In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Ἀγαθὴ μὲν ἥδε καὶ δικαίη καὶ κατὰ φύσιν ἡ ἐμβολὴ καὶ δή τι καὶ ἀγωνιστικὸν ἔχουσα ὅστις γε τοῖσι τοιούτοισιν ἥδεται κομψευόμενος. κρεμάσαι χρὴ τὸν ἄνθρωπον τῶν ποδῶν πρὸς μεσόδμην δεσμῷ δυνατῷ, μαλθακῷ δὲ καὶ πλάτος ἔχοντι, τοὺς δὲ πόδας ἔχειν χρὴ, ὅσον τέσσαρας δακτύλους ἀπ’ ἀλλήλων ἢ καὶ ἔλασσον· χρὴ δὲ καὶ ἐπάνωθεν τῶν ἐπιγουνίδων προσπεριβεβλῆσθαι πλατεῖ ἱμάντι καὶ μαλθακῷ ἀνατείνοντι ἐς τὴν μεσόδμην.

Τὸ χαριέντως τι πανουργεῖν εἰώθασιν οἱ Ἀττικοὶ κομψεύεσθαι λέγειν, ὅπερ καὶ νῦν σημαίνει παρὰ τῷ Ἱπποκράτει τὸ κομψευόμενος. καὶ γὰρ καὶ πρόσθεν εἷπεν ἐπὶ τῶν τῆς κλίμακος κατακλίσεων, ὡς ἐκχαυνοῦν τὸν πολὺν ὄχλον ἐπιτηδεύοντές τινες ἐπ’ αὐτὴν ἥκουσιν, ἀλλ’ ὅμως κἀκείνην ἔγραψεν, ἐπεὶ καὶ καλῶς αὐτῇ χρωμένους ἑώρα τοὺς καθ’ ἑαυτὸν ἰατρούς. οὕτως οὖν καὶ νῦν ὡς ἄν τις κάλλιστα διὰ κλίμακος κατατείνας ἐμβάλλοι μηρὸν ἐβουλήθη διδάξαι.

738
ἴσως δ’ ἄν ποτε καὶ χρησαίμεθα αὐτῇ μὴ παρόντος τοῦ βάθρου, περὶ οὖ μετὰ ταῦτα ἐρεῖ. κελεύει τοιγαροῦν ἐπὶ κλίμακος τὸν θεραπευόμενον δήσαντας ἱμᾶσιν κρεμάσαι τὴν κλίμακα πρὸς μεσόδμην ἀνατείναντας. οὕτως δὲ ὀνομάζεται τὸ μέγα ξύλον ἀπὸ τοῦ ἑτέρου τοίχου πρὸς τὸν ἕτερον διῆκον, ἔν τε τοῖς τῶν πανδοχείων οἴκοις τοῖς μεγάλοις ἐν οἶς ἱστᾶσι τὰ κτήνη καὶ κατ’ ἀγρὸν ὁμοίως ἐν τοῖς γεωργικοῖς οἴκοις. βούλεται δὲ τοὺς μὲν πόδας ἄνω πρὸς τὴν μεσόδμην ἐστράφθαι, τοῦ κατατεινομένου δὲ τὴν κεφαλὴν οὐ πολὺ τῆς γῆς ἀπέχειν, ἄλλως τε δυνηθῆναι τὸν ἐμβάλλοντα τὸ ἄρθρον ὀρθὸν παρεστῶτα ταῖς ἑαυτοῦ χερσὶ χρῆσθαι πρὸς τὴν ἐμβολὴν, ὡς ἐφεξῆς διδάσκει.

Τὸ δὲ σκέλος τὸ σιναρὸν τετάσθαι χρὴ, ὡς δύο δακτύλοισι μᾶλλον τοῦ ἑτέρου. ἀπὸ δὲ τῆς γῆς τὴν κεφαλὴν ἀπεχέτω, ὡς δύο πήχεας ἢ ὀλίγῳ πλέον ἢ ἔλασσον. τὰς δὲ χεῖρας παρατεταμένας παρὰ τὰς πλευρὰς προσδεδεμένος
739
ἔστω μαλθακῷ τινι. πάντα δὲ ταῦτα ὑπτίῳ κατακειμένῳ κατασκευασθήτω ὡς ὅτε ἐλάχιστον χρόνον κρεμάσηται· ὅταν δὲ κρεμασθῇ ἄνδρα, χρὴ εὐπαίδευτον καὶ μὴ ἀσθενέα ἐνείραντα τὸν πῆχυν μεσηγὺ τῶν μηρῶν.

