In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα κατατεινάμενον καὶ διορθωσάμενον, κἢν μετρίως τὸ πρῶτον ἐτετυχήκεις ἐπιδήσας· ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην πιέσαι. βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα, ὥσπερ καὶ τὸ πρότερον· ἢν μὲν τοῦτο πρότερον ἐπιδέῃς,
392
ἐξαρείαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ ἔνθα. ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξαρείαται ἐκ τοῦ πιεχθέντος, ἐς πολλὰ δ’ εὔχρηστον τὸ ξυνιέναι· οὕτως οὖν ἄρχεσθαι μὲν ἀεὶ χρὴ τὴν ἐπίδεσιν καὶ τὴν πίεσιν ἐκ τουτέου τοῦ χωρίου. τὰ δ’ ἄλλα κατὰ λόγον, ὡς ἂν προσωτέρω ἀπὸ τοῦ κατάγματος ἀγάγῃς ἐπὶ ἧσσον τὴν πίεσιν ποιέεσθαι. χαλαρὰ δὲ παντάπασιν μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα. ἔπειτα δὲ πλείοσιν ὀθονίοισιν χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδεσίων. ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλον οἱ πεπιέχθαι ἢ τὸ πρότερον καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα· καὶ τὰ ἄλλα δὲ κατὰ λόγον καὶ ἀμφὶ τῷ οἰδήματι καὶ ἀμφὶ τῷ πονέειν καὶ ἀμφὶ τῷ ῥηίζειν κατὰ λόγον τῆς προτέρης ἐπιδέσιος γινέσθω. ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρωτέρα οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα, ἔπειτα ἀπολύσαντα χρὴ αὖθις ἐπιδῆσαι ὀλίγῳ μᾶλλον πιέζοντα καὶ ἐν πᾶσι τοῖσιν ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι καὶ ἔπειτα πάντα αὐτὸν ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισιν τῶν ἐπιδεσίων.
393

Ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἰ ὅσον προσήκει πιέζειν οὐ πιέσομεν ὀδυνωμένου τοῦ κάμνοντος ἐπὶ τῇ πληγῇ, πάντων δὲ καλῶς γεγενημένων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἀνωδυνώτερον ἔχοντες τὸν ἄνθρωπον αὐξήσομεν τὴν τάσιν, οὐ μὴν οὐδὲ νῦν, εἰς ὅσον ἡ διάθεσις ἀπαιτεῖ. τοῦτο γὰρ ἐὰν ὀρθῶς πάντα γένηται, κατὰ δὲ τὴν πέμπτην ἡμέραν ὑπάρξει, διὸ καὶ τοῖς ὀθονίος πλείστοις χρῆσθαι τηνικαῦτα καὶ τῇ τάσει τελεωτάτῃ μεμνημένων ἡμῶν, ὡς ἁπάντων τῇ προσηκούσῃ τάξει γιγνομένων ὁ λόγος οὗτος αὐτῷ περαίνεται, ὡς εἴ γε διὰ τὸ πλημμεληθὲν ἐν τῷ μεταξὺ μηδέπω τελέως ἀφλέγμαντος ἡ χεὶρ εἴη τῇ πέμπτῃ τῶν ἡμερῶν, οὐδ’ ἡμεῖς χρησόμεθα τοῖς ὀθονίοις πᾶσιν. ἡ μὲν γὰρ ἀσφάλεια τῆς τῶν κατεαγότων ἐπιδέσεως καὶ τοῦ πλήθους τῶν ὀθονίων, ὡς αὐτὸς ἔφη γίγνεται. μάλιστα δ’ αὐτῇ χρώμεθα κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ προσεσταλμένον μὲν ἱκανῶς φαίνεται τὸ περὶ τὸ κάταγμα χωρίον, αὐτὸ δὲ τὸ συντετριμμένον ὀστοῦν χαλαρὸν καὶ εὐπαράγωγον εἰς κατόρθωσιν. ἐὰν οὖν ποτε συμβῇ μὴ γενέσθαι τοῦτο κατὰ τὴν πέμπτην ἡμέραν, ἀναμενοῦμεν ἑτέραν περίοδον λύσεως

394
εἰς τὴν ἑτέραν ἑβδόμην ἀφικνουμένην δηλονότι. διὰ τρίτης γὰρ ἀξιοῖ λύειν καὶ μετεπιδεῖν, ἄχρις ἂν εἰς νάρθηκας ἐμβάλλῃ τὸ κάταγμα χάριν τοῦ καταντλεῖν ὕδατι θερμῷ κενώσεως ἕνεκα τῶν ἐν τῷ κατεαγότι μορίῳ χυμῶν, ὅσοι λεπτοὶ καὶ ὀῤῥώδεις εἰσὶ διαπνέεσθαι δεόμενοι. ἅμα δὲ καὶ παρηγορητικὸν ὀδύνης τοῦτο καὶ κνήσεως ἰατικὸν, ὡς ὅταν γε μήτε κνήσεως αἰσθάνηται μήτε ὀδύνης ὁ ἄνθρωπος ἅπαντά τε τὰ λελεγμένα σημεῖα τοῦ περαίνεσθαι καλῶς τὰ περὶ τὸ κάταγμα φαίνηται, κἂν διὰ τετάρτης λύσῃς, οὐδὲν βλάψεις καὶ μάλιστα χειμῶνος, ἔτι δὲ μᾶλλον ἀνθρώπους ἀγροίκους ἀλουτεῖν εἰθισμένους τὰ πολλά. τοὺς δὲ καθ’ ἑκάστην ἡμέραν εἰωθότας λούεσθαι καὶ μᾶλλον εἰ δὶς τοῦτο ποιεῖν, οὐ χρὴ διὰ μακροῦ λούειν, ἔτι δὲ μᾶλλον εἰ καὶ μαλακόσαρκοι φύσει τύχοιεν εἶναι.

Ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ
395
χειρὶ ἔσται, οὐδὲ τοῦτο λίην μέγα. τὸ δ’ ἐπιδεόμενον χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον καὶ ἰσχνότερον εὑρεθήσεται. ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ λεπτὸν καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα καὶ εὐπαράγωγα ἐς κατόρθωσιν. καὶ ἢν ᾖ ταῦτα τοιαῦτα, κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ μᾶλλον πιέσαντας ἢ τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων ᾖ ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί. ἐπὴν δ’ ἐπιδήσῃς τοῖσιν ὀθονίοισι τοὺς νάρθηκας περιθεῖναι χρὴ καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν, ὁκόσον ἠρεμέειν ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεσιν τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν. μετὰ δὲ ταῦτα ὅ τε πόνος αἵ τε ῥᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. ἐπὴν δὲ τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ’ ἔπειτα χρὴ τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα, ἀτὰρ καὶ τἄλλα κατὰ λόγον, εἴπερ καὶ ἡ ἐπίδεσις ἐχάλα μᾶλλον ἢ ἐπίεζε. παχύτατον δὲ χρὴ εἶναι τὸν νάρθηκα, ᾗ ἐξέστη τὸ κάτηγμα, μὴ μὲν πολλῷ. ἐπιτηδεύειν
396
δὲ χρὴ μάλιστα μὲν κατ’ ἰθυωρίην τοῦ μεγάλου δακτύλου, ὡς μὴ κείσεται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μηδὲ κατὰ τὴν τοῦ σμικροῦ δακτύλου ἰθυωρίην, ᾗ τὸ ὀστέον ὑπερέχειν ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. ἢν δὲ ἄρα πρὸς τὸ κάτηγμα ξυμφέρει κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπὸν, κίνδυνος γὰρ ἑλκώσιος καὶ νεύρων ψιλώσιος. χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξιν πάνυ ἡσυχῇ οὕτω τῇ γνώμῃ ἔχοντας, ὡς οἱ νάρθηκας φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέωνται, ἀλλ’ οὐ τῆς πιέσιος εἵνεκεν ἐπιδέωνται. ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπίθυνται ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσιν καὶ μήτε κνησμοί τινες λυπέωσι μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται εἶναι, ἐᾷν χρὴ ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ’ ἂν ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται· ἐν τριήκοντα δὲ μάλιστα τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει τὸ ἐπίπαν.
397

Εἰ τοιοῦτον ἐδυνάμεθα ποιῆσαι τὸ κατεαγὸς ἐν τῇ τρίτῃ τῶν ἡμερῶν, ὁποῖον εἰς τὰ πολλὰ κατὰ τὴν ἑβδόμην γίνεται, τοὺς νάρθηκας ἀναγκαῖον περιεβάλλομεν. ἐπεὶ δὲ, ὡς εἶπεν αὐτὸς, ἐν τῇ ζ΄ πάνυ λεπτὸν φαίνηται, δι’ οὖ ῥήματος ἐδήλωσε τὸ καὶ τῆς ὑγιεινῆς αὐτὸ καταστάσεως ὡς εἶχε πρότερον ἰσχνότερον γίγνεσθαι, διὰ τοῦτο κατ’ αὐτὴν τὴν ἡμέραν αὐτῷ περιτίθησι τοὺς νάρθηκας ἐπιμελέστατα δηλονότι διαπλάσας νῦν τὸ κῶλον, ὡς ἂν καὶ τῶν ὀστῶν μὲν χαλαρῶν. εἰ δὲ χρεία τῶν ναρθήκων ἐστὶν, ἥπερ δὴ καὶ τῶν σπληνῶν ἔμπροσθεν εἴρηται, κρατεῖσθαι τὸ κατεαγὸς ὀστοῦν. ἐπεὶ δὲ συμφῦναι πρὸς ἑαυτὸ καθάπερ ἡ σὰρξ οὐ δύναται διὰ τὴν φυσικὴν ξηρότητα, οἷον δεσμός τις ὢν ὁ πῶρος αὐτῶν γίγνεται περιφυόμενος τοῖς χείλεσι τοῦ κατάγματος. ἡ γένεσις δ’ αὐτῷ τὸ ἐξ αὐτοῦ τοῦ συντριβέντος ὀστοῦ τῆς τροφῆς περίττωμα· καὶ ὅταν γε μὴ καλῶς ὁ κάμνων ᾖ διαιτώμενος ἢ καὶ πληθωρικὸς ὑπάρχων, πολὺ τοῦτο τὸ περίττωμα, ὃ προχεόμενον ὅλους διαβρέχει τοὺς ἐπιδέσμους αἵματι παχεῖ παραπλήσιον. ὅσον οὖν αὐτοῦ κατὰ τὴν ἔγχυσιν ἐπὶ τοῖς χείλεσι τῶν τοῦ κατεαγότος ὀστοῦ 

