In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Τάχιστον δὲ θάνατον σημαίνει τὸ πέλιον τῶν ἐμεσμάτων, εἰ ὄζοι δυσῶδες.

Σηπεδόνα γὰρ ἐνδείκνυται μετὰ νεκρώσεως τὸ τοιοῦτον, εἴ γε μεμνήμεθα τῶν προειρημένων.

Πάσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀδμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμουμένοισιν.

Ἦι γὰρ ἂν διαθέσει μιχθῇ σηπεδὼν, χείρων αὐτὴ ἑαυτῆς φαίνεται,

170
Πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πνεύμονα καὶ τὰς πλευρὰς ταχέως τε ἀποπτύεσθαι καὶ εὐπετέως.

Τὸ μὲν ταχέως ἐν ἀρχῇ τῆς νόσου δηλοῖ, τὸ δὲ εὐπετέως ἀντὶ τοῦ ῥᾳδίως τε καὶ ἑτοίμως οἱ Ἕλληνες λέγουσι. συμβαίνει δὲ τοῦτο ταχέως τε καὶ ἀπόνως ἀναπτυόντων. τὸ γάρ τοι ταχέως γίγνεσθαι διττόν ἐστι, τὸ μὲν ἕτερον ὅλου τοῦ νοσήματος τὸν πρῶτον καιρὸν ἐνδεικνύμενον, τὸ δὲ ἕτερον τὸν ἐν ταῖς ἐνεργείαις ἐζευγμένον χρόνον. εὐπετὴς γὰρ ἀναγωγὴ πτυέλου, τουτέστιν ἑτοίμη τε καὶ ῥᾳδία γίγνεται, μήτ’ ὀδύνης ἰσχυρᾶς οὔσης κατὰ τὸν θώρακα (διακόπτει γὰρ αὕτη καὶ καταπαύει μεταξὺ, πρὶν ἐκτελεσθῆναι γινομένην ἔτι τὴν τοῦ θώρακος ἐνέργειαν), ἀλλὰ μηδ’ ἀσθενοῦς ὑπαρχούσης τῆς δυνάμεως, ὀκλάζει γὰρ καὶ αὕτη μεταξὺ κατὰ τὴν ἐνέργειαν, ὡς ἡμιτελὲς ἀπολιπεῖν τὸ ἔργον. αὐτό τε τὸ ἀναγόμενον ἐὰν μὲν ἰσχυρῶς ᾖ γλίσχρον,

171
ἐμπλάττεται δυσαπολύτως τοῖς μορίοις, ἀναφερόμενόν τε πολλάκις ἐνίσχεται προσκολλώμενον ταῖς σήραγξι τοῦ πνεύμονος· ὥσπερ γε καὶ, ἐὰν ἱκανῶς ᾖ παχὺ δυσχερῶς ἀναφερόμενον, ἐν χρόνῳ τε πλείονι κακοπαθεῖν ἀναγκάζει καί που καὶ σφηνοῦται κατά τινας τῶν στενοχώρων ὁδῶν, ὅθεν καὶ τὸ πνιγῆναί τισι συνέβη. καὶ μὲν δὴ καὶ τὸ λεπτὸν ἱκανῶς, ὡς ὑδατῶδες εἶναι μόγις ἀναπτύεται, περιῤῥέον ἐν κύκλῳ τῷ πνεύματι. τοῦτο γάρ ἐστι τὸ πρῶτον αἴτιον τῆς ἀναγωγῆς, ὅπερ καὶ προσεχὲς ὀνομάζουσι. διττὸν γὰρ τὸ πρῶτον αἴτιον, ὡς ἐν τοῖς περὶ αἰτίων λόγοις διῄρηται, τό τε φαῦλον τῆς ὕλης καὶ τὸ τὴν ἀρχὴν τῆς κινήσεως ἔχον. ἡ μὲν οὖν ἀρχὴ τῆς κινήσεως ἐπὶ τῶν βηττόντων ἐκ τῆς τὸν θώρακα κινούσης δυνάμεώς ἐστιν. ἐδείχθη γὰρ τοῦτο ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις. ἡ συστολὴ δὲ αὐτοῦ βίαιος γινομένη τὴν ἔξω φορὰν τοῦ πνεύματος ἐργάζεται σφοδράν. ἡ δὲ ταύτης σφοδρότης ἑαυτῇ συναναφέρει τὰ κατὰ τὰς σήραγγας τοῦ πνεύμονος, αἵ πέρ εἰσιν ἀρτηρίαι τραχεῖαι. ὅταν μὲν οὖν ὅ τε θώραξ ἐνεργῇ ῥωμαλέως τό τε ἐν ταῖς σήραγξι τοῦ πνεύμονος ὑγρὸν ὑπάρχῃ μετρίως
172
παχὺ, ῥᾳδίως ἀναπτύεται. μηδ’ ἑτέρου δ’ ὄντος τοιούτου χαλεπῶς καὶ μόγις. εἰ δὲ τὸ μὲν εἴη τῶν εἰρημένων αἰτίων, τὸ δ’ οὐκ εἴη μεταξὺ τοῦ ἀρίστου τρόπου καὶ τοῦ χειρίστου, τὴν κένωσιν τοῦ πτυέλου συμβήσεται γίγνεσθαι. καὶ ὅλως δὲ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐπιτετάσθαι τι ἕκαστον τῶν αἰτίων ἢ ἐκλύεσθαι, τινὲς μὲν αὐτῶν ῥᾷον, τινὲς δὲ χαλεπώτερον ἀναπτύουσι. τί μὲν οὖν ἐστι τὸ εὐπετέως ἀναπτύεσθαι δοκῶ μοι δεδεῖχθαι σαφῶς τε ἅμα καὶ ἀληθῶς. εἰ δ’ ἀληθές ἐστι τοῦτο, καθάπερ οὖν καὶ ἔστιν, ἀληθὲς ἂν εἴη καὶ τὸ ταχέως. οὐ γὰρ τὸν ἐζευγμένον χρόνον αὐταῖς ταῖς βηξὶν, ἀλλὰ τὸν πρῶτον τοῦ νοσήματος σημαίνει καιρὸν, ὑπὲρ οὖ καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν· ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου, βραχύνει. ὡς εἴ γέ τις ἐπὶ τοῦ χρόνου τῆς ἐνεργείας ἀκούσειεν εἰρῆσθαι τὸ ταχέως, ὅπερ ἐδείχθη κἀν τῷ εὐπετέως περιεχόμενον, διττῶς ἁμαρτήσεται τῷ τὸν μὲν τῶν χρόνων ἀναξίως εἰρῆσθαι δὶς ὑπ’ αὐτοῦ, τὸν δ’ ἕτερον, οὖ κἀν τοῖς ἀφορισμοῖς ἐμνημόνευσε, παραλελεῖφθαι, καίτοι μεγίστην ἔχοντα δύναμιν. ὅτι δ’ οὐ διὰ ταῦτα μόνον
173
ἀλλὰ καὶ διὰ τὰ συνεχῶς εἰρημένα κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἀκούειν δεῖ δειχθήσεταί σοι διὰ τῆς κατ’ ἐκείνην αὐτὴν ἐξηγήσεως.

Ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ.

Τὸ ἰσχυρῶς ἐπὶ τὸ ξυμμεμιγμένον, οὐκ ἐπὶ τὸ ξανθὸν φέρεσθαι χρὴ, ὡς εἰ καὶ οὕτως εἴρητο. φαίνεσθαι δὲ χρὴ τὸ ξανθὸν συμμεμιγμένον ἰσχυρῶς τῷ πτυέλῳ. τό γε μὴν ἰσχυρῶς αὐτῷ λίαν καὶ μάλιστα σημαίνει ταὐτόν. ὀλίγον μὲν οὖν εἶπεν ἔμπροσθεν, ἔμετος δὲ ὠφελιμώτατος φλέγματός τε καὶ χολῆς συμμεμιγμένος μάλιστα. νυνὶ δὲ ἐπὶ τῶν πτυομένων τὸ ἰσχυρῶς προσέθηκεν. ὅτι δὲ ὀρθῶς ἐξηγησάμεθα τῆς ἑξῆς ῥήσεως ἀκούσας μαθήσῃ.