Τοὺς μὲν δεσμοὺς ὅπως προσήκει περιβαλεῖν οἶς εἶπε μέρεσι τοῦ σώματος, ἐδήλωσε σαφῶς. ἰσχυροτέρους μέντοι κελεύει καὶ μαλθακοὺς ἀνατείνοντας εἶναι τοὺς κατὰ τὸ πεπονθὸς σκέλος εἰκότως. ὅλη γὰρ ἡ κατάτασις ἕνεκα τῆς ἐκείνου θεραπείας γίγνεται κατὰ τὸν κοινὸν ἁπάντων τῶν ἐμβαλλομένων λόγον. ἐπειδὴ γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ τῆς κοτύλης ἐκπεσοῦσα πρὸς τὴν ἐκτὸς χώραν ἧκεν ὑπὸ τῶν ἐνταῦθα μυῶν ἀνασπασθεῖσα. προσήκει δήπου πρότερον εἰς τὸ κάτω μέρος αὐτὴν ἀγαγεῖν ἅμα τῷ μηρῷ δηλονότι, κἄπειθ’ οὕτως ἀπῶσαι πρὸς τὴν ἐκτὸς χώραν, εἶτα ἐπειδὰν κατ’ εὐθὺ γένηται τῆς κοτύλης ἤτοι τοῖς μυσὶν ἐπιτρέψαι μόνοις τοὐντεῦθεν ἢ καὶ συνεπωθεῖν αὐτόν. εἴρηται δὲ ἤδη πολλάκις ὡς οἱ μύες ἅπαντες ἐπὶ τὰς ἑαυτῶν κεφαλάς

740
ἀνασπᾶσθαι πεφύκασι. συνανασπῶσιν οὖν δηλονότι καὶ τὸν μηρὸν ἑαυτοῖς, ἀνασπώμενος δ’ ἐμβήσεται τῇ κοτύλῃ τοῦ ἰσχίου κατὰ τὴν κεφαλὴν αὐτοῦ.

Εἶτα θέσθαι τὸν πῆχυν μεσηγὺ τοῦ περιναίου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ ἐξεστηκυίης, ἔπειτα συνάψαντα τὴν ἑτέρην χεῖρα πρὸς τὴν διῃρημένην παραστάντα ὀρθὸν παρὰ τὸ σῶμα τοῦ κρεμαμένου ἐξαπίνης ἐκκρεμασθέντα, μετέωρον αἰωρηθῆναι ὡς ἰσοῤῥοπώτατον. αὕτη δὲ ἡ ἐμβολὴ παρέχεται πάντα ὅσα χρὴ κατὰ φύσιν. αὐτό τε γὰρ τὸ σῶμα κρεμάμενον τῷ ἑωυτοῦ βάρει κατάτασιν ποιέεται, ὅ τε ἐκκρεμασθεὶς ἅμα μὲν τῇ κατατάσει ἀναγκάζει ὑπεραιωρεῖσθαι τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ τῷ ὀστέῳ τοῦ πήχεος ἀπομοχλεύειν καὶ ἀναγκάζειν εἰς τὴν ἀρχαίην φύσιν ὀλισθαίνειν. χρὴ δὲ παγκάλως μὲν τοῖσι δεσμοῖσιν ἐσκευάσθαι, φρονέοντα δὲ ὡς ἰσχυρότατον τὸν ἐξαιωρούμενον εἷναι. ὡς μὲν οὖν καὶ
741
πρόσθεν εἴρηται, μέγα τὸ διαφέρον ἐστὶ τῶν φυσίων τοῖσιν ἀνθρώποισιν ἐς τὸ εὐέμβλητα εἶναι καὶ δυσέμβλητα καὶ διότι μέγα διαφέρει, εἴρηται πρόσθεν ἐν τοῖς περὶ ὤμου.

