν ἀφ’ ὑψηλοῦ πηδήσαντες ἢ καταφερόμενοι τηρήσουσιν ἐπὶ τῆς γῆς ἢ βιαίως τὸν πόδα διασπῶντες, μᾶλλον γὰρ ἐν ταῖς
Ἢν δέ τι κινηθῇ ἐκ τῆς χώρης ἢ τῶν δακτύλων ἄρθρον ἢ ἄλλο τι τῶν ὀστέων τοῦ ταρσοῦ καλεομένου ἀναγκάζειν μὲν χρὴ ἐς τὴν ἑωυτοῦ χώρην ἕκαστον, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ εἴρηται.
Οὐχ ὡς προειρηκώς τι περὶ τῶν ἐν τῇ χειρὶ συνισταμένων ὀστῶν εἶπε τὸ, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ, ἀλλ’ εἰ καὶ οὕτως ἔτυχεν εἰπών· ἀναγκάζειν μὲν χρὴ εἰς τὴν ἑαυτοῦ χώραν ἕκαστον τῶν ἐν τῷ ποδὶ, κατὰ δὲ τὸν αὐτὸν τρόπον χρὴ καὶ τὰ ἐν τῇ χειρί. γέγραπται δὲ ἐν τισὶ μὲν ἀναγκάζειν, ἐν τισὶ δὲ καταναγκάζειν εἴρηται. σημαίνει δ’ ἡ λέξις τοῖον, εἰ εἶπε μὲν τιθέντα ἐν τῇ οἰκείᾳ χώρᾳ τὸ κινηθὲν ὀστοῦν. κινεῖται δὲ ἀποῤῥηγνυμένων τῶν συναπτόντων αὐτὰ πρὸς τὰ πλησιάζοντα συνδέσμων, ἀλλὰ οὔτε πάντες οἱ περιέχοντες ἐγκύκλως σύνδεσμοι τὸ κινηθὲν ὀστοῦν ἀποῤῥήγνυνται. σπάνιον γὰρ ἀκριβῶς τὸ τοιοῦτον καταλιπὸν ἅπασαν τὴν ἑαυτοῦ χώραν τὸ βλαβὲν οὕτως ἀναπηδᾷν πρὸς τὸ δέρμα καὶ μάλιστα οἷς ἐστι χαλαρὸν, ὥστε γε σύντομον ἀνθίσταται τὴν ἑαυτοῦ φορὰν τοῦ κινηθέντος ὀστοῦ. διὰ τοῦτο οὖν οὐδὲ εἰς τὸ κάτω τοῦ ποδὸς εἴωθε τὰ πολλὰ τὸ κινηθὲν ὀστοῦν ἐξίσχειν, ὅτι σκληρὸν καὶ παχὺ τὸ ταύτης δέρμα τὸ καλούμενον ἴχνος· ἀλλὰ καὶ διότι τὰ πλήττοντα τοὐπίπαν ἐκ τῶν ἄνω μερῶν ἐμπίπτει τῷ ποδί.
Καὶ ἰητρεύειν δὲ κηρωτῇ καὶ σπλήνεσιν καὶ ὀθονίοισιν, ὥσπερ καὶ τὰ κατήγματα, πλὴν τῶν ναρθήκων. τὸν μὲν αὐτὸν τρόπον πιεζεῦντα, διὰ τρίτης δὲ ἐπιδέοντα. ὑποκρινέσθω441δὲ ὁ ἐπιδεόμενος παραπλήσια οἷάπερ καὶ ἐν τοῖσι κατήγμασι καὶ περὶ τοῦ πεπιέχθαι καὶ περὶ τοῦ χαλαρὰν εἶναι.