398
μερῶν ἐπιπαγῇ, τοῦτο τῷ χρόνῳ μεταβαλλόμενον ὑπ’ αὐτοῦ τοῦ ψαύοντος ὀστοῦ παραπλήσιον αὐτῷ γίγνεται καὶ καλεῖται πῶρος. ἐὰν οὖν σείηται καὶ διακινῆται τὰ χείλη τοῦ κατάγματος, ἥ τε πίεσις αὐτοῦ κωλυθήσεται καὶ διὰ τοῦτο καί ἡ τοῖ κατάγματος πώρωσίς γε καὶ γένεσις. ὁποῖον γάρ τι τοῖς ἑνουμένοις ξύλοις ἐστὶν ἡ κόλλη, τοιοῦτον τοῖς συντριβομένοις ὀστοῖς ὁ πῶρος. εἰκότως οὖν ἡσυχίας ἀκριβῶς δεῖται τὰ διὰ πώρου κολλώμενα κατάγματα· σεισθεὶς γὰρ ὁ πηγνύμενος πῶρος διαλύεται παραπλησίως τῇ τὰ ξύλα συναγούσῃ κόλλῃ καὶ τῷ πηγνυμένῳ γάλακτι. ταύτην οὖν αὐτῷ τὴν ἡσυχίαν ἥ τ’ ἀκριβεστέρα πίεσις ἐκ τῶν ἐπιδέσμων καὶ ἡ τῶν ταῦτα κρατούντων ἔξωθεν γίγνεται. κρατεῖ δ’ αὐτὰ τό τε πλῆθος τῶν ὀθονίων καὶ οἱ νάρθηκες. τὰ δ’ ἐφεξῆς ἅπαντά εἰσι σαφῆ τοῖς προσέχουσι τὸν νοῦν· κελεύει γὰρ εἵ πού τι χαλαρὸν γίγνοιτο τῆς δέσεως ἐπισφίγγειν διὰ τρίτης τοὺς νάρθηκας, οὐ μέντοι λύειν ὅλην τὴν ἐπίδεσιν, εἰ μὴ κνησιῶν ὁ ἄνθρωπος τύχῃ σφοδρῶς ἢ καὶ τινα ἕλκωσιν ὑποπτεύοιμεν. ἡ δ’ αἰτία τοῦ κατ’ ἀρχὰς μὲν μᾶλλον, ὕστερον δ’ ἧττον κνησιᾷν ἡ κένωσίς ἐστι τοῦ
399
πεπονθότος μορίου· κνησιῶσι γὰρ ὑπὸ τῶν ἐξερχομένων περιττωμάτων ἀτμωδῶν, δακνόμενοι μετρίως, ὡς ὅταν γε σφοδρῶς δάκνωνται μετ’ ὀδύνης αὐτοῖς ἤδη τὸ κνησιᾷν ὑπάρχειν. ὅταν οὖν κενὸν μόριον, ἢ οὐδὲν γεννᾷ περίττωμα τοιοῦτον ἢ παντάπασιν ἐλάχιστον.

Ἀτρεκὲς δὲ οὐδέν· μάλα γάρ τε καὶ φύσις φύσιος καὶ ἡλικίη ἡλικίης διαφέρει.

Οὐχ ἁπλῶς εἰπὼν ἡλικίαν ἡλικίας διαφέρειν, ἀλλὰ προσθεὶς τὸν σύνδεσμον ἐπιδείκνυται καὶ ἄλλας αἰτίας εἶναι, δι’ ἃς οὐ πάντα τὰ τοῦ πήχεως κατάγματα τριάκονθ’ ἡμέρας κρατύνεται, τινὰ δὲ ἦττον· ἀλλ’ ἔστιν ἥ τε τοῦ ἔτους ὥρα καὶ χώρα καὶ φύσις τοῦ θεραπευομένου σώματος, ἥ τε τοῦ ἔτους κατάστασις αὐτοῦ καὶ δίαιτα καὶ ὁ τρόπος τῆς δέσεως. θᾶττον γὰρ κρατύνεται, τουτέστιν ἀσφαλῶς πωροῦται διά τε τὴν ὕλην ἑξῆς ὁ πῶρος γίγνεται συμμέτρως

400
ἔχουσαν ἐν ποσότητί τε καὶ ποιότητι καὶ διὰ τὴν ῥώμην τῆς πηγνυούσης αὐτὴν δυνάμεως. εἰς χρόνον δὲ ἐκπίπτει πλείονα διά τε τὴν ἔνδειαν τῆς ὕλης· ὃ γάρ ἐν ἐλάττονι χρόνῳ δι’ εὐπορίας τῆς ὅλης αἱ δυνάμεις ἐργάζονται, τοῦτ’ ἐν πλείονι δι’ ἀπορίαν. ἔστι δ’ ὅτε καὶ διὰ πλῆθος ἄμετρον. ἀποκλύζεται γὰρ ὁ πηγνύμενος πῶρος ὑπὸ τῆς ἐπιῤῥεούσης ἔνδοθεν ὑγρότητος, ὅταν ᾖ πολλή τε ἅμα καὶ συνεχής· ἔστι δὲ τὸ μὲν πάχος τῆς ὕλης ἐπιτηδειότερον εἰς τὸ παγῆναί τε καὶ γενέσθαι πῶρον. ἡ δ’ ὑγρότης ὅταν ὑδατώδης ἐστὶ καὶ λεπτὴ καὶ τὴν σύστασιν ἀνεπιτήδειος εἰς πώρου σύστασιν. ὅτι δὲ ἡ δύναμις ἡ μέν ἰσχυρὰ θᾶττον ἐργάζεται τὸ ἑαυτῆς ἔργον, ἡ δὲ ἀσθενεστέρα βραδύτερον οὐδὲ λόγου δεῖται. διὰ ταῦτα μὲν ἐν διαφόροις χρόνοις αἱ πωρώσεις γίγνονται τοῖς συντετριμμένοις ὀστοῖς, αὐτὰ δὲ ταῦτα τὰ νῦν λεγόμενα διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας ὑπαλλάττεται· καὶ γὰρ πλείων καὶ ἐλάττων ὕλη καὶ παχυτέρα καὶ λεπτοτέρα γίγνεται διά τε τὴν ἐξ ἀρχῆς ἑκάστου κρᾶσιν καὶ διὰ τὴν ἐπίκτητον, ἐν ᾧ θεραπεύεται χρόνῳ κατάγμασιν, ἔτι τε δίαιταν ἣν διαιτῶνται καὶ τρόπον
401
ἐπιδέσεως ἣν ἐπιδοῦνται, τήν θ’ ἡλικίαν καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἔξ ὧν ἁπάντων καὶ ἡ δύναμις ἤτοι γ’ ἀσθενὴς ἢ ἰσχυροτέρα γίγνεται.

Ἐπὴν δὲ λύσῃς, ὕδωρ θερμὸν καταχέαι χρὴ καὶ μετεπιδῆσαι ἧσσον μὲν ὀλίγῳ πιέσαντα ἢ τὸ πρόσθεν, ἐλάσσοσι δὲ τοῖσιν ὀθονίοισιν ἢ τὸ πρότερον, καὶ ἔπειτα διὰ τρίτης ἡμέρης λύσαντα ἐπιδεῖν, ἐπὶ μὲν ἧσσον πιέζοντα, ἐπὶ δὲ ἐλάσσοσι τοῖσιν ὀθονίοισιν.