Πλιχάδα μὲν ὀνομάζειν εἴωθεν ἅπαν τὸ μεταξὺ τῶν βουβώνων ἑκατέρου σκέλους. ἐν ταύτῃ δὲ τῇ πλιχάδι τὸ μέσον προσαγορεύει περίναιον, ὅπερ ἀπὸ τῆς ἐκφύσεως αἰδοίου καθήκει πρὸς τὴν ἕδραν. ἐν αὐτῷ δὲ καὶ τῆς κύστεως ὁ τράχηλος τέτακται· μεταξὺ δὲ τούτου γε κατὰ τὸ μῆκος ἐν τῇ πλιχάδι μέσῃ καὶ τῆς τοῦ μηροῦ κεφαλῆς ἀξιοῖ θέντα τὸν πῆχυν ἐπισυζεύξαντά τε τὴν ἑτέραν χεῖρα, καθότι σαφῶς αὐτὸς ἔγραψεν ἐκκρεμασθῆναι τὸν εἰς τὸ κάτω μέλλοντα τὴν κεφαλὴν ἐπισπάσαι τοῦ μηροῦ. γενήσεται δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μοχλεία πρὸς τὴν εἰς τὸ ἔξω μετάστασιν τοῦ ἄρθρου, χάριν τοῦ κατ’ εὐθὺ γενέσθαι τῆς κοτύλης τοῦ ἰσχίου τὴν κεφαλὴν τοῦ μηροῦ.

742
Ἐνίοισι γὰρ ὁ μηρὸς ἐμπίπτει ἀπ’ οὐδεμιῆς παρασκευῆς, ἀλλ’ ὀλίγης μὲν κατατάσιος, ὅσον τῇσι χερσὶ κατιθῦναι, βραχείης δὲ κιγκλίσιος.

Ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἀῤῥενικῶς εἶπε κιγκλισμὸν, οὕτω νῦν κίγκλισιν θηλυκῶς τὴν ἐπὶ βραχὺ γιγνομένην διακίνησιν. αὐτὸς γὰρ τὸ διακινῆσαι ῥῆμα κατὰ τῆς βραχείας κινήσεως, ἧσπερ μέμνηκε γράφων ἐμβολὴν ἐξηρθρηκυίας γένυος.

Πολλοῖσι δὲ συγκάμψασι τὸ σκέλος κατὰ τὸ ἄρθρον ἐνέπεσεν ἤδη ἀμφίσφαλσιν ποιησάμενον· ἀλλὰ γὰρ τὰ πολὺ πλείω οὐκ ἐνακούει τῆς τυχούσης παρασκευῆς. διὰ τοῦτο ἐπίστασθαι μὲν χρὴ τὰ κράτιστα περὶ ἑκάστου ἐν πάσῃ τῇ τέχνῃ, χρέεσθαι δὲ οἶσιν ἂν δόξη ἑκάστοτε. εἴρηνται μὲν οὖν τρόποι κατατασίων καὶ ἐν τοῖσιν ἔμπροσθεν γεγραμμένοισιν,
743
ὥστε χρέεσθαι τούτων ὅστις ἂν παρατύχῃ. δεῖ γὰρ ἀντικατατετάσθαι ἰσχυρῶς ἐπὶ θάτερα μὲν τοῦ σκέλεος, ἐπὶ θάτερα δὲ τοῖ σώματος. ἢν γὰρ εὖ καταταθῇ, ὑπεραιωρηθήσεται ἡ κεφαλὴ τοῦ μηροῦ ὑπὲρ τῆς ἀρχαίης ἕδρης· καὶ ἢν μὲν ὑπεραιωρηθῇ οὕτως, οὐδὲ κωλῦσαι ἔτι ῥηΐδιον ἵζεσθαι αὐτὴν ἐς τὴν ἑωυτῆς ἕδρην, ὥστε ἤδη πᾶσα ἀρκέει μόχλευσίς τε καὶ κατόρθωσις. ἀλλὰ γὰρ ἐλλείπουσιν ἐν τῇ κατατάσει, διὰ τοῦτο ὄχλον πλείω παρέχει ἡ ἐμβολή.

Ἐν τῷ κάμπτειν τὸ σκέλος κατὰ βουβῶνα μετέωρος ὅλος ὁ μηρὸς γίνεται. κατὰ τὴν τοιαύτην γοῦν ἐνέργειαν ἡ ἐκπεπτωκυῖα κεφαλὴ τοῦ μηροῦ διακινηθεῖσα τὰ κατὰ περίσφαλσιν εἴωθεν ἐκπίπτειν ἔστιν ὅτε. τὸ δὲ κατὰ περίσφαλσιν ἔστιν ὅτε ποῖόν τι δηλοῖ καὶ ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου καὶ τὸ κατ’ ἰσχίον ἐκπιπτόντων τε καὶ ἐκβαλλομένων γίνεται, διὰ τῶν ἔμπροσθεν αὐτὸς ἐδίδαξεν ἡνίκα διδάσκει ἐπὶ τούτων τῶν διαρθρώσεων μὴ δύνασθαι γενέσθαι