174
Εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο ξανθὸν ἐὸν ἢ πυῤῥὸν ἢ πολλὴν βῆχα παρέχον καὶ μὴ ἰσχυρῶς ξυμμεμιγμένον κάκιον γίνεται.

Κατὰ ταύτην τὴν ῥῆσιν ὑπεσχόμην ἀποδείξειν ἀμφοτέρας τὰς ἔμπροσθεν ἐξηγήσεις ἀληθεῖς, τήν τε τοῦ ταχέως καὶ τὴν τοῦ ἰσχυρῶς διάνοιαν. ἐπὶ γάρ τοι τἀναντία μεταβὰς, ὡς εἴωθε, τῷ μὲν ταχέως ἀντέθηκε τὸ εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, τῷ δὲ συμμεμιγμένον ἰσχυρῶς τὸ μὴ ἰσχυρῶς συμμεμιγμένον ἀντέθηκε καὶ τῷ εὐπετέως πτυομένῳ τὸ πολλὴν βῆχα παρέχον. τὸ γὰρ ἀνωδύνως τε καὶ ταχέως ἀναφερόμενον ὀλίγης δεῖται βηχός. εἴρηται γάρ μοι πρόσθεν ἄμεινον εἶναι μεμίχθαι πως ἀλλήλοις τὰ κενούμενα καὶ μηδὲν εἰλικρινῶς ἄκρατον ἐκκρίνεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ δεῖν ἐπιφαίνεσθαι ταχέως ἐν πλευριτικοῖς τὰ πτύσματα, κατά τε τὰ περὶ κρίσεων καὶ τῶν ἀφορισμῶν ὑπομνήματα.

175
Τότε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές.

Οὐκ ἄλλο τι νῦν λέγει τοῦ πρόσθεν εἰρημένου. τὸ γὰρ μὴ συμμεμιγμένον ἄκρατόν ἐστι, καὶ γίνεται ξανθὸν μὲν διὰ τὴν ξανθὴν δηλονότι χολὴν, λευκὸν δὲ καὶ γλίσχρον καὶ στρογγύλον διὰ φλέγμα κατωπτημένον. ἐπιδέδεικται δὲ ἡμῖν πολλάκις ὡς τὰ κατασκήπτοντα μέλεσί τισι ῥεύματα καὶ φλεγμονὰς καὶ ἐρυσιπέλατα καὶ οἰδήματα καὶ σκίῤῥους καὶ καρκίνους ἐργαζόμενα, παρὰ τὰς διαφορὰς τῶν ἐπικρατούντων ἐν αὐτοῖς χυμῶν, εὐήθη τε καὶ κακοήθη γίνεται. τὰ μὲν γὰρ αἱματώδη καὶ φλεγματώδη μέτρια, τὰ δὲ τῆς ξανθῆς ἢ μελαίνης χολῆς χαλεπά. διαβρωτικὰ μὲν γάρ ἐστιν ἄμφω τῶν σωμάτων καὶ τοῦτ’ αὐτοῖς κοινόν. ἴδιον δὲ ἑκατέρου τοῦ μὲν τῆς ξανθῆς χολῆς τὸ πυρετοὺς ὀξεῖς ἐπιφέρειν, τοῦ δὲ τῆς μελαίνης τὸ δύσλυτον ἐργάζεσθαι τὴν διάθεσιν. ἅτε γὰρ παχὺς ὢν καὶ γεώδης ὁ χυμὸς οὗτος

176
ἐμφράττεται τοῖς ὑποδεξαμένοις μέλεσιν αὐτὸν, ὡς δυσέκνιπτον εἶναι.

Κακὸν δὲ καὶ χλωρὸν ἐὸν κάρτα καὶ ἀφρῶδες.

Εἴρηται πολλάκις ὅτι τὸ χλωρὸν ἐπί τε τοῦ ὠχροῦ λέγειν εἴωθε καὶ τοῦ καλουμένου πρός τινων ἰώδους. ὁπότερον δ’ αὐτῶν ἄκρως ᾖ τοιοῦτον, ὅτι χαλεπόν ἐστιν οὐδὲν ἔτι δέομαι λέγειν, εἰρηκὼς ἤδη περὶ πάντων τῶν ἀκράτων χυμῶν. πλὴν γὰρ τοῦ αἵματος, ὅστις ἂν ἄκρατος ᾖ, μοχθηρὰν ἐνδείκνυται διάθεσιν, ἐπὶ θερμότητι φλογώδει τὴν γένεσιν ἔχων, ὁ μὲν ξανθὸς ἐξοπτωμένης αὐτῆς τῆς ὀῤῥώδους ὑγρότητος, ἦς ἐπιμιγνυμένης ὠχρὸς ἐφαίνετο, ὁ δ’ ἰώδης ἐξ ὑπεροπτήσεως ταύτης. ὁ δὲ μέλας ἤτοι τῆς αὐτῆς ὑπεροπτηθείσης, ἥπερ δὴ κακίστη τε καὶ διαβρωτικωτάτη γίγνεται μέλαινα χολὴ ἢ τοῦ παχέος αἵματος ὁμοίως

177
ξηρανθέντος ἢ λόγῳ νεκρώσεώς τε καὶ ψύξεως. ταῦτ’ οὖν χρὴ μεμνημένον σε μὴ πολλάκις ἀξιοῦν ἀκούειν ὑπὲρ τῶν αὐτῶν τὰ αὐτά. τό γε μὴν ἀφρῶδες πτύελον, εἴρηται γὰρ καὶ τοῦτ’ ἐπὶ τέλει τῆς ῥήσεως, ἐκ φλεγματικῆς τε ἅμα καὶ ἀερώδους οὐσίας ἐστὶ συμμιγές. ἐκ τούτων γὰρ καὶ ἡ γένεσίς ἐστιν ἀφρῷ παντὶ, κατὰ μὲν τὴν θάλατταν ὑπὸ βιαίας ἀνέμων ἐμπτώσεως εἰς πολλὰ καὶ μικρὰ μόρια θραυομένου τοῦ ὕδατος, ἐπὶ δὲ τῶν ἑψομένων διὰ τὸ πλῆθος τῆς θερμασίας. κοινὸν δ’ ἐν ἀμφοῖν ἐστι γένεσις πομφολύγων πολλῶν τε καὶ μικρῶν. γίνονται δ’ αὗται δύσλυτοι, μάλιστα μὲν ἀμφοῖν συνελθόντων, ἀέρος τε θολεροῦ καὶ ὁμιχλώδους ὑγρότητος, γλίσχρον ἐχούσης τι καὶ παχύ. τὸ γὰρ λεπτὸν ὑγρὸν οἶόν πέρ ἐστι τὸ ἀκριβῶς ὕδωρ, ὅταν ἀέρα περιλάβῃ καθαρὸν, οὐ στέγει μέχρι πλείονος, ἀλλ’ αὐτίκα ῥαγεισῶν τῶν πομφολύγων εἰς τὴν ἑαυτοῦ χώραν ἀναθεῖν ἐπιτρέπει· διὰ τοῦτο καὶ κατὰ τὴν θάλατταν ἀφρὸς ἐν τάχει λύεται. τὸ δὲ παχὺ καὶ γλίσχρον ὑγρὸν, ὅταν, ὡς εἴρηται, θολερὰν καὶ ὁμιχλώδη τινὰ οὐσίαν ἔνδον ἑαυτοῦ κατακλείσῃ, μέχρι πλείστου κατέχει, μήτ’ ἐκείνης ἐπειγομένης
178
ἄνω, καθάπερ καὶ ὁ καθαρὸς ἀὴρ, αὐτό τε δύσρηκτον ὑπάρχον. ὥσπερ γὰρ ἡ γένεσις ταῖς πομφόλυξιν ἐξ ὑγρᾶς οὐσίας γίνεται, κατακλειούσης ἔνδον ἑαυτῆς ἀέρα, κατὰ τὸν αὐτὸν τρόπον ἡ λύσις αὐταῖς ἐν τῷ ῥαγῆναι τὴν ὑγρὰν οὐσίαν ἐστί. ῥήγνυται μὲν οὖν ῥᾳδίως ὑπὸ τῆς ἄνω φορᾶς τοῦ λεπτοῦ πνεύματος, οὐ ῥήγνυται δὲ, ὅταν μήτε λεπτὸν ᾖ μήτ’ ἄνω φέρηται. τοιοῦτον δ’ ἐστὶ τὸ ὁμιχλῶδες, οὔτε ἀναθέον εἰς ὕψος οὔτε λεπτὸν ὂν, ἀλλ’ ἱκανῶς ὑγρὸν, ὡς βαστάζειν δύνασθαι τὸ περιταθὲν ὑγρὸν ἐν αὐτῷ. διὰ τοῦτ’ οὖν οὐδ’ ὅταν ὕδωρ ἕψηται δύσλυτος γίνεται πομφόλυξ, ἀλλ’ ἐπειδὰν ᾖ παχὺς ἢ λιπαρὸς ὁ χυμὸς, ἐξ οὖ τό τε γεννώμενον πνεῦμα φυσῶδές τε καὶ ἀτμῶδές ἐστι, τό τ’ ἐπιπολῆς τοῦ λέβητος ὑγρὸν ἐλαιῶδές τε καὶ λιπαρὸν καὶ γλίσχρον. οὕτως οὖν ἀναγκαῖόν ἐστι καὶ κατὰ τὰ τῶν ζώων σώματα γεννᾶσθαι τὸν ἀφρόν. οὐ γὰρ δὴ σφοδράς γέ τινας ἀνέμων, ὥσπερ ἐν τῇ θαλάττῃ, καταιγίδας ὑπολαβεῖν ἐγχωρεῖ, θερμασίαν μέντοι πυρώδη, συντήκουσάν τε ἅμα καὶ
179
πνεῦμα φυσῶδες ἐργαζομένην, μονονοὺ καὶ αὐτοῖς ὀφθαλμοῖς ἐπὶ πολλῶν ἐστιν ἀῤῥώστων θεάσασθαι. ταῦθ’ ἡμῖν μὲν αὐτάρκως εἰρήσθω. καὶ σοὶ δὲ μνημονευέσθω περὶ γενέσεως ἀφρωδῶν, εἴτ’ ἐπὶ πτυσμάτων εἴτε διαχωρημάτων εἴτ’ οὔρων, ἐφίσταται γάρ ποτε καὶ τούτοις ἡ καλουμένη πομφόλυξ πρὸς τὸ μηκέτι ποθεῖν αὖθις ἀκούειν ὑπὲρ τῶν αὐτῶν.