Ηὔξησεν ἀπ’ ἀρχῆς καὶ πλῆθος τῶν ὀθονίων καὶ τὴν πίεσιν ἄχρι τῆς τῶν ναρθήκων ἐπιδέσεως. ἐκείνους δὲ ἐπιθεὶς κατὰ τὴν ζ΄ ἡμέραν ἄλυτον ἐφύλαξε τὸ κῶλον ἄχρι τῆς κ΄, οἷον κρηπῖδα βεβαίαν βάλλεσθαι βουλόμενος τῆ πωρώσει. γιγνομένης δ’ αὐτῆς οὐκέτ’ ἐν ἡσυχίᾳ παντελῶς φυλάττει τὸ κάταγμα· προσήκει γὰρ ἀνατρέφειν τὸν πῶρον, ὅταν ἀσφαλῶς ῥιζωθῇ, τὸ δ’ ἀνατρέφειν γίγνεται τῇ χορηγίᾳ

402
τῆς ὕλης, ἣν ὥσπερ ἀποστρέψαμεν ἐξ ἀρχῆς ἀπὸ τοῦ πεπονθότος εἰς ἕτερα μόρια τοῦ σώματος, οὕτω νῦν χρὴ προσκαλεῖσθαι καταχέοντας ὕδωρ θερμόν· καὶ ἐν αὐτῇ τῇ ἀρχῇ παντάπασιν αὐτὴν ἐκωλύομεν ἐπὶ τὸ πεπονθὸς ἔρχεσθαι, τῷ πλήθει τῶν ὀθονίων καὶ τῇ πιέσει αὐτὴν νῦν οὐ προσήκει κωλύειν ἐπιῤῥεῖν ἀφαιροῦντας κατὰ βραχὺ τῶν ὀθονίων, ἅμα τῷ καὶ τὴν πίεσιν κωλύειν.

Ἐπὴν δὲ, ὅταν τοῖσι νάρθηξι δεθῇ, ὑποπτεύῃς τὰ ὀστέα μὴ ὀρθῶς κεῖσθαι ἢ ἄλλο τι ὀχλέῃ τὸν τετρωμένον, λῦσαι ἐν τῷ ἡμίσει τοῦ χρόνου ἢ ὀλίγῳ πρόσθεν καὶ αὖθις μετεπιδῆσαι.

Τὰ μὲν ἔμπροσθεν αὐτῷ λέλεκται πάντων κατὰ λόγον γιγνομένων. ἐπεὶ δὲ καὶ ὀδύνης τινὸς αἴσθησις γιγνομένη καὶ τῆς ἑλκώσεως φόβος, ὑποψία τοῦ μὴ καλῶς διαπεπλάσθαι τὸ κάταγμα καὶ κίνησις σφοδρὰ κατά τινα συντυχίαν 

403
ἐν τῷ κώλῳ γιγνομένη λύειν μὲν ἀναγκάζει πρὸ τῆς κ΄ ἡμέρας τὴν ἐπίδεσιν, αὐτὸ τοῦτο προδιωρίσατο μή τις οἰηθεὶς διηνεκὲς εἶναι τὸ παρηγγελμένον ὑπ’ αὐτοῦ πρόσθεν ἅπαντα μέχρι τῆς κ΄ ἡμέρας τὰ κατάγματα φυλάττειν τελέως ἀκίνητα. πρὸς γὰρ τὸ κατεπεῖγον ἀεὶ χρὴ τὸν ἰατρὸν ἵστασθαι καὶ μὴ καθάπερ νόμον ἀπαράβατον φυλάττειν τὰ κελευσθέντα πράττεσθαι κατὰ λόγον προβαινόντων ἁπάντων.

Δίαιτα δὲ τουτέοισιν οἷσιν ἂν μὴ ἕλκεα ἔξ ἀρχῆς γένηται ἢ ὀστέα ἔξω ἐξίσχει, ἀρκέει ὑποφαύλη, ἐνδεέστερον δὲ χρὴ διαιτᾷν ἄχρι ἡμερέων δέκα, ἅτε ἤδη καὶ ἐλινύοντας.

Τὸ φαῦλον οἱ παλαιοὶ σχεδὸν ἅπαντες εἰώθασι πολλάκις ἀντὶ τοῦ τυχόντος καὶ ἁπλοῦ λέγειν, ᾧ τὸ ἀκριβὲς ἀντίκειται καλούμενον, ὑπὸ τῶν Ἰώνων σκεθρόν. ὥσπερ οὖν τὴν ἀκριβῆ δίαιταν ὀνομάζει σκεθρὰν, οὕτω τὴν ἐναντίαν