744
παράρθρημα, καθάπερ ἐπ’ ἀγκῶνος καὶ καρποῦ καὶ γόνατος καὶ σφυροῦ· διὰ γὰρ τὰς σφαιροειδεῖς μὲν εἶναι τὰς κεφαλὰς τῶν μηρῶν ὀστῶν, κυκλοτερῆ δὲ τὴν ὀφρὺν τῶν πρὸς αὐτὰς διαρθρουμένων κοιλοτήτων, οὐκ ἐνδέχεται μέρος μέν τι τῶν κεφαλῶν ἐν ταῖς κοιλότησιν εἶναι· μέρος δὲ οὐκ εἶναι, καθάπερ οὐδ’ ἐπὶ τῆς ὀφρύος ὀχεῖσθαι τῆς κοτύλης, ἀλλ’ εὐθέως ἀποκυλιομένας αὐτὰς ἢ εἴσω χωρεῖν ἢ ἔξω τῆς διαρθρώσεως. ἐπεὶ τοίνυν ἐλαχίστη ῥοπὴ τὴν ἐφ’ ἑκάτερα φορὰν τῆς κεφαλῆς οἰακίζει περίσφαλσιν ὠνόμασε τὸ γιγνόμενον.

Χρὴ οὖν οὐ μόνον παρὰ τὸν πόδα τὰ δεσμὰ ἐξηρτῆσθαι, ἀλλὰ καὶ ἄνωθεν τοῦ γούνατος, ὅκως μὴ κατὰ τὸ τοῦ γούνατος ἄρθρον ἐν τῇ τανύσει ἡ ἐπίδεσις ἔῃ μᾶλλον ἢ κατὰ τὸ τοῦ ἰσχίου ἄρθρον. οὕτω μὲν οὖν χρὴ τὴν κατάτασιν τὴν πρὸς τὸ τοῦ ποδὸς μέρος ἐσκευάσθαι· ἀτὰρ καὶ τὴν ἐπὶ θάτερα κατάτασιν μὴ μόνον ἐκ τῆς περὶ τὸ στῆθος καὶ τὰς μασχάλας περιβολῆς ἀντιτείνεσθαι, ἀλλὰ
745
καὶ ἱμάντι μακρῷ, διπτύχῳ, ἰσχυρῷ, προσηνεῖ, παρὰ τὸν περίναιον βεβλημένῳ παρατεταμένῳ ἐπὶ μὲν τὰ ὄπισθεν παρὰ τὴν ῥάχιν, ἐπὶ δὲ τὰ ἔμπροσθεν παρὰ τὴν κληῖδα προσηρτημένῳ τὴν ἀρχὴν τὴν ἀντικατατείνουσαν οὕτω διαναγκάζεσθαι, τοῖσι μὲν ἔνθα διατεινομένοισι, τοῖσι δὲ ἔνθα. ὅκως δὲ ὁ ἱμὰς ὁ παρὰ τὸν περίναιον μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ μηροῦ παρατεταμένος ἔσται, ἀλλὰ μεσηγὺ τῆς κεφαλῆς ἐπὶ τοῦ περιναίου. ἐν δὲ τῇ κατατάσει κατὰ μὲν τὴν κεφαλὴν τοῦ μηροῦ ἐρείσας τὴν πυγμὴν ἐς τὸ ἔξω ὠθεέτω. ἢν δὲ μετεωρίζηται ἑλκόμενος, διέρσας τὴν χεῖρα καὶ ἐπισυνάξας τῇ ἑτέρῃ χειρὶ ἅμα μὲν συγκατατεινέτω, ἅμα δὲ ἐς τὸ ἕξω συναναγκαζέτω· ἄλλος δέ τις τὸ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἡσύχως ἐς τὸ εἴσω μέρος κατορθούτω.