Εἰ δὲ εἴη οὕτως ἄκρητον, ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων. κακὸν δὲ κἢν μηδὲν ἀνακαθαίρηται μηδὲ προΐῃ ὁ πνεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ ἐν τῷ φάρυγγι.

Εἴρηται πρόσθεν ἤδη περὶ τῶν ἀκράτων ἁπάντων κοινῇ καὶ περὶ τῶν μελάνων ἰδίως τι, καὶ εἰ μὴ μέμνησαι τῶν εἰρημένων, αὖθις ἀνάγνωθι τὰ αὐτά. βέλτιον καὶ τοῦτο τοῦ πολλάκις ἐμὲ γράφειν περὶ τῶν αὐτῶν τὰ αὐτά.

180
Κορύζας δὲ καὶ πταρμοὺς ἐπὶ πᾶσι τοῖσι περὶ τὸν πνεύμονα νουσήμασι καὶ προγεγονέναι καὶ ἐπιγενέσθαι κακὸν, ἀλλ’ ἐν τοῖσιν ἄλλοισι νουσήμασι τοῖσι θανατωδεστάτοισιν οἱ πταρμοὶ λυσιτελοῦσι.

Τὸ διὰ τῶν ῥινῶν ἐκκρινόμενον ὑγρὸν λεπτὸν καὶ ἄπεπτον ὀνομάζειν εἰώθασι κόρυζαν πάντες οἱ παλαιοὶ ἰατροὶ, καθάπερ τὸ δι’ ὑπερώας τοιοῦτο κατάῤῥουν. καὶ θαυμάζω γε πῶς ὁ Ἱπποκράτης οὐ τοὺς κατάῤῥους, ἀλλὰ τοὺς πταρμοὺς ταῖς κορύζαις προσέθηκεν. αἱ μὲν οὖν κόρυζαι καθ’ ἕνα λόγον εἰσὶ μοχθηραὶ τοῖς τοιούτοις ἐπιγινόμεναι νοσήμασιν, οἱ κατάῤῥοι δὲ κατὰ δύο. καὶ λέλεκται πολλάκις ἡμῖν ἔμπροσθεν ἔνια μὲν μοχθηρὰ κατὰ συμβεβηκὸς ἐν τοῖς κακοῖς ἀριθμεῖσθαι σημείοις, ἄλλα δ’ ἄντικρυς· αὐτὸ δὴ τοῦτο μόνον εἶναι σημεῖα μοχθηρὰ, μηδὲν μὲν αὐτὰ κακὸν ἐργαζόμενα, δηλοῦντα δέ τινα χαλεπὴν διάθεσιν, ἐφ’ ᾗ γέγονεν. ἄλλα δὲ πρὸς τούτοις εἶναι τρίτα

181
τὰ κατ’ ἄμφω μοχθηρὰ καὶ ὡς σημεῖα καὶ ὡς αἴτια· σημεῖα μὲν, ὅταν ὑπὸ χαλεπῶν γένηται διαθέσεων, αἴτια δὲ, ὅταν αὐτὰ πάλιν ἑτέρας ἐργάζηται μοχθηρὰς διαθέσεις. ἐπιγίνονται μὲν οὖν κατάῤῥοι καὶ κόρυζαι τοῖς περὶ τὸν πνεύμονα νοσήμασι, θερμοὺς ἀτμοὺς δεχομένης τῆς κεφαλῆς. ἀδικεῖται δὲ οὐχ ὑπ’ ἀμφοτέρων ὁ πνεύμων, ἀλλ’ ὑπὸ τῶν κατάῤῥων μόνων. ἔξω γὰρ ἐκκρίνεται τὸ διὰ τῶν ῥινῶν φερόμενον ἐν ταῖς κορύζαις, διὸ δὴ καὶ χείρους εἰσὶν οἱ κατάῤῥοι τῶν κορυζῶν. οὐκ οἶδ’ οὖν ὅπως ἐν τῷ προκειμένῳ λόγῳ παρελείφθησαν ὑπὸ τοῦ Ἱπποκράτους, εἰ μή τι ἄρα συνεπινοεῖν ἡμᾶς ἀξιοῖ ταῖς κορύζαις αὐτούς. ἴσως δὲ ἐν ἀρχῇ πρὸς τοῦ βιβλιογράφου παρελείφθησαν. μυρία γὰρ ὁρῶ καὶ νῦν γινόμενα τοιαῦτα. κορύζας μὲν οὖν καὶ κατάῤῥους ἀεὶ χρὴ νομίζειν οὐκ ἀγαθὰ σημεῖα, προγινομένους μὲν ὡς ἂν πληροῦντας τὸν πνεύμονα κακοχυμίας, προήκοντος δὲ τοῦ νοσήματος ἐπιφαινομένους, ὡς ἂν τήν τε τοῦ πνεύμονος διάθεσιν ἐνδεικνυμένους μεγάλην, ὑπ’ αὐτῆς τε τὴν κεφαλὴν βεβλάφθαι σημαίνοντας. οἵ γε μὴν πταρμοὶ
182
ταῖς κορύζαις ἕπονται τὰ πολλὰ, καὶ μὲν δὴ καὶ σείοντες σφοδρῶς ὅλον τὸν θώρακα λυμαίνονταί τι καὶ τὸν πνεύμονα. ἐν μέντοι τοῖς ἄλλοις νοσήμασιν οὐ συνεισβάλλοντες οὐδέποτε, καθάπερ οὐδ’ ἄλλο οὐδὲν σύμπτωμα, προήκουσι δὲ ἐπιφαινόμενοι, σωτηρίαν σημαίνουσι, κἂν θανατώδης ὅσον ἐπὶ τοῖς ἄλλοις σημείοις ἡ νόσος ὑπάρχῃ. πέψεώς τε γάρ εἰσι γνωρίσματα καὶ ῥώμης τῆς κατὰ τὸν ἐγκέφαλον ἀποκριτικῆς δυνάμεως, ὑφ’ ἧς εἰς τὴν ῥῖνα τῶν φυσωδῶν πνευμάτων ἐκκρινομένων ἅμα τισὶν ὑγρότησιν, ἐνίοτε μὲν αἰσθηταῖς τε καὶ σαφέσιν, ἐνίοτε δὲ ἀμυδραῖς τε καὶ δυσοράτοις οἱ πταρμοὶ γίνονται.