404
αὐτῇ φαύλην. καὶ κατὰ τοῦτο καὶ νῦν τὴν μετρίως ὑποφαύλην ἐκάλεσεν, ἥτις ἐστὶν ἡ μεταξὺ τῆς ἁπλῆς φαύλης καὶ τῆς ἀκριβοῦς. ἀκριβεῖ μὲν οὖν διαίτῃ διαιτᾷ τοὺς ἐξ ἀρχῆς ἔχοντας μεθ’ ἕλκους τὸ κάταγμα, καὶ μάλιστα εἰ προκύπτει τοῦ δέρματος ἔξω τοῦ συντριβέντος ὀστοῦ. ἁπλῇ δὲ, τουτέστι τῇ ἐπιτυχούσῃ, τοὺς ἐν ἀκινδύνῳ καθεστῶτας. ὑποφαύλῃ δὲ καὶ μέσῃ τοὺς κάταγμα ἔχοντας ἐν ταῖς πρώταις ἡμέραις διαιτᾷ. τὸν δ’ ὅρον τῶν πρώτων ἡμερῶν ἐποιήσατο τὴν ι΄, οὐχ ὡς οὐδέποτ’ ἂν πρωϊαίτερον ἢ ὀψιαίτερον εὐλόγως ἡμῶν παραλλαξάντων τὴν δίαιταν, ἀλλ’ ὡς ἐπὶ πολὺ συμβαῖνον οὕτως. διὰ τοῦτο δὲ μέσῃ χρῆται διαίτῃ, διότι μήτε κίνδυνος μέγας ἐστὶν ὡς ἐπὶ τῶν γυμνωθέντων ὀστῶν μήθ’ οὕτως ἀκίνδυνος ἡ διάθεσις, ὡς ἐπὶ τῶν ἕλκος ἐχόντων ἁπλοῦν ἐν σαρκώδει μορίῳ χωρὶς ὀστοῦ πάθους. τοῖς μέσως οὖν ἔχουσι τῶν ἀκινδύνων τε καὶ κινδυνωδῶν μέσην εἰκότως ὁρίζει καὶ δίαιταν ἄλλως τε καὶ ὅτι μέχρι τῆς ι΄ ἡμέρας οἱ συντετριμμένοι τὴν χεῖρα τελέως ἀργοῦσιν, ὅπερ ἑλινύειν οἱ Ἴωνες ὀνομάζουσιν. εὔλογον
405
δ’ ἐστὶ τῶν κινουμένων τοὺς ἡσυχάζοντας ἀκριβέστερον διαιτᾶσθαι. μετὰ τὴν ι΄ οὖν τῶν πλείστων περιεχομένων ἀνειλημμένης τῆς χειρὸς εἰκότως ἄχρι τῆς ἡμέρας ἐκείνης μέσον εἶδος διαίτης συμβουλεύει παραλαμβάνειν, ἤδη δὲ καὶ ἐλινύοντας. ὡς τὰ πολλὰ μὲν ἐπὶ χρόνου τάττουσι τὸ ἤδη, λέγουσι δ’ αὐτὸ κἀν τοῖς περί τινων πίστευσιν, ὡς εἴ τις οὕτως εἶπεν, ἀλλὰ καὶ διὰ τόδε πιστευτέον τῷδε καὶ ποιητέον τόδε· καθ’ ὃ καὶ νῦν ὁ Ἱπποκράτης φαίνεται κεχρημένος, ἵν’ ὁ λόγος ᾖ τοιοῦτος, διαίτῃ μετρίῳ χρηστέον ἄχρι τῆς δεκάτης ἡμέρας, διά τε τὰ ἄλλα καὶ ἤδη διότι παντάπασιν ἡσυχάζει κατὰ τοῦτον τὸν χρόνον.

Και ὄψοισιν ἁπαλοῖσιν χρῆσθαι, ὁκόσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.
406

Ἢ πτισάνῃ δηλονότι ἢ τεύτλῳ ἢ μαλάχῃ ἢ ἀτραφάξει, εἴτε καὶ βλίτῳ καὶ κολοκύνθῃ καὶ τῶν ἰχθύων τοῖς ἁπαλοσάρκοις.

Οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι.

Ἐδίδαξεν αὐτὸς τῆς ἀκριβοῦς διαίτης εἶδος καὶ τὸ τῆς ἁπλῶς ὑποφαύλης, ἣν νῦν ἄχρι τῆς δεκάτης ἡμέρας κελεύει ποιεῖσθαι. ἡ μὲν γὰρ μετ’ οἴνου τε καὶ κρεοφαγίας φαύλη τέ ἐστι καὶ τυχοῦσα, ἡ δ’ ἐπὶ χυλῷ μόνης πτισάνης ἢ μελικράτου καὶ χρηστὴ καὶ ἀκριβής. ἡ μέση δ’ ἀμφοῖν ἐστιν ἣν ἐν τῇ πρὸ ταύτης λέξει διῆλθεν εἰπὼν, καὶ ὄψοισιν ἁπαλοῖσι χρῆσθαι, ὅσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.

Ἔπειτα μέντοι ἐκ προσαγωγῆς ἀνακομίζεσθαι. οὗτος ὁ λόγος ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος.
407

Ἀνακομίζεσθαι, τουτέστιν ἀνατρέφεσθαι, τὸν ἔχοντα κάταγμα μετὰ ταύτην συμβουλεύει. τὸ δὲ ἐκ προσαγωγῆς ἀντίκειται τῷ ἀθρόως, σημαῖνον τὸ κατὰ βραχύ. μέμφεται γὰρ τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ ὁτιοῦν ἄλλο ποιεῖν.

Ὥστε χειρίζειν χρὴ, ὥστε ἀποβαίνειν ἀπὸ τῆς δικαίης χειρίξιος. ὅ τι δ’ ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται ἢ πεπλεόνασται.

Τὴν ἅπαν τὸ οἰκεῖον ἀποδιδοῦσαν τῷ κάμνοντι καὶ μηδὲν παραβαίνουσαν ὠνόμασε δικαίαν· χείριξιν δὲ ἤτοι τὴν χειρουργίαν εἶπεν ἢ πᾶσαν ἁπλῶς τὴν οἷον μεταχείρισιν ἁπάντων πραγμάτων. οἱ γὰρ Ἕλληνες οὐκ ἐκεῖνα μόνα μεταχειρίζεσθαι λέγουσιν ἃ ταῖς χερσὶ περιλαμβάνουσιν, ἀλλὰ καὶ πᾶν ὅ τι περ ἂν πράττωσιν.

408
Ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ, ἃ οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέτην καὶ πᾶσαν ἐπίδεσιν οἷά τε διαφθείρειν ἐστὶ μὴ ὀρθῶς ποιεύμενα.