Ὁποίαν ἐπὶ τῶν καταγμάτων ἐκέλευσε θεραπείαν, τοιαύτην ἀξιοῖ σε ποιεῖσθαι καὶ νῦν ἐπὶ τῶν ἐν ἄκροις τοῖς κώλοις κινηθέντων ὀστῶν· καὶ γὰρ ἀπὸ διατάσεως ἄρξασθαι χρὴ χάριν τοῦ καλῶς διαπλάσαι τὰ κεκινημένα τῶν ὀστῶν καὶ μετὰ τὴν διάπλασιν ἐπιδοῦντα τῶν αὐτῶν ὑποστοχάζεσθαι σκοπῶν. ἀφλέγμαντόν τε μὲν γὰρ εἶναι βουλόμεθα τὸ μόριον ἐσφίγχθαι τε καὶ διακρατεῖσθαι τὸ πεπλασμένον ὀστοῦν ὑπὸ τῶν ὀθονίων. ἐδείχθη δ’ ἔμπροσθεν ταῦτα οὐ δυνάμενα γενέσθαι καλῶς ἄνευ τοῦ τὸ μὲν ἐν τοῖς πεπονθόσι μορίοις αἷμα πρὸς τὴν ἀρχὴν τοῦ κώλου καὶ τὸ πέρας ἐκθλίβεσθαι, κωλύεσθαι δ’ ἐπιῤῥεῖν ἄλλο. πρὸς ταῦτα δ’ οὖν, εἴ τι μεμνήμεθα, σκοποῦντες εὕρομεν ἅπασαν τὴν καταγματικὴν ἐπίδεσιν ἣν κελεύει ποιεῖσθαι πλὴν τῶν ναρθήκων, ἐπειδὴ τοῦ μέρους ἡ φύσις οὐ προσίεται τὴν τούτων
Ὑγιῆ δὲ γίνεται ἐν εἴκοσιν ἡμέρῃσι τελέως ἅπαντα πλὴν ὁκόσα κοινωνέει τοῖσι τῆς κνήμης ὀστέοισι καὶ αὐτέῃ τῇ ἵξει. ξυμφέρει δὲ κατακεῖσθαι τοῦτον τὸν χρόνον· ἀλλὰ γὰρ οὐ τολμέουσιν ὑπερορῶντες τὸ νόσημα, ἀλλὰ περιέρχονται πρὶν ὑγιέες γενέσθαι. διὰ τοῦτο καὶ οἱ πλεῖστοι οὐκ ἐξυγιαίνουσι τελέως, ἀλλὰ πολλάκις ἐπιβάλλειν αὐτοὺς ὁ πόνος ὑπομιμνήσκει εἰκότως· ὅλον γὰρ τὸ ἄχθος τοῦ σώματος οἱ πόδες ὀχέουσιν. ὁκόταν οὖν μήπω ὑγιέες ἐόντες ὁδοιπορέουσι φλαύρως ξυναλθάσσεται τὰ ἄρθρα κινηθέντα. διὰ τοῦτο ἄλλοτε καὶ ἄλλοτε ὀδυνῶνται τὰ πρὸς τῇ κνήμῃ, τὰ δὲ κοινωνέοντα τοῖσι τῆς κνήμης ὀστέοισιν μείζω τε τῶν ἑτέρων ἐστὶ καὶ κινηθέντων τούτων πολυχρονιωτέρα ἡ ἄλθαξις. ἴησις μὲν οὖν ἡ αὐτή.
Λέγει τῆς ὅλης κνήμης εἴγε καὶ τὸ κατὰ τὴν ἴξιν αὐτὸ σημαίνει τὸ κατ’ εὐθὺ πολλάκις ἐν πολλοῖς εἰρημένον, ἀλλὰ καὶ κατωτέρω τρὶς ἐφεξῆς κέχρηται τῷ ὀνόματι περὶ κνήμης διαλεγόμενος ἐν τῇ ῥήσει· τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος αὕτη τε ἔσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν, ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ ἔσω τοῦ ἔξωθεν, ὡς καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν, λεπτότερον καὶ μακρότερον.
Ὀθονίοισι δὲ πλείοσι χρέεσθαι καὶ σπλήνεσιν.
Εἰθίσθη ὡς κατὰ χώραν μένειν τὰ ἐμβληθέντα τῶν ὀστῶν καὶ τοῖς ὀθονίοις καὶ τοῖς σπλήνεσι χρῆσθαι καὶ μάλισθ’ ὅταν ναρθήκων ἐπίδεσιν οὐκ ἐφίεται τὸ χωρίον ἀνώμαλον ὑπάρχον.
Καὶ ἐπὶ πᾶν ἔνθεν καὶ ἔνθεν ἐπιδέειν, πιέζειν δὲ ὥσπερ καὶ τἄλλα πάντα ταύτῃ μάλιστα ᾗ ἐκινήθη καὶ τὰς πρώτας περιβολὰς τῶν ὀθονίων κατὰ ταῦτα ποιέεσθαι.
Ἔμπροσθεν ἐκέλευσεν ἡμᾶς ἐν ταῖς ῥοπαῖς τῶν κατεαγότων, ἵν’ εἰ μὲν ἐπὶ τῇ δεξιᾷ ῥέποιεν εἰς τὰ ἀριστερὰ περιτρέποιμεν, εἰ δ’ εἰς ἐκεῖνα, πρὸς τὴν δεξιὰν ἐπανάγωμεν, ἐν δὲ τοῖς κατὰ τὸν πόδα τοὐπίπαν ἰσόῤῤοπον ποιεῖσθαι χρὴ τὴν ἐπίδεσιν, ἐπειδὴ τὰ τῆς ἰδίας χώρας ἐξιστάμενα τῶν ὀστῶν οὐκ εἰς τὰ πλάγια ποιεῖται τὴν ῥοπὴν, ἀλλ’ εἰς τὸν ἄνω τόπον ἢ τὸν κάτω.
Ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέεσθαι. ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι κατ’ ἄρθρα σίνεσιν. αἱ δὲ πιήζιες καὶ αἱ καλάσιες ἐν τοῖσιν αὐτέοισιν χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων445ἅπερ ἐπὶ τοῖσιν πρόσθεν καὶ τὰς μετ’ ἐπιδέσιας ὡσαύτως χρὴ ποιέεσθαι. ὑγιέες δὲ τελέως οὗτοι γίνονται ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖσθαι. ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον καὶ ἐπὶ μᾶλλον.
Ἔνθα πραΰνειν μὲν ὀδύνην, χαλάσαι δὲ τὴν τάσιν βούλεται τῶν σωμάτων, ἐνταῦθα πλέονι χρῆσθαι καταντλήσει θερμοῦ ὕδατος, ἔστι δὲ μάλιστα ἐν τοῖς κατ’ ἄρθρα τοιαῦτα παθήματα· νευρωδέστερά τε γὰρ καὶ ὀστωδέστερα ταῦτα τὰ μόρια. θλίβεται οὖν ὑπὸ τοῦ φλεγμαίνοντος καὶ μᾶλλον αἰσθάνεται τῆς ὀδύνης, ὅτι νευρωδέστερα εἶναι. σίνεσιν δ’ εἶπε τὰ οἷον βλάμματα, διότι καὶ τὸ βλάπτεσθαι σίνεσθαι καλεῖ.
Ὅσοι δὲ πηδήσαντες ἀφ’ ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ ἰσχυρῶς, τουτέοισι διΐστανται μὲν τὰ ὀστέα, φλεβία446δ’ ἐκχυμοῦνται ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δ’ ἐπιγίνεται καὶ πόνος πουλύς. τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης.
Ἐκχυμοῦσθαι τὰς φλέβας εἶπε σημῆναι βουλόμενος ἐκχεῖσθαι τὸν ἐν ἑαυταῖς περιεχόμενον ἔξω χυμὸν, ὅπερ ἐστὶ τὸ αἷμα. γίγνεται δὲ τοῦτο θλασθέντος αὐτοῦ τοῦ χιτῶνος· ὅσα γὰρ θλάττεται σώματα τὴν φυσικὴν ἕνωσιν ἀπόλλυται κατὰ πολλὰ μέρη καὶ μικρὰ διασπώμενα, καθ’ ἃ καὶ περιεκχεῖται τὸ αἷμα. τοῦτο οὖν τὸ ἐκχυθὲν αἷμα δέχονται μὲν αἱ περιεχόμεναι χῶραι τὴν φλέβα, δεξάμεναι δὲ οὐ φυλάσσουσιν οἷον ἐδέξαντο, μελαίνεται μὲν γὰρ ἐν τῷ χρόνῳ, καθάπερ εἰ κἀκτὸς ἐκχυθὲν ἐχρόνισε, καὶ γίνεται πάθος ὃ καλεῖται θρόμβωσις, ἐξ οὗ παθήματος ἐγγενομένου τῷ αἵματι, θρόμβος μὲν ἤδη τὸ αἷμα καλεῖται καὶ ἔστι. μέλαν δὲ γίγνεται τῇ χρόᾳ καὶ σήπεται ἐντεῦθεν μοχθηρῶς. ἀλλὰ ταῦτα μὲν οὐχ οἷόν τε χαλεπώτατα συμπίπτειν τοῖς ἐκχύμασιν,
Κοινωνέει δὲ φλεψὶ καὶ νεύροις ἐπικαίροισιν, ὁ τένων δὲ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν. ὕδατι δὲ θερμῷ πλείστῳ τουτέοισιν χρῆσθαι καὶ ὀθονίοισι πλείοσιν· ἐπὶ τουτέοισι δεῖ καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων.
Τῷ τῆς πτέρνης, φησὶν, ὀστέῳ κοινωνεῖ μὲν νεῦρα μεγάλα, τοῦτο γὰρ αὐτὸ νῦν δηλοῖ τὸ ἐπίκαιρα· καθάπερ δὲ καὶ φλέβες οὐ μικραί. συμπέφυκε δὲ ὀπίσθιος τένων ὁ ἐκ τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν γενόμενος. εἴρηται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τῇ τῶν μυῶν ἀνατομῇ· καὶ χρὴ ταῦτά γε ἀκριβῶς μεμαθηκέναι τὸν ἀκολουθεῖν βουλόμενον οἷς νῦν ὁ Ἱπποκράτης διδάσκει.