Αἵματι δὲ ξυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖσι περιπνευμονικοῖσιν ἐν ἀρχῇ μὲν τῆς νούσου πτυόμενον περιεστηκὸς καὶ κάρτα ὠφελέει. ἑβδομαίῳ δὲ ἐόντι ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές.
183

Κοινὸς καὶ οὗτος ὁ λόγος ἐστὶν ἐπὶ πασῶν φλεγμονῶν ἤδη πολλάκις ἡμῖν ἐν πολλοῖς εἰρημένος, ὡς τοῦ κατασκήψαντος εἰς τὰ φλεγμαίνοντα μόρια χυμοῦ διϊδροῦται τὸ λεπτότερον, ὅταν ἡ περιέχουσα τὸ φλεγμαῖνον ἐπιφάνεια μὴ πυκνὴ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τουτὶ τὸ ἐκτὸς δέρμα. καὶ διὰ τοῦτο ἄν τε κατὰ τοὺς πόρους τῆς ῥινὸς ἢ τοὺς ὀφθαλμοὺς ἢ τὸ στόμα φλεγμονὴ γένηταί τις, ἀποῤῥέουσιν αὐτῆς ὑγρότητες λεπταὶ, παραπλήσιαι τοῖς ἐπὶ τῶν ἑλκῶν ἰχῶρσιν. οὕτως οὖν καὶ ὁ πνεύμων φλεγμήνας ἀποκρίνει τινὰς ὑγρότητας εἰς τὰς ἐντὸς ἑαυτοῦ κενὰς χώρας, αἵ πέρ εἰσιν αἱ τῶν τραχειῶν ἀρτηριῶν, αἵτινες ὑπὸ τῶν βηχῶν ἀναφερόμεναι πτύονται, τὰ γνωρίσματα φέρουσαι τοῦ τὴν περιπνευμονίαν ἐργαζομένου ῥεύματος. ἐκείνου γάρ εἰσιν οἷον ὀῤῥός τις. ἔσονται τοιγαροῦν, ἐὰν μὲν χολώδης ἱκανὸς ὁ χυμὸς εἴη, ξανθαὶ μόνον, ἐὰν δὲ αἱματώδης, ἐρυθραὶ, ἐὰν δὲ ἐξ ἀμφοῖν μικτὸς, ἐρυθραί τε ἅμα καὶ ξανθαί. αὗται μὲν οὖν αἱ ὑγρότητες ἀγαθαί. βραχὺ δὲ ἀπολείπονται αὐτῶν, καθ’ ἃς ἀναπτύουσιν εἰλικρινὲς αἷμα, καὶ τάχα τινὰ

184
καταπλήξεται τὸ σημεῖον, ὥσπερ ὅταν ἕλκος ἐν πνεύμονι γένηται ῥαγέντος ἀγγείου· καὶ γὰρ καὶ τότε πτύουσιν αἵματος. ἀλλὰ καὶ τὸ κατά τινας τῶν περιπνευμονικῶν ἐπιφαινόμενον αἷμα παντελῶς ὀλίγον ὅμοιον γίνεται τῇ κατὰ διαπήδησιν ὀνομαζομένῃ πρὸς τῶν ἰατρῶν αἵματος πτύσει. γίνεται γὰρ καὶ τοῦτο τὸ σύμπτωμα κατασκήψαντος μὲν αἵματος εἰς τὸ στόμα λεπτοῦ τὴν σύστασιν, ἀραιῶν δὲ τῶν οὔλων ὑπαρχόντων, ὡς μὴ στέγειν αὐτό. καὶ μέντοι κατὰ τὴν φάρυγγα δι’ αἰτίαν τὴν αὐτὴν γίνεταί ποτε τοιαύτη τις ἔκκρισις αἵματος ὀῤῥώδους. οὐδὲ οὖν ἄτοπόν ἐστιν οὐδὲν, ὅταν ἐν τῷ πνεύμονι γένηταί τι τοιοῦτον. διαγνώσῃ δ’ αὐτὸ ῥᾳδίως ἔκ τε τῆς συστάσεως τοῦ αἵματος καὶ αὐτοῦ τοῦ πλήθους. οὔτε γὰρ παχὺ τὴν σύστασίν ἐστι τὸ οὕτως ἀναπτυόμενον οὔτε πολύ. χρὴ δὲ μὴ παραμένειν τὸ σύμπτωμα μέχρι τῆς ἑβδόμης ἡμέρας, ἀλλὰ μάλιστα ἐντὸς τῆς πρώτης τετράδος ἀλλοιωθῆναι πεττόμενον· εἰ δὲ μὴ, ἀλλὰ πάντως γε πρὸ τῆς ἑβδόμης. εἰ δὲ διαμένει τοιοῦτον οἷον ἐξ ἀρχῆς ἦν, εὔδηλον ὡς εἰς χρόνον πλείονα δηλοῖ τὸ νόσημα προήξειν.
185
ὅπου γὰρ οὐδέπω μέχρι τῆς ἑβδόμης ἤρξατο πέττεσθαι, χρονιωτάτην ἔσεσθαι δηλοῖ τὴν τελείαν πέψιν. ἐν δὲ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν καὶ τῶν ἄλλων ἀτόπων εἴωθε συμπίπτειν, ὅσα τε διὰ τὸν κάμνοντα καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ, τά τε ἄλλως ἔξωθεν ἀδοκήτως γινόμενα συμβαίνει, καὶ μέντοι καὶ διὰ τὸν ἰατρὸν αὐτὸν ἐνίοτε, κἂν τούτων μηδὲν γένηται, κίνδυνός ἐστι πρὸ τοῦ πεφθῆναι τὸ νόσημα καταλυθῆναι τὴν δύναμιν. καὶ διὰ τοῦτο οὖν ἧττον ἀσφαλές φησι διαμένειν τὰ τοιαῦτα πτύσματα μέχρι πλειόνων ἡμερῶν.

Πάντα δὲ τὰ πτύελα πονηρά ἐστιν, ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ· κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται· τὰ παύοντα δὲ τὴν ὀδύνην πάντων ἀμείνω ἀναπτυόμενα.

Κοινὸς καὶ οὗτος ὁ λόγος ἐστὶν ἐπὶ πάντων τῶν ἐκκρινομένων ἐκ τοῦ σώματος, ὑπὲρ οὗ καὶ κατὰ τὰ ἄλλα βιβλία