Ἁπλοῦν τὸν τρόπον ὀνομάζει κατάγματός τε καὶ ἐξαρθρήματος, ἐφ’ οὗ μήθ’ ἕλκος ἐγένετο μήτ’ ὀστοῦν ἐγυμνώθη μήτ’ αὐτὸ τὸ κατεαγὸς ὀστοῦν πολυειδῶς συνετρίβη, ὅνπερ δὴ τρόπον κατάγματος οἱ νεώτεροι προσαγορεύουσιν ἀλφιτηδὸν, ὥσθ’ ἕκαστον μὲν, ὡς εἶπον, οὐχ ἁπλοῦν εἶναι, μόνον δ’ ἁπλοῦν ἐκεῖνο ἐφ’ οὗ μηδὲν ἄλλο προσεγένετο τῷ κατάγματι σύμπτωμα, οὕτως δ’ ὅτι χρῆται τῷ ὀνόματι σαφῶς ἐνδείκνυται κατ’ αὐτὸ τοῦτο βιβλίον, οὐ μετὰ ταῦτα πάνυ πολλὰ γράφων ἰδίως. εἰ δ’ ἂν τὰ ὀστέα κατέαγεν ἁπλῷ τρόπῳ τοῦ κατάγματος τὸ ἁμάρτημα γίγνεται μικρὸν μὲν τῇ φαντασίᾳ, τῷ γε μὴν πάντ’ ἀκριβῶς ἀθροῦντι μέγιστον δὴ τῇ δυνάμει. διαφθείρεται γοῦν ἡ ἔμπροσθεν ἐπιμέλεια

409
πᾶσα παροφθέντος αὐτοῦ, καὶ τοῦτό τί ποτ’ ἐστὶν ἐφεξῆς σε διδάξει. γράφεται δὲ καὶ ἑτέρως ἡ αὐτὴ λέξις ὡδί πως, καίτοι πᾶσα μελέτη καὶ πᾶσα ἐπίδεσις οἵα τε διαφθείρεσθαί ἐστι μὴ ὀρθῶς ποιευμένη, ἵνα τὴν ἐπιμέλειαν αὐτὴν, ὅταν κατά τι πλημμεληθῇ, φαίνηται μεμφομένη ὡς ἱκανὴν διαφθεῖραι τὰ περὶ τὸ πεπονθὸς μέρος ὀρθῶς κεχρισμένα.

Ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμμένος, τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτο ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος.

Ἀξιοῖ σε προσεπιβλέπειν ἀκριβῶς ὁποία τις ἡ ἀνάλυσις ἔσται τῆς ὅλης χειρὸς, ὅταν ἤδη περιέρχηται καὶ μηκέτι κατακείμενος ὁ ἄνθρωπος ᾖ, τουτέστι μετὰ τὴν