Ἐκ τῶν ποδῶν κρεμαμένου τοῦ ἀνθρώπου καὶ τὴν κεφαλὴν ἔχοντος κάτω, πᾶσι τοῖς ἄρθροις διατείνεσθαι συμβαίνει, βουλόμεθα δὲ ἡμεῖς ἓν μόνον ἄρθρον τὸ κατὰ τοὺς

746
βουβῶνας τοῦτο πάσχειν. εἰκότως οὖν τοῦ γόνατος ἐπιβάλλειν κελεύει δεσμὰ τῶν μηρῶν τὴν τάσιν ἄνω ποιούμενα· μόνοις γὰρ τοῖς κατὰ τὴν κνήμην, ἐὰν ἐπιτρέψωμεν ἀνέλκειν τὸ σκέλος οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον τῆς κατ’ ἰσχίον διαρθρώσεως ἔκτασιν εἶναι συμβήσεται τὴν κατὰ γόνυ τοῖς τείνουσι δεσμοῖς οὖσαν ἐγγυτέρω.

Εἴρηται δὲ καὶ πρόσθεν ὅτι ἐπάξιον ὅστις ἐν πόλει πολυανθρώπῳ ἰητρεύει ξύλον κεκτῆσθαι τετράγωνον, ὡς ἑξάπηχυ ἢ ὀλίγῳ μεῖζον, εὖρος δὲ ὡς δίπηχυ, πάχος δὲ ἀρκέει σπιθαμιαῖον.

Ἐν τῷ περὶ ἀγμῶν εἰρήκει περὶ τοῦδε τοῦ μηχανήματος, ὥστε κἀντεῦθεν ἐφέλκονται μαρτύριον ὧν λέγουσιν ἔνιοι περὶ τοῦ γεγράφθαι μὲν ὑφ’ Ἱπποκράτους ἓν βιβλίον ἐξ ἀρχῆς ἐπιγεγραμμένον κατ’ ἰητρεῖον, ὕστερον δὲ εἰς δύο τμηθῆναι διὰ τὸ μέγεθος ἐπιγραφῆναί τε ἕτερον μὲν πρότερον

747
αὐτοῦ μέρος περὶ ἀγμῶν, τὸ δὲ δεύτερον περὶ ἄρθρων. ὁποῖον δέ τι βούλεται τὸ μηχάνημα τοῦτ’ εἶναι δῆλόν ἐστι τοῖς τεθεαμένοις τὸ καλούμενον Ἱπποκράτειον βάθρον· οὕτω γὰρ ἐκ πολλοῦ σύνηθες ὀνομάζειν αὐτὸ τοῖς ἰατροῖς ἐστιν. ἔχουσι δὲ καὶ μιμήματα ταὐτοῦ μικρὰ οἱ πολλοὶ καὶ χρῶνται τῷ πλείῳ πάνυ πολὺ καὶ μόνον ἐστὶν αὔταρκες εἰς ἐμβολὰς ἄρθρων. εἰ δ’ ἄρα τις θέλει καὶ ἄλλοις χρῆσθαι, πρὸς μὲν τὰς ὁδοιπορίας τὸ πολύσπαστον καλούμενον ἐπιτήδειον, Ἀρχιμήδους δ’ αὐτό φασιν εὕρημα εἶναι, πρὸς δὲ τὰς ἐν πόλει χρείας στάσιμον μὲν ἄξιον λόγου τὸ τοῦ τέκτονος καλούμενόν ἐστιν ἢ τὸ τοῦ Ἀνδρέου, ἐφέδρανον δὲ τουτὶ τὸ Ἱπποκράτους βάθρον, ὅ τινες τῶν νεωτέρων ἰατρῶν, ἐπειδὴ ἐσκευάκασι ποικιλώτερον, ὥσπερ καὶ τὴν μηχανικὴν ἄμβην. ἐφεξῆς οὖν αὐτῷ γράφοντι τὴν κατασκευὴν τοῦ ὀργάνου προσέχετε τὸν νοῦν ἐφαρμόζοντες ἃ λέγει τοῖς τεθεαμένοις, ἐφ’ ὃ τεθέασθε βάθρον. μόνη γὰρ δεῖξις σαφηνίζει τὰ τοιαῦτα, καθάπερ εἴρηται καὶ πρόσθεν.
748
ἐπὶ μὲν οὖν τῶν ἀναγιγνωσκόντων παρ’ ἐμοὶ τὸ βιβλίον ἑτοίμως ποιοῦμαι παρακειμένου τοῦ ὀργάνου πολλάκις μὲν αὐτοῦ τοῦ μεγάλου, πολλάκις δὲ καὶ τῶν μιμημάτων αὐτοῦ τινος ἃ διὰ ταύτην μόνην τὴν χρείαν κατασκευάζομεν, ἵνα ἔχωμεν δεικνύναι τοῖς ἀναγιγνώσκουσιν. οὐ γὰρ δὴ δι’ αὐτῶν ἐστιν ἐμβαλεῖν ἄρθρον, ἀλλὰ νῦν γε τοῦτο μὲν ἀδύνατόν ἐστι πρᾶξαι. τὸ δ’ ἐξηγήσασθαί τι τῶν κατὰ τὴν λέξιν ἀσαφῶν δυνατὸν, ὅπερ ἔν τε τοῖς ἔμπροσθεν ἐποίησα, καὶ νῦν ἐν τοῖς ἐφεξῆς πράξω.