186
καὶ κατὰ τοὺς ἀφορισμοὺς εἶπεν αὐτὸς ὡς τὴν εὐφορίαν μάλιστα θεάσασθαι χρή. πολλάκις γὰρ ἴσχυσεν ἡ φύσις νικήσασα τὴν μοχθηρὰν διάθεσιν ἐκκαθᾶραι τὸ σῶμα· κἀν τούτῳ καταπλήττονται πολλοὶ θεώμενοι τὴν κακίαν τῶν ἐκκρινομένων, οὐκ εἰδότες εἴτε συμπτώματος λόγῳ γίγνεται τὸ τοιοῦτον εἴτε τῆς φύσεως ὠθούσης ἔξω τὰ μοχθηρά. κατὰ μὲν οὖν τοὺς ἀφορισμοὺς τὴν τῆς εὐφορίας προσηγορίαν ἔγραψε μόνην· ἐνταυθοῖ δὲ τὴν ἀνωδυνίαν ἐνεδείξατο, δι’ ἣν ἐπαινεῖ τὰ παύοντα τὴν ὀδύνην πτύσματα. μετ’ ὀλίγον δὲ πάνθ’ ἑξῆς ἐρεῖ τὰ γνωρίσματα τῶν ἐπὶ τὸ βέλτιον ἰόντων νοσημάτων, ἃ τῷ τῆς εὐφορίας ὀνόματι περιέλαβε. καὶ μέντοι καὶ κατωτέρω κελεύει τῶν εἰρημένων ὑπ’ αὐτοῦ σημείων ἁπάντων ἀκριβῶς ἐξητακέναι τὰς δυνάμεις, ὅπως ἀλλήλοις αὐτὰ παραβάλλων τις ἱκανὸς εἴη στοχάζεσθαι τὸ μέγεθος τῆς ἐπὶ τὸ χεῖρόν τε καὶ βέλτιον ὅλου τοῦ σώματος ῥοπῆς, οἷόν περ κἀν τῷδε τῷ λόγῳ τῷ νῦν ἡμῖν προκειμένῳ πεποίηκεν αὐτός. εἰ γὰρ ἐπὶ τοῖς πτυέλοις αἱ ὀδύναι μὴ λύονται, οὐκ ἀγαθὸν τὸ σημεῖον. οὐ
187
μὴν ἀρκέσει γέ σοι μόνον τοῦτο γνῶναι πρὸς ἀκριβῆ τοῦ μέλλοντος ἔσεσθαι πρόγνωσιν, ἀλλὰ θεάσασθαι χρὴ καὶ τὰ ἄλλα συμπτώματα· τοῦτο γὰρ ἐνεδείξατο τῶν μελάνων πτυσμάτων μνημονεύσας. ὄντος γοῦν τοῦ κοινοῦ σημείου τοῦ μὴ παύεσθαι τὴν ὀδύνην, εἰ μὲν ὠχρὸν εἴη τὸ ἐκπτυόμενον ἢ ἐρυθρὸν, ἧσσόν ἐστι κινδυνῶδες· εἰ δὲ μέλαν, ὀλεθριώτατον. ὥσθ’ ἅπαντα ἐπισκεψάμενος, οὐ μόνον τὰ εἰρημένα, κεφάλαιον ἓν ἐξ αὐτῶν ἀθροίσεις ἀκριβοῦς προγνώσεως. καὶ αὐτὸς δὲ ἐφεξῆς ὁ Ἱπποκράτης ἁπάντων τῶν ἀγαθῶν τε καὶ κακῶν σημείων ἔγραψε κατάλογον ἀναμιμνήσκων τῶν προειρημένων.

Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύεται μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ διαίτας καὶ φαρμακείας, εἰδέναι δεῖ ἐκπυήσοντα.
188

Ὅσα τῶν ἀλγημάτων ἐκ τῶν κατὰ θώρακα καὶ πνεύμονα χωρίων οὐ παύονται πρὸς τὰ βοηθήματα, καὶ τοῦτ’ ἔχει μόνον ἄτοπον, οὐδενὸς ὀλεθρίου συνόντος ἑτέρου γνωρίσματος, ἐκπυῆσαι αὐτὰ προσδοκᾷν. μέσα γάρ πώς ἐστι ταῦτα τῶν τε λυομένων ἐν τάχει καὶ τῶν ἀνιάτων.

Τῶν δὲ ἐμπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύηται ἤν τε ὁμοῦ.

Τῶν ἐν τοῖς φανεροῖς μέρεσι τοῦ σώματος ἐκπυϊσκόντων ὅσα τοιαῦτ’ ἐστιν, ὡς ἐν μέρει μέν τινι πῦον ἔχειν, ἐν μέρει δ’ εἶναι τὸ λοιπὸν ἄπεπτον καὶ λεπτὸν, οὐδὲν εὐΐατόν ἐστιν. εἰ δὲ καὶ πρὸς τῷ μηδέπω τὸ πῦον ἔχειν ἔτι καὶ κακόηθές τι σημεῖον αὐτοῖς συνείη, πολὺ μᾶλλόν ἐστι μοχθηρά. τούτων δὲ πολὺ μᾶλλον ὑποληπτέον εἶναι μοχθηρὰ τὰ κατὰ τοὺς κυρίους τόπους γινόμενα. δηλοῦται

189
γὰρ ἀγριώτατός τις ὢν ὁ λυπῶν χυμὸς, ὅπου τῆς φύσεως ἐνδειξαμένης ὅπως ἔχει τῆς εἰς τὸ πέττειν παρασκευῆς, οὐδὲν ὅλως εἶξεν αὐτῆς.

Μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου ἑβδομαίου ἐόντος τοῦ νουσήματος ἢ παλαιοτέρου.

Καὶ τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γινομένων. εἰς γὰρ τὸ βέβαιον τῆς προγνώσεως ἡ κρίσιμος συντελεῖ. πότερον δ’ ἀγαθόν ἐστιν ἢ κακὸν τὸ γινόμενον, ἐξ ἄλλων τεκμηρίων ἡ διάγνωσις. ἐάν τε γὰρ ἱδρὼς γένηται κατὰ τὴν ἑβδόμην ἡμέραν, ἐάν τε διαχώρησις γαστρὸς, ἐάν θ’ αἱμοῤῥαγία, βελτίονα μὲν ἐργασάμενα τὸν κάμνοντα, τῶν ἀγαθῶν ἐστι σημείων, χείρω δὲ τῶν κακῶν. καὶ πιστῶς γε δηλοῖ τούτων ἑκάτερον, οὐχ ὡς εἰ κατ’ ἄλλην ἡμέραν ἐγένετο. γέγραπται δέ μοι περὶ

190
τούτων ἐπὶ πλεῖστον ἔν τε τοῖς περὶ κρισίμων ἡμερῶν καὶ τοῖς περὶ κρίσεων, ἐν οἷς χρὴ προγεγυμνάσθαι τὸν βουλόμενον ἀκριβῶς παρακολουθῆσαι τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις.

Ἐλπὶς δὲ τὸν τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν.

Ἔργῳ τὴν τούτων ἀλήθειαν μεμαθήκατε, προλέγοντος ἐμοῦ πειραθέντες, ὥστε προσέχειν ὑμᾶς χρὴ τὸν νοῦν τοῖς λεγομένοις ὑφ’ Ἱπποκράτους, μὴ τοιαῦτα νομίζοντας αὐτὰ ταῖς δυνάμεσιν ὑπάρχειν, ὁποῖα τοῖς πολλοῖς τῶν ἰατρῶν γέγραπται μέχρι γραμμάτων καὶ λόγων τὸ πιθανὸν ἔχοντα, τοῖς δ’ ἐπὶ τῶν νούσων ἔργοις ἐλεγχόμενα. πρὸς γάρ τοι τὸν εἰρημένον ὑπ’ αὐτοῦ σκοπὸν, ὄντα μέσον ἁπάντων τῶν ἄλλων κακῶν τε καὶ ἀγαθῶν ἀποβλέπων, δυνήσῃ προλέγειν τὴν ἡμέραν ἐν ᾗ τεθνήξεταί τις. ὑποκείσθω γὰρ ὁ κάμνων