410
δεκάτην ἡμέραν. ἔμπροσθεν μὲν γὰρ ὡς τὸ πολὺ κατέκειτο τῆς χειρὸς ἀποκειμένης σχηματισμὸν ἔμπροσθεν ἔμαθες, ὑψηλότερον δὲ ἐχούσης ἔμβραχύ τὸ ἄκρον αὐτῆς. ὁπότε δὲ ἤδη περιέρχηται, καθάπερ εἴθισται γίγνεσθαι, τοῦ τραχήλου ταινίαν ἐξαμμένου οὕτω πλατεῖαν, ὡς ὅλον ἐπ’ αὐτῇ ὀχεῖσθαι τὸν πῆχυν τὴν ταινίαν τινὰ περιβάλλειν, ἀλλ’ ὁμαλῶς ἀποτείνειν ἅπαντι τῷ πήχει, μηδὲν ἑαυτοῦ ὄντι μέρος ἀστήρικτον, ἀφ’ οὗ τῷ συμφύτῳ μέρει ῥέπον τὸ τοῦ πήχεος ὀστοῦν κυρτωθήσεται πρὸς τὸ κάτω καὶ διαστραφήσεται. πρὶν μὲν γὰρ παθεῖν συνεχὲς ὅλον ὑπῆρχε, διαφθαρείσης δ’ αὐτοῦ τῆς ἑνώσεως, ἡνίκα συνετρίβη, δύναται τότε τὸ μὲν ἕτερον τῶν μερῶν αὐτῶν στηρίζεσθαι κατὰ τῆς ὑποτεταμένης ταινίας, τὸ δ’ ἕτερον ἅτε μηκέτι συνεχὲς ὂν ἐκείνῳ ῥέπον εἰς τὸ κάτω διαστρέφεσθαι. δύναται δὲ καὶ αὐτῶν μέρος ἐνίοτε διὰ τὸ μοχθηρῶς ὑποτετάσθαι τὴν ταινίαν, τὸ μὲν ἕτερον πέρας ὑπ’ αὐτῆς ὀχούμενον ὑψηλὸν διαμένειν, τὸ δ’ ἕτερον ὑποῤῥέον κάτω διαστρέφεσθαι ταύτῃ. κατὰ τέτταρας οὖν τρόπους ἡ ταινία μοχθηρῶς
411
ὑποβλήσεται τῷ πήχει, πρῶτον μὲν ἐπειδὰν ἐπ’ αὐτῆς μόνης ὀχῆται τὸ κατεαγὸς αὐτὸ, τὸ δὲ ἑκατέρωθεν αἰωρῆται. δεύτερον δὲ ὅταν ἐστηριγμένων ἀκριβῶς τῶν περάτων τοῦ πήχεος τῇ ταινίᾳ, τοῦ τε ἄνω πρὸς τῷ ἀγκῶνι καὶ τοῦ κάτω πρὸς τῷ καρπῷ τὸ μέσον ἀστήρικτον ᾖ. τρίτον δὲ καὶ τέταρτον ποτὲ μὲν τῶν πρόσω τοῦ πήχεος μόνον ἀνεχομένων ὑπὸ τῆς ταινίας, ποτὲ δὲ τῶν ὀπίσω μόνων τούτων τῶν τεττάρων τρόπων τοὺς δύο μὲν ἔγραψεν, οἵπερ καὶ μάλιστα διαστρέφουσι τὸ κῶλον, τοὺς δύο δὲ παρέλιπε καὶ τοῖς ῥηθεῖσι συνεπινοεῖσθαι δυναμένους. ὧν δ’ οὖν εἶπεν ὁ ἕτερος ἐν τῇ προκειμένῃ νῦν ἡμῖν διδάσκεται λέξει, καθ’ ἣν ἀξιοῖ πρῶτον μὲν ἐπὶ τῶν ἤτοι ἀμφότερα τὰ ὀστέα τοῦ πήχεος καταγέντων ἢ τὸ κάτωθεν ὅπερ ἰδίως ὀνομάζεται πῆχυς ἀκούειν ἡμᾶς τῶν λεγομένων· ἀλλὰ τοῦτο μὲν κοινὸν ἀμφοτέρων τῶν τρόπων, ὑπὲρ ὧν ποιήσεται τὸν λόγον, ἴδιον δ’ ἑκατέρου τοῦ μὲν προτέρου τοῦ νῦν διδασκομένου τὴν ὑποβεβλημένην τῷ πήχει ταινίαν στενωτέραν οὖσαν ὡς ὑποτείνεσθαι μὴ δύνασθαι παντὶ τῷ κώλῳ, μόνον ὀχεῖν ἐφ’ ἑαυτῷ τὸ κάταγμα, τοῦ δὲ δευτέρου πάλιν ὡς μόνον τὸ
412
κατεαγὸς ἀστήρικτον αἰωρεῖσθαι τῶν ἑκατέρωθεν ἀνειλημμένων. διαστρέφεσθαι δέ φησι κατὰ μὲν τὸν πρότερον ἄνω τὴν χεῖρα, κατὰ δὲ τὸν δεύτερον τρόπον κάτω διὰ τῆς ἐφεξῆς διδάσκει ῥήσεως. ὅτι δὲ κατὰ τὸν πρότερον ἄνω διὰ τήνδε, βασταζομένου γὰρ ὑπὸ τῆς ταινίας τοῦ κατεαγότος μέρους τῆς χειρὸς, ἑκατέρωθεν δὲ τῶν ἄλλων ῥεπόντων κάτω διὰ τὸ μηδεμίαν ἔχειν ἕδραν ἀσφαλῆ, συμβήσεται πωρωθῆναι τὸ πρὸς τῆς ταινίας ὀχούμενον ὑψηλότερον. ἐν ᾧ δ’ ἂν σχήματι πωρωθῇ τὸ κῶλον, ἐκεῖνο φυλάττει τοῦ λοιποῦ χρόνου παντὸς, ὥστε πολλάκις ἡμᾶς ἀναγκάζεσθαι πάλιν ἐπ’ ἀρχὴν ἄγειν τὰ οὕτω διαστραφέντα κατατείνοντας μὲν τὸ κῶλον, ἐργασαμένους δ’ αὖθις αὐτὸ τὸ ἐξ ἀρχῆς κάταγμα, περὶ οὗ καὶ πρόσθεν εἶπον, ὡς δ’ οὐδ’ ὅλως μὲν ἑνοῦται, συνδιαιτᾶται δ’ ὑπὸ τοῦ περιφύντος αὐτοῦ πώρου. τοῦτον οὖν ἐν τῇ κατατάσει διασπάσαντες αὖθις ἐν τῷ προσήκοντι σχήματι τὴν πώρωσιν ἐργασόμεθα τοῦ κατάγματος. ὅτι δ’ οὐχ ἑνοῦται πάντως τὰ συντριβόμενα τῶν ὀστῶν ἔνεστί σοι θεάσασθαι κἀπὶ τῶν ἄλλων ζώων. καὶ 
413
γὰρ ὑῶν ἡμέρων ἀγρίων τε καὶ βοῶν, αἰγῶν τε καὶ προβάτων, ἔτι τε ἀλεκτρυόνων καὶ ἀλεκτρυονίδων, ἐάν ποθ’ εὕρῃς ἐπὶ συντρίμματι πεπωρωμένων ὀστοῦν, εὑρήσεις δὲ πολλὰ, καθάπερ καὶ ἡμεῖς εὕρομεν, ἐάν σοι τούτου μελέτη, πῶρον ἀποξύσας ὄψει παρακείμενα μὲν ἀλλήλοις τὰ χείλη τοῦ κατάγματος, οὐ μὴν ἡνωμένα τε καὶ συμπεφυκότα καθάπερ ἐπὶ τῶν τραυμάτων ἡ κολλωμένη σὰρξ ἑνοῦται. διὰ τί δ’ εἰ μὲν ἄμφω τὰ τοῦ πήχεος ὀστᾶ καταγῇ, ὅ τε ἴδιος ὀνομαζόμενος πῆχυς καὶ τὸ ἕτερον ὃ καλοῦσι κερκίδα συμβαίνει μεγίστην γίνεσθαι τὴν διαστροφὴν τοῦ κώλου κατὰ τὸ κάταγμα τῆς ἀναλήψεως πλημμεληθείσης. εἰ δὲ τὸ ἕτερον μόνον τὸ τοῦ πήχεος, ἧττον. εἰ δὲ τὸ τῆς κερκίδος μόνον, οὐδ’ ὅλως γίνεσθαι διαστροφὴν ἐπὶ τῆς μοχθηρᾶς ἀναλήψεως, οὐχ ἁπλῶς εὑρήσεις ὧν αὐτὸς εἶπέ σοι μεμνημένον, φησὶν, ὅ ἐστιν ὁ πῆχυς ἀντὶ θεμελίου γίγνεται τῷ κατεαγότι καὶ κωλύει τὴν διαστροφὴν αὐτοῦ. ἄνευ μέντοι τῆς κερκίδος, ὅταν ἀπαθὴς μένῃ, συναπευθύνει μέν πως ἑαυτῷ τὸν πῆχυν, ὅταν ὀρθῶς ἐπιδεθῇ. τελέως δ’ ἀδιάστροφον
414
οὐ δύναται φυλάξαι, πλημμεληθείσης τῆς ἀναλήψεως, ἐπειδὴ κάτωθεν ὑποτεταγμένος ὁ πῆχυς οὐδὲν ἔχει στηρίζον ἑαυτὸν, ὅτι μὴ τὴν ἐπίδεσιν.

Ἢν δὲ κατεηγότων τῶν ὀστέων οὕτως ἄκρην τε τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆχυς μὴ μετέωρος ᾖ, οὗτος εὑρεθήσεται τὸ ὀστέον ἐς τὸ κάτω μέρος διεστραμμένον ἔχων.