Ἔπειτα κατὰ μῆκος μὲν ἔνθεν καὶ ἔνθεν τομὴν ἔχειν χρὴ ὡς μὴ ὑψηλοτέρη τοῦ καιροῦ ἡ μηχάνησις εἴη.

Τὸ μὲν ἔνθεν καὶ ἔνθεν ἐξ ἀριστερῶν καὶ ἐκ δεξιῶν λέγει. δῆλον δὲ ἐκ τοῦ προσθεῖναι κατὰ μῆκος, ἀλλὰ καὶ τὸ παραμήκεα ταὐτόν ἐστι. τὴν γὰρ ἄνωθεν τῆς κεφαλῆς καὶ κάτωθεν τῶν ποδῶν τομὴν ἐγκαρσίαν ἂν εἰρήκει μᾶλλον

749
οὐ παραμήκη. ὃ δὲ σύμπασα φράσις ἑρμηνεύει τοιόνδ’ ἐστίν· οὐδὲν γὰρ χεῖρον αὐτὴν παραφράσαι σαφηνείας ἕνεκεν. ἔπειτα κατὰ μῆκος μὲν ἔνθεν καὶ ἔνθεν ἐντομὴν εἶναι χρὴ παραμήκη τοῦ ξύλου βάθος ἔχουσαν σύμμετρον, ὡς πρὸς μοχλείαν, ὅπως μὴ ὑψηλοτέρα τοῦ προσήκοντος ἡ μηχάνησις εἴη. τὸ γὰρ τοῦ καιροῦ λέγουσιν οἱ Ἕλληνες ἐνίοτε καὶ τοῦ προσήκοντος, ὅπερ καὶ δέον ὀνομάζουσιν. ἔστω τοιγαροῦν ἡ τομὴ τηλικαύτη τοῦ βάθρου, ὡς ἐν αὐτῇ στηρίζεσθαι μοχλὸν ἁρμόττοντα τῇ μελλούσῃ γενήσεσθαι μοχλείᾳ.

Ἔπειτα φλιὰς βραχείας, ἰσχυρὰς, ἐνηρμοσμένας, ὀνίσκους ἔχειν ἑκατέρωθεν.

Ὀνίσκους μὲν τοὺς ἄξονας ὀνομάζει, φλιὰς δὲ τὰ διαλαμβάνοντα τοὺς ἄξονας στηρίγματα. ταῦτα δὲ

750
βούλεται κατὰ τὸ μέγα ξύλον ἑκατέρωθεν ἐνηρμόσθαι, τὸ μὲν γὰρ ἐκ τῶν ἄνωθεν μερῶν τοῦ βάθρου, τὸ δὲ ἐκ τῶν κάτω. πρὸς γὰρ τοὺς ἄξονας τούτους τὰ πέρατα τῶν περιβαλλομένων τῷ κάμνοντι βρόχων ἐνανάπτει κατὰ τὸν καιρὸν τῆς ἀντιτάσεως.

Ἔπειτα ἀρκέει μὲν ἐν τῷ ἡμίσει τοῦ ξύλου, οὐδὲν δὲ κωλύει καὶ διὰ παντὸς ἐντετμῆσθαι ὡς καπέτους μακρὰς πέντε ἢ ἓξ διαλειπούσας ἀπ’ ἀλλήλων τέσσαρας δακτύλους. αὐτὰς δὲ ἀρκέει εὖρος τριδακτύλους εἶναι καὶ βάθος οὕτως.