Καὶ ἢν μὲν τύχῃ ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ ἐᾷν οὕτως· ἢν δὲ παχὺ καὶ σκληρὸν οἷα μετεξέτεροι ἴσχουσι, κατατέμνειν χρὴ ὁμαλῶς καὶ διαλεπτύνειν μὴ διατρώσκοντα.
Τῶν προειρημένων παθημάτων περὶ τὴν πτέρναν τε καὶ κατὰ τὰ συνεχῆ μόρια γενομένων κίνδυνός ἐστιν ὀδύνας τε μεγάλας ἀκολουθήσειν καὶ φλεγμονὴν οὐ σμικράν. ὀστώδη τε γὰρ τὰ χωρία καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ὀστῶν, ἀλλ’ ἐκ πάνυ μικρῶν συνηρθρωμένα, ὥστε ἐὰν καὶ βραχέα τινὰ γένηται φλεγμονῆς μεγάλας ὀδύνας ἔσεσθαι διὰ τὴν θλίψιν. ὁ δ’ ἐμφυόμενος τῇ πτέρνῃ τένων ἀξιόλογος ὢν τὸ μέγεθος, εἰ φλεγμήνῃ, κίνδυνον ἕξει σπασμῶν. καὶ μὴν καὶ νεῦρα κατὰ τὸ μόριον τοῦτο μεγάλα τέτακται ψαύοντα τῶν ὀστῶν, ὡς καὶ τοῦτ’ ἔμαθες ἐν τῇ τῶν νεύρων ἀνατομῇ. ταῦτα οὖν τἄλλα τῆς θεραπείας ἁπάσης ἠκριβῶσθαι χρὴ κατά τε τὴν τῆς διαίτης λεπτότητα καὶ
Ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα· ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα ἐπιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξεις αὗται χωρίζουσι μὲν τὴν πτέρνην, ᾗ τὸ θλάσμα ἐγένετο.
Τῷ μὲν ἀγαθῶς ἀντὶ τοῦ καλῶς οὗτός τε καὶ οἱ ἄλλοι παλαιοὶ πολλάκις εἰρήκασιν. ἀξιοῖ δὲ καὶ τὰ περὶ τὴν
Τῆς ἀρχῆς τοῦ ἐπιδέσμου λοξῆς ἀνατεταμένης κατὰ τὸ σφυρὸν ἡ νομὴ τῆς ἐπιδέσεως γίγνεται πρὸς τὸ κάτω τοῦ ποδὸς ἔμπροσθεν τοῦ προπετοῦς τῆς κνήμης πέρατος ὃ καλοῦσιν ἀστράγαλον. ἐντεῦθεν δὲ πάλιν ὑποστρεψάντων ἐγκαρσίως ὑπὸ τὸ τοῦ ποδὸς ἴχνος ἐπίδεσμος ἀχθεὶς καὶ διελθὼν ὅλον τὸν πόδα μέχρι τῆς ἀντικειμένης χώρας αὖθις ἀνάγεται λοξὸς, ἐκ τῶν κάτω τε καὶ πρόσω μερῶν τοῦ ἀστραγάλου ψαύων αὐτοῦ, καθάπερ καὶ πρόσθεν τε κατήγετο τῇ αὐτῇ χρωμένων τῇ νομῇ συντυχεῖν ἀναγκαῖόν ἐστι κατὰ τὸ πρόσω τοῦ ποδὸς ἑαυτῷ τὸν ἐπίδεσμον γενέσθαι τὸ σχῆμα παραπλήσιον τῷ χ γράμματι. κἀντεῦθεν κύκλῳ κατὰ τὸ σφυρὸν ἑλιχθέντα παραγενέσθαι πάλιν ἐπ’ ἐκεῖνον τὸν τρόπον, ὅθεν ἤρξατο καὶ οὕτως ἐκ δευτέρου τὰς αὐτὰς ἔχειν περιβολὰς αἷς διῆλθον, ὡς ἐπὶ τὴν
Καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης.
Τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομάζουσιν οἱ παλαιοὶ σφακελὸν, ἀλλὰ ἐν τῇ μὲν τῶν σαρκώδων μορίων καὶ ἄλλοις ὀνόμασι χρῶνται. λέγει οὖν αὐτὸς καὶ σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα ὀνόματα. κατὰ δὲ τοῦ φθειρομένου δι’ ὅλης αὐτῆς οὐσίας ὀστοῦ σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα τοῖς ὀστοῖς, ὅταν ἡ παρακειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα καὶ διαβρέξασα τούτοις αὐτὰ διασήψῃ.