Τὸν δεύτερον τρόπον ἐνταῦθα διδάσκει ὑπ’ ἐμοῦ τεττάρων ὀλίγῳ ἔμπροσθεν εἰρημένων ὑπεναντίως ἔχοντα τῷ πρώτῳ· ὑπ’ ἐκείνου μὲν γὰρ ἐπὶ τῆς ταινίας μόνον ἐβαστάζετο τὸ κάταγμα. νυνὶ δὲ τῶν ἄλλων ἁπάντων βασταζομένων μερῶν τοῦ πήχεος οὐ βαστάζεται μόνον ἐκεῖνο, καθ’ ὃ τὸ κάταγμα γέγονεν. ὥσπερ οὖν ἐπὶ τῆς ἔμπροσθεν εἰρημένης ἀναλήψεως, ἐπειδὴ τὸ μὲν ὀχούμενον ὑπὸ τῆς ταινίας τοῦ κώλου μέρος, ἔνθα τὸ κάταγμα ὑπάρχει, ὑψηλότερον ᾖ,

415
τὸ δ’ ἄλλο πᾶν ἐφ’ ἑκατέρου ταπεινότερον εὐλόγως ἔφη διαστρέφεσθαι πρὸς τὸ ἄνω τὸν ὅλον πῆχυν. οὕτω τοίνυν, ἐπειδὴ τὸ κάταγμα μόνον οὐκ ὀχεῖται, ταπεινωθήσεται τοῦτο τὸ μέρος τοῦ κώλου μόνον ὑποῤῥέον εἰς τὸ κάτω καὶ ταύτῃ κυρτωθῆναι συμβήσεται τὸν πῆχυν καὶ διὰ τοῦτο πόῤῥωθεν τὸ διεστραμμένον εἰς τὸ κάτω φέρεσθαι. ἡ μὲν οὖν ὅλη διάνοια τῆς προκειμένης ῥήσεως εἴρηταί μοι. γραφαὶ δ’ εὑρίσκονται δύο κατὰ ταῦτα ἐναντιώταται μὲν, ὡς ἄν τῳ δόξειεν αὐταῖς ταῖς φωναῖς μόναις, προσέχοντι δὲ τὸν νοῦν ὁμολογούσαις μὲν ἀλλήλαις κατὰ τὰ δηλούμενα πράγματα. μετέωρον τοίνυν πῆχυν οἱ μὲν τὸν ἀστήρικτον ἀκούουσιν ἐπὶ μόνου τοῦ ἀέρος ὀχούμενον, οἱ δὲ τοὐναντίον ἅπαν ἐπὶ τῆς ταινίας ἐστηριγμένον, ὡς τοῦ μὴ τοιούτου ῥέποντός γε κάτω καὶ δι’ αὐτὸ τοῦτο ταπεινοτέρου γιγνομένου, ὅπερ ἐστὶν ἐναντίον τῷ μετεώρῳ. εἰκότως οὖν αἱ γραφαὶ μαχόμεναι μὲν ἀλλήλαις ἐγένοντο κατὰ τὴν λέξιν, ὁμολογοῦσαι δὲ κατὰ διάνοιαν. τῆς γὰρ μετεώρου φωνῆς ἐπ’ ἐναντία σημαινόμενα πρὸς τῶν ἐξηγητῶν ἀχθείσης εἰκότως οἱ μὲν ἄνευ
416
τῆς ἀποφάσεως ἔγραψαν, ὁ δ’ ὅλος πῆχυς μὴ μετέωρος ἢ κατὰ τὸ δοκοῦν καθ’ ἑκάτερα τῆς μετεώρου φωνῆς σημαινόμενα ἀπευθύνοντες τὴν γραφήν.

Χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι.

Ἐν ταύτῃ τῇ ῥήσει καὶ περὶ τῶν παραλελειμμένων δυοῖν ἀναλήψεων ἐνεδείξετο. λέγω δ’ ἀναλήψεις δύο κοινὸν μὲν ἐχούσας τὸ κατ’ ἄκρον τὸν πῆχυν ὑποτετάσθαι τὰς ταινίας, ἴδιον δὲ ἑκατέρας τὸ κατὰ τὸν καρπὸν μόνον ἢ κατὰ τὸν ἀγκῶνα. προειρηκὼς γὰρ ἐπὶ τῆς κατὰ τὸ σύντριμμα μόνον ὑποβεβλημμένης ταινίας ἔτι τὸ τῆς κατ’ ἄμφω τὰ πέρατα καὶ μετὰ ταῦτα γράψας τὴν νῦν προκειμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν ὁμαλῶς ἐστηρίχθαι κατὰ τῆς ταινίας, εὔδηλός

417
ἐστι καὶ τὰς ὑπολοίπους δύο μεμφόμενος ἀναλήψεις οὐκ ἐχούσας ὃ κελεύει μάλιστα ἔχειν. οὐδετέρα γὰρ αὐτῶν τὸν καρπὸν ἅμα καὶ τὸ πλεῖστον τοῦ πήχεος ὁμαλῶς στηρίζει, οὐ μὴν ἥξει ἐν ταύταις ἰδίας διδασκαλίας, μάλιστα μὲν, ὡς ἔφην, ὅτι συνεπινοοῦνται ταῖς εἰρημέναις, ἔπειτα δὲ καὶ διότι μικρὰ παντάπασί τισιν ἡ ἀπ’ αὐτῶν γίγνεται βλάβη, τῆς ἐπιδέσεως ἀμέμπτως ἐχούσης· αἱ γάρ τοι προειρημέναι δύο ἀναλήψεις διὰ τοῦτ’ ἦσαν ἱκανῶς μοχθηραὶ, διότι τὸ κάταγμα τοῖς ἑκατέρωθεν αὐτοῦ μέρεσιν ἐναντίως διέκειτο, ποτὲ μὲν ἄνω μόνον ὑπὸ τῆς ταινίας ἀνασπώμενον οὐδενὸς ἄλλου μορίου κατ’ αὐτῆς ἐστηριγμένου, ποτὲ δὲ κάτω μόνον.