191
ἑβδομαῖος ἐπτυκὼς τὸ πυῶδες οὐ μὴν μόνον οὐδὲ δι’ ὅλης ἡμέρας ἐφεξῆς, ἀλλ’ ἤτοι σὺν αὐτῷ τὸ χολῶδες ἢ μόνον ἐκεῖνο χωρὶς τοῦ πυώδους. ἔστω δ’ αὐτῷ καὶ τἄλλα πάντα μέσα ἀπό τε τῆς ἡλικίας καὶ τῆς φύσεως καὶ τῆς ὥρας καὶ τῆς χώρας καὶ τῆς οἰκείας δυνάμεως, ὡς μήτε ἰσχυροτάτην εἶναι τὴν δύναμιν μήτ’ ἀσθενεστάτην. ὡσαύτως δὲ καὶ τὴν κρᾶσιν αὐτοῦ τοῦ κάμνοντος μήτε τὴν εὐκρατοτάτην εἶναι μήτε τὴν δυσκρατοτάτην. οὕτως δὲ καὶ ὥραν καὶ χώραν καὶ κατάστασιν καὶ ἡλικίαν τοῦ κάμνοντος ἐν τῷ μέσῳ τετάχθαι τῶν ἀρίστων τε καὶ χειρίστων ὑποθώμεθα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἑκάστου γένους σημείων ὑπάρχειν ὑποκείσθω τῷ κάμνοντι τὰ μέσα. τοῦτον ἔλπιζε τεθνήξεσθαι τεσσαρεσκαιδεκαταῖον, ὡς ταύτης μέσης οὔσης προθεσμίας τοῦ θανάτου. προσγενομένων δὲ σημείων ἀγαθῶν μὲν ἐπὶ πλέονα χρόνον ἐκταθήσεσθαι τὴν προθεσμίαν τοῦ θανάτου, κακῶν δὲ θᾶττον ἢ τεσσαρεσκαιδεκαταῖον τεθνήξεσθαι. τίνα δέ ἐστι τὰ ἀγαθὰ καὶ τίνα τὰ κακὰ διῆλθεν αὐτὸς ἐφεξῆς τὰ μὲν ὀνομαστὶ, τὰ δὲ ἐπὶ κεφαλαίων. ἀλλὰ σύ γε μηδὲ περὶ τούτων ἀκούσῃς ἁπλῶς, ὡς ὁμοτίμων
192
ἁπάντων, ἀλλ’ ἀναμνησθεὶς ὧν αὐτὸς ἔγραψε καὶ ὧν ἡμεῖς προσεθήκαμεν εἴς τε τὸν ἀριθμὸν αὐτὸν ἀπόβλεπε καὶ τὴν δύναμιν. ὅπου μὲν αὐτὸς εἶπε σωτήριον κάρτα καὶ ὀλέθριον κάρτα τῆς πρώτης τοῦτο δυνάμεως τιθεὶς, τὸ μὲν ἐν τοῖς ἀγαθοῖς, τὸ δὲ ἐν τοῖς κακοῖς. ὡσαύτως δὲ καὶ ὅπου τὸν θάνατον ὑπόγυον ἔφησεν ὑπάρχειν ἢ θανατωδέστατον προσέγραψεν, οὐχ ἁπλῶς εἶπε θανατώδη. καὶ μὲν δὴ κἀπὶ τῶν ὑγιεινῶν σημείων, ὅταν εἴπῃ μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην, καὶ πάλιν, ἀσφάλειάν τε γὰρ σημαίνει καὶ τὸ νόσημα ὀλιγοχρόνιον, ἤ τι τοιοῦτον προσέθηκε. τὰ δὲ ἁπλῶς θανατώδη καὶ πάλιν ἁπλῶς περιεστηκότα λεγόμενα μέσης ἐστὶ τάξεως ἀμφότερα κατὰ τὴν ἑαυτῶν φύσιν. ἐ ἑκάτερα δὲ τούτων ὅσα παραβλητικῶς εἶπεν ἤτοι θανατωδέστερα ἢ περιεστηκότερα ἢ τὸ μᾶλλόν τε καὶ ἧττον ἑκατέροις προσέθηκεν. ἐὰν μὲν γὰρ ἔπιφανῇ τι τοῖς κατὰ τὴν πέμπτην ἢ ἑβδόμην ἡμέραν εἰρημένοις ὀλεθρίοις πτύσμασι τῶν τῆς πρώτης τάξεως κακῶν σημείων, οὐκ ἂν οὐδ’ εἰς τὴν ἑνδεκάτην ἡμέραν ὁ κάμνων ἐξίκοιτο καὶ μᾶλλον
193
ἐὰν ἑνὸς πλείω γένηται ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ἐὰν τῶν ἱκανῶς ἀγαθῶν ἐπιφανῇ τινα, μέχρι τῆς τρίτης ἑβδομάδος ἐκταθήσεται τὸ νόσημα. μιχθέντων δ’ ἀλλήλοις ὀλεθρίων τε καὶ περιεστηκότων ἢ τῶν μᾶλλον ἐν ἑκατέρῳ τῷ γένει τοῖς ἧττον ἢ ὁπωσοῦν ἄλλως· ἐπὶ μὲν τοῖς πλείοσί τε καὶ ἰσχυροτάτοις ἀγαθοῖς σημείοις ἐλπὶς τὸν κάμνοντα πλείονα ζήσεσθαι χρόνον, ἐπὶ δὲ τοῖς ἐναντίοις ἐλάττονα· κατὰ ταῦτα δὲ κἂν ἤτοι γέρων ἢ ἀσθενὴς τὴν δύναμιν ἢ ἐν ὥρᾳ καὶ χώρᾳ καὶ καταστάσει μοχθηρᾷ καὶ δυσκράτῳ νοσῇ τις, ἐπιταθήσεσθαι τοῦ θανάτου τὸ τάχος προσδοκᾷν, μεγίστην πάλιν ἔχειν ἐν τούτοις ἰσχὺν ἡγούμενος τὸν ἀπὸ τῆς δυνάμεως σκοπόν.

Ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε εὐπετέως φέρειν τὸ νούσημα εὔπνουν εἶναι τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον ῥηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε καὶ μαλθακὸν καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ
194
διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἰδέναι ἀγαθὰ ἐόντα ταῦτα καὶ ἐπιγενέσθαι. οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγινομένων οὐκ ἂν ἀποθάνοι ὁ ἄνθρωπος. ἢν δὲ τὰ μέντοι αὐτέων ἐπιγίνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον ζήσας ἢ τεσσαρεσκαίδεκα ἡμέρας ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος. κακὰ δὲ τἀναντία τουτέων δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι. τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχρούς. οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται, ἕκαστα εἰδέναι κακὰ ἐόντα. οὕτως γὰρ εἰ ἐπιγίνοιτό τι τῷ πτυέλῳ τουτέων ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι ἢ ἐναταῖος ἢ ἑνδεκαταῖος. οὕτως οὖν ξυμβάλλεσθαι χρὴ ὡς τοῦ πτυέλου τουτέου θανατώδεος ἐόντος μάλα καὶ οὐ περιάγοντος τὸν νοσέοντα ἐς τὰς τεσσαρεσκαίδεκα
195
ἡμέρας. τὰ δὲ ἐπιγινόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤῥήσιας προλέγειν· οὕτω γὰρ ἄν τις ἀληθεύοι μάλιστα.

Ἐντεῦθεν ἄρχεται τοῦ καταλόγου τῶν ἀγαθῶν τε καὶ κακῶν σημείων, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται· καὶ διὰ τοῦθ’ ὑπερβὰς αὐτὰ τὰ ἑξῆς προχειριοῦμαι. πρὸς μὲν οὖν τὸ περιγενέσθαι πάντων δεῖ παρόντων τῶν ἀγαθῶν, πρὸς δὲ τὴν ἀπώλειαν ἀρκεῖ καὶ ἓν παρεῖναι τῶν κακῶν, μόνου τοῦ θᾶττον καὶ βράδιον ἀπολέσθαι ἐκ τοῦ πλείω ἢ ἐλάττω ἀγαθὰ ἢ κακὰ παρεῖναι δηλουμένου.

Αἱ δ’ ἄλλαι ἐκπυήσιες ῥήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.
196

Ἀσαφές ἐστιν ὁποίας ἄλλας λέγει. δυνατὸν μὲν γάρ ἐστι καὶ περὶ τῶν ἐν ἑτέροις μέρεσι γινομένων ἐκπυήσεων τὸν λόγον αὐτὸν ποιεῖσθαι, καταλιπόντα θώρακα καὶ πνεύμονα, περὶ ὧν ἄχρι δεῦρο διείλεκται, δυνατὸν δὲ καὶ περὶ τῶν ἐν αὐτοῖς μὲν τοῖς ὀργάνοις, ἀλλ’ οὐχ ὁμοίων ἐκπυήσεων ταῖς προειρημέναις, ἐνδέχεται δὲ καὶ περὶ ἀμφοτέρων. ἐπεὶ δὲ οὐχ ὁμοίων ταῖς προειρημέναις εἶπον, ἐξηγήσασθαι χρὴ τοῦτο. φημὶ γὰρ οὐ περὶ πασῶν ἐκπυήσεων αὐτὸν, ἀλλὰ τῶν, ὡς αὐτὸς εἶπε, χολῶδες ἐχουσῶν τι μεμιγμένον, ἄχρι δεῦρο ποιεῖσθαι τὴν διδασκαλίαν, οὐδὲ τούτων ἁπασῶν, ἀλλ’ ὅσαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐῤῥάγησαν. ἔστι δὲ τοῦτο σπάνιον. αἱ πλεῖσται γὰρ εἰκοσταῖαι ῥήγνυνται, τινὲς δὲ καὶ μέχρι πλείονος ἀφικνοῦνται χρόνου, περὶ ὧν νῦν διέρχεται. διαφοραὶ δὲ πασῶν εἰσι δύο κοιναὶ, δι’ ἃς καὶ τῷ χρόνῳ παραλλάττουσιν ἀλλήλων, ἔκ τε τοῦ πάσχοντος μορίου καὶ τοῦ πλεονάζοντος χυμοῦ. τὰ μὲν γὰρ θερμότερα καὶ μαλακώτερα μόρια θᾶττον ἐκπυΐσκεται, τὰ ψυχρότερα δὲ καὶ σκληρότερα βραδύτερον. οὕτω δὲ καὶ τῶν

197
χυμῶν οἱ μὲν θερμότεροι θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον. αὗται μὲν αἱ κατὰ τὴν τοῦ πράγματος οὐσίαν εἰσὶ διαφοραὶ, προσέρχονται δὲ ἔξωθεν αἱ παρὰ τὴν ἡλικίαν τε καὶ τὴν φύσιν, ὥραν τε καὶ χώραν καὶ κατάστασιν, ἔτι δὲ καὶ δύναμιν τοῦ κάμνοντος. ἐν ἁπάσαις δ’ αὐταῖς οἱ μὲν θερμότεροι χυμοὶ θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον ἐκπυΐσκονται. ταῦτα μὲν οὖν κοινῇ περὶ πασῶν ἐκπυήσεων ἐπίστασθαι καλόν. ἐμοὶ δὲ δοκεῖ νῦν ἔτι περὶ τῶν κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα διέρχεσθαι.

Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι λογιζόμενος ἀπὸ τῆς ἡμέρης ἧς ὁ πρῶτον ἄνθρωπος ἐπύρεξεν, εἴ ποτε αὐτὸν πρῶτον ῥῖγος ἔλαβε καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης βάρος αὐτῷ γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεε. ταῦτα γὰρ ἐν ἀρχῇσι γίνεται τῶν ἐμπυημάτων. ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους.
198

Ἕν τι τῶν ὁμολογουμένων ἐστὶν ἅπασι σχεδὸν τοῖς ἰατροῖς, ἐπειδὴ καὶ φαίνεται σαφῶς, ὡς ὅταν αἱ κατὰ τὰ κύρια μέρη φλεγμοναὶ μὴ διαφορηθῶσιν ὑπὸ τῶν βοηθημάτων, ἀλλ’ ἐκπυΐσκωνται, ῥῖγος γενέσθαι τηνικαῦτα καὶ πυρετὸν ἐπ’ αὐτῷ. δέδεικται δὲ ἐν τοῖς περὶ ῥίγους λόγοις ὡς ἡ δριμύτης τοῦ γενομένου πύου δάκνουσα καὶ διαβιβρώσκουσα τὰ παρακείμενα σώματα ῥῖγος ἐργάζεται παραπλησίως τοῖς δριμέσι φαρμάκοις. ὧν ἐνίοτε προσενεχθέντων ἕλκεσι κακοήθεσιν ἤ τινι σηπεδονώδει διαθέσει ῥιγῶσαί τε καὶ πυρέξαι συνέπεσεν. ἀκολουθεῖ δὲ τῷ τοιούτῳ ῥίγει πυρετός. ἀμέλει καὶ ὁ Ἱπποκράτης ἀμφοτέρων ἐμνημόνευσε καὶ προτέρου γε τοῦ πυρετοῦ, λέγων, ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, οὐκ ἐκείνην ἑρμηνεύων τὴν ἡμέραν, ἥτις ὅλου τοῦ νοσήματος ἐγένετο πρώτη, ἀλλὰ καθ’ ἣν τὸ ῥῖγος ἅμα τῷ πυρετῷ συνέπεσεν, ἐναργῶς σφοδροτέρῳ δηλονότι τοῦ πρόσθεν ὄντος γινομένῳ. ἀλλὰ καὶ βάρους αἴσθησις γίνεται τηνικαῦτα τοῖς κάμνουσι τοῦ κατὰ πολλὰ καὶ σμικρὰ μόρια παρεσπαρμένου τοῖς φλεγμαίνουσι

199
σώμασι χυμοῦ μετὰ τὴν εἰς πῦον μεταβολὴν ἀθροιζομένου, πρός τινα μίαν χώραν κενὴν συνεχῆ τῷ φλεγμαίνοντι παντί. ἐκ τούτων οὖν, φησὶ, τῶν χρόνων ἐν οἷς ταῦτα πρῶτον ἐγένετο, προσδέχεσθαι χρὴ τὰ μὲν εἰκοσταῖα, τὰ δὲ τριακοσταῖα, τὰ δὲ τεσσαρακοσταῖα, τὰ δὲ ἑξηκοσταῖα ῥήγνυσθαι τῶν ἐμπυημάτων. ἃ δ’ εἶπε γνωρίσματα τρία τὸν ἀριθμόν ἐστι, βάρος καὶ ῥῖγος καὶ πυρετὸς τοῦ πρόσθεν, ὡς ἔφην, σφοδρότερος πολλῷ.

Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρέφειν τε καὶ καταμανθάνειν χρὴ τουτέοισι μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ, καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου καὶ κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτῷ δοκέει βάρος ἐκκρέμασθαι ἐκ τοῦ ἄνωθεν. εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα ἐπὶ ὁκοῖον ἂν πλευρὸν βάρος ἐγγίνηται.
200

Ὅτι διαφράττουσιν ὑμένες τὸν θώρακα διήκοντες ἀπὸ τοῦ στέρνου μέχρι τῆς ῥάχεως, ὡς δύο ποιεῖν αὐτοὺς κοιλότητας, ἐν ταῖς ἀνατομαῖς ἐμάθομεν. ὅθεν οὐδὲ κοινωνεῖ τὰ κατὰ τὸ ἕτερον μέρος ἐμπυήματα τοῖς κατὰ θάτερον, ὥσπερ ἐπὶ τῶν ἐντὸς τοῦ περιτοναίου. κατ’ ἐκεῖνο μὲν γὰρ ἐν κύκλῳ πᾶσι τοῖς ἐντέροις περιῤῥεῖ τὸ πῦον, ἐνταῦθα δ’ οὔτε τὸ κατὰ τὰ δεξιὰ μέρη τοῦ θώρακος εἰς τὰ ἀριστερὰ δύναται μετελθεῖν οὔτ’ ἔμπαλιν ὅσον ἐν τοῖς ἀριστεροῖς ἐστιν εἰς τὰ δεξιὰ μεταῤῥυῆναι. διὰ ταῦτ’ οὖν ἀξιοῖ καταμανθάνειν, εἴτε ἐξ ἀμφοτέρων τῶν μερῶν ἔχει τὸ πῦον ὁ κάμνων εἴτε κατὰ τὸ ἕτερον μόνον. ἐν μὲν γὰρ ταῖς περιπνευμονίαις εἰς ἐμπύημα τρεπομέναις κατ’ ἄμφω μᾶλλον ἢ κατὰ θάτερον ἀθροίζεται τὸ πῦον, ἐν δὲ ταῖς πλευρίτισι κατὰ τὸ ἕτερον μέρος μᾶλλον, οὐ κατ’ ἄμφω. διάγνωσις δὲ τοῦ πεπονθότος ἔκ τε τοῦ τῆς θερμασίας διαφόρου. θερμότερον γάρ ἐστι τὸ πεπονθὸς κἀκ τοῦ κατακλινόμενον τὸν ἄνθρωπον ἐπὶ τὸ ἀντικείμενον πλευρὸν αἰσθάνεσθαι βάρους ἐγκειμένου τῷ ὑψηλοτέρῳ μέρει. δῆλον

201
γὰρ ὅτι τὸ πῦον ἠθροισμένον ἐν τούτῳ τῷ μέρει τὴν τοῦ βάρους αἴσθησιν ἐργάζεται.

Τοὺς δὲ ξύμπαντας ἐμπύους γινώσκειν χρὴ τοισίδε τοῖς σημείοισι. πρῶτον μὲν εἰ ὁ πυρετὸς οὐκ ἀφίησιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα πλείων καὶ ἱδρῶτες πολλοὶ ἐπιγίνονται, βηχός τε θυμὸς ἐγγίνεται αὐτέοισι καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου. καὶ οἱ μὲν ὀφθαλμοὶ ἔγκοιλοι γίνονται, αἱ δὲ γνάθοι ἐρυθήματα ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται καὶ μάλιστα ἄκροι. καὶ ἐν τοῖσι ποσὶν οἰδήματα γίνονται καὶ σιτίων οὐκ ἐπιθυμέουσι καὶ φλύκταιναι γίνονται ἀνὰ τὸ σῶμα.

Ὅσοι πῦον ἀθρόον ἔχουσιν ἔνδον τοῦ σώματος, εἴτ’ οὖν ἔτι περιεχόμενον ἐν τῷ φλεγμαίνοντι μορίῳ πρόσθεν εἴτε καὶ μετὰ τὸ ῥαγῆναι, δυνατόν ἐστιν ὀνομάζεσθαι τούτους

202
ἐμπύους. ἀλλ’ εἴθισται παρὰ τοῖς ἰατροῖς μόνους ἢ μάλιστα τοὺς κατὰ θώρακα καὶ πνεύμονα τὸ τοιοῦτον ἔχοντας πάθος ἐμπύους ὀνομάζεσθαι. περιέχεται δὲ μετὰ τὴν ῥῆξιν ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ τὸ πῦον τοῦτο καὶ εἰ μὴ διὰ ταχέων ἀναπτυσθείη, φθινωδῶς ἀπόλλυνται, πυρέττοντες λεπτῶς μὲν, ἀεὶ δέ πως αὐξανομένης τῆς θερμασίας εἰς νύκτα· καὶ γίνεται τοῦτο πᾶσι τοῖς ἑκτικῶς πυρέττουσιν, οὐ τῷ τῆς διαθέσεως λόγῳ τῆς νυκτὸς αὐξανούσης αὐτοῖς τὸν πυρετὸν, ἀλλὰ κατά τι συμβεβηκὸς, ὅπερ ἐστὶ τοιοῦτον ἐν τοῖς καλουμένοις ἑκτικοῖς πυρετοῖς, αὐτὰ τοῦ ζώου τὰ στερεὰ μόρια διάπυρα γίνεται. κατὰ τοῦτ’ οὖν αὐτὸ ἀεὶ παραπλήσιος ὁ πυρετὸς ἐν ἑαυτῷ μένει τὴν θερμασίαν ἔχων, οἵαν περ ἡ τίτανος ἀμυδρὰν τοῖς ἁπτομένοις. ὅταν γοῦν φάγωσί τε καὶ πίωσιν, ὅμοιόν τι συμβαίνει τοῖς γινομένοις κατὰ τὴν τίτανον ὕδατι βραχεῖσαν, ὥστε τοὺς ἁπτομένους ἔξωθεν αἰσθάνεσθαι πολὺ θερμοτέρου τοῦ κάμνοντος. ἔδειξα δὲ τοῦτο πολλάκις ὑμῖν ἐπὶ τῶν ἀῤῥώστων, ἄλλοτ’ ἄλλῳ καιρῷ θρέψας τοὺς οὕτω
203
πυρέξαντας, ἵνα πεισθῆτε διὰ τὴν τροφὴν γίνεσθαι τοῦτ’ αὐτοῖς, οὐ τῷ τῆς διαθέσεως λόγῳ. ἐναργῶς γὰρ φαίνεται συμμεταπίπτειν ἡ πυρετώδης θερμασία τοῖς καιροῖς τῆς τροφῆς, αὐτίκα μὲν ἐπὶ ταῖς προσφοραῖς τῶν σιτίων αὐξανομένη σφοδροτάτη τε ἑαυτῆς φαινομένη κατὰ τὴν ἀνάδοσιν αὐτῶν. διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἱδρῶτες ἐπιγίνονται συνεχεῖς, διαφορουμένης τῆς ἀναδοθείσης τροφῆς. ἀλλὰ καὶ βῆξαι, φησὶ, θυμὸς αὐτοῖς γίνεται, τουτέστι προθυμία, καὶ ἀναπτύουσιν οὐδὲν ἄξιον λόγου. εἰ γὰρ ἔπτυον, οὐκ ἂν ἔμπυοι διέμενον. αἰτία δὲ τοῦ μηδὲν ἀναπτύειν ἄξιον λόγου τριττή· τοῦ πύου μὲν αὐτοῦ ἡ γλισχρότης καὶ πάχος, τοῦ δὲ περιέχοντος ὑμένος τὸν πνεύμονα πυκνότης, ἀῤῥωστία δ’ ἐπὶ τούτοις τῆς τοῦ κάμνοντος δυνάμεως. ἀλλὰ καὶ οἱ ὀφθαλμοὶ, φησὶν, ἔγκοιλοι γίνονται, κοινόν τι τοῦτο τῶν χρονίων ἁπάντων πυρετῶν καὶ μάλιστα τῶν ξηραινόντων ἐπιφανῶς. ἐρυθραίνονταί τε τὰ μῆλα διὰ τὴν ἐν τῷ πνεύμονι θερμότητα καὶ διὰ τὰς βῆχας. ἄμφω γὰρ ταῦτα θερμαίνει, τό τε πρόσωπον καὶ ὅλην τὴν κεφαλήν. ἀπό τε
204
τοῦ κατασκήψαντος εἰς τὸν πνεύμονα ῥεύματος, ἀτμῶν ἀναφερομένων εἰς αὐτά. οἱ δ’ ὄνυχες γρυποῦνται τῶν στηριζουσῶν αὐτοὺς ἑκατέρωθεν σαρκῶν ἐκτηκομένων. οἱ μὲν οὖν δάκτυλοι καίτοι καταψυχόμενοι τοὐπίπαν ἐπὶ τῶν χρονίως νοσούντων ὅμως ἐν πᾶσι τοῖς ἑκτικοῖς πυρετοῖς θερμοὶ διαμένουσιν, ἐπειδὴ κατειλήφασιν οὗτοι τὰ στερεὰ μάλιστα μόρια τοῦ σώματος· κατά γε μὴν ἄκρους ἑαυτοὺς ἐναργέστερον φαίνονται θερμότεροι, οὐκ ἐκ τῶν ἔξω μερῶν, ἀλλ’ ἐκ τῶν ἔνδον, ἔνθα τὸ σαρκῶδες αὐτῶν ἐστι. καὶ ἡ αἰτία πρόδηλος, εἴ γε μεμνήμεθα τῶν ἐπὶ ταῖς προσφοραῖς εἰρημένων. ἔνθα γὰρ ὑγρότης ᾖ δαψιλεστέρα σαφέστερον ἐν τούτοις χωρίοις ἡ θερμασία φαίνεται. προήκοντός γε μὴν τοῦ χρόνου καὶ οἱ πόδες αὐτῶν οἰδίσκονται, τῆς τοῦ σώματος ὅλου νεκρώσεως ἐκεῖθεν ἀρχομένης, ὡς ἂν ποῤῥωτάτω κειμένων μορίων τῆς ἀρχῆς. τηνικαῦτα ἤδη καὶ ἀνόρεκτοι γίνονται, νεκρουμένης δηλονότι τῆς ὀρεκτικῆς δυνάμεως ἅμα ταῖς ἄλλαις· καὶ φλύκταιναί τινες ἐπιγίνονται διαβρωτικῶν ἰχώρων ἀθροιζομένων ἐν σώματι. τοιαύτην
205
γὰρ αὐτῶν ὁ Ἱπποκράτης ἐδίδαξε τὴν γένεσιν εἶναι ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἡνίκα φησίν· ἐπιγίνονται μὲν ἐν τῷ δέρματι ἰχῶρες, ἐγκαταλαμβανόμενοι δὲ θερμαίνονται. οἱ γὰρ ἰχῶρες οὗτοι τὸ μὲν ἄλλο τοῦ δέρματος ὅσον μανώτερόν ἐστι διεξερχόμενοι κατὰ τὸ ἔξω πέρας αὐτοῦ πυκνότερον ὂν ἴσχονται. διϊστᾶσι δὲ τοῦτο καὶ ἀφιστᾶσιν ἀπὸ τοῦ ἔνδον ἀθροιζόμενοί τε κατ’ αὐτὸ τὰς φλυκταίνας ἐργάζονται.