Καπέτους μὲν οὐκ ὀλίγοι τῶν παλαιῶν εἰρήκασι τὰς τάφρους. ὁ δὲ Ἱπποκράτης νῦν ἐκ μεταφορᾶς κέχρηται τῇ προσηγορίᾳ τὰς ἐκτετμημένας τῷ βάθρῳ κοιλότητας ἑρμηνεῦσαι βουλόμενος, ἕνεκα τοῦ στηρίζεσθαι κατ’ αὐτὰς τοὺς μοχλοὺς, ἅς τινας κοιλότητας ἀξιοῖ μάλιστα μὲν ἐν τῷ ἡμίσει τοῦ ξύλου, τουτέστι τῷ κάτω διαγλύψαι. κωλύειν δὲ

751
οὐδὲν ἐκ περιουσίας φησὶν, εἰ καὶ κατὰ τὸ ἄνω μέρος εἶεν· οὐ μόνον γὰρ τὸ κατ’ ἰσχίον ἄρθρον ἐμβάλλουσιν ἡμῖν ἐστι χρήσιμον τὸ νῦν ἑρμηνευόμενον ὄργανον, ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφονδύλους πάντα καὶ τὸν ὦμον. εἶναι δὲ χρὴ πλείους ταύτας, ἐπειδὴ καὶ ταῖς ἡλικίας καὶ τοῖς μεγέθεσιν, ὅλῃ τῇ σχέσει τοῦ σώματος ἀλλήλων διαφέρουσιν οἱ θεραπευόμενοι. τὸ μέγεθος δ’ αὐτῶν ὁπηλίκον εἶναι κελεύει καὶ τὴν διάστασιν, ἣν ἀλλήλων ἀπέχουσιν, αὐτὸς ἔγραψε σαφῶς.

Ἔχειν δὲ κατὰ μέσον τὸ ξύλον καὶ καταγλυφὴν χρὴ βαθυτέρην ἐπὶ τετράγωνον ὡς τριῶν δακτύλων καὶ ἐς μὲν τὴν καταγλυφὴν ταύτην, ὅταν δοκέῃ προσδεῖν ξύλον, ἐμπηγνύναι ἐναρμόζον τῇ καταγλυφῇ, τὸ δὲ ἄνω στρογγύλον, ἐμπηγνύναι δὲ ἐπήν ποτε δοκέει ξυμφέρειν, μεσηγὺ τοῦ περιναίου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ. τοῦτο τὸ ξύλον ἑστεὸς κωλύει τὴν ἐπίδεσιν ἐπιδιδόναι τὸ σῶμα τοῖσι
752
πρὸς ποδῶν ἕλκουσιν. ἐνίοτε γὰρ ἀρκέει αὐτὸ τὸ ξύλον τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιος, ἐνίοτε δὲ καὶ κατατεινομένου τοῦ σκέλεος ἔνθεν καὶ ἔνθεν αὐτὸ τὸ ξύλον τοῦτο χαλαρὸν ἐγκείμενον ἢ τῇ ἢ τῇ ἐκμοχλεύειν ἐπιτήδειον ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὸ ἔξω μέρος. διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντέτμηνται, ὡς καθ’ ὁκοίην ἂν αὐτέων ἁρμόσῃ ἐμβαλλόμενος ξύλινος μοχλὸς μοχλεύοι ἢ παρὰ τὰς κεφαλὰς τῶν ἄρθρων ἢ κατὰ τὰς κεφαλὰς τελέως ἐρειδόμενος ἅμα τῇ κατατάσει, ἤν τε ἐς τὸ ἔξω μέρος συμφέρῃ ἐκμοχλεύεσθαι, ἤν τε ἐς τὸ εἴσω.

Ἐντετμῆσθαι βούλεταί τινα τοῦ βάθρου κοιλότητα πρὸς ὑποδοχὴν ἐπιτηδείαν τοῦ μέλλοντος ἵστασθαι κατ’ αὐτὸ ξύλον μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας κεφαλῆς τοῦ μηροῦ. σαφῶς δὲ αὐτὸς ἐδήλωσε, τίνος ἕνεκα ἵστησιν ἐν τῷ κατατείνειν τὸ ξύλον τοῦτο, καθάπερ καὶ τἆλλα πάντα τὰ ἐφεξῆς ἃ λέγει. διὰ δὲ τοὺς νωθροτέρους

753
τὴν διάνοιαν οὐκ ὀκνήσω παράφρασιν τὴν αὐτὴν εἰπεῖν. τὸ τοίνυν ξύλον τοῦτο μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας τοῦ μηροῦ κεφαλῆς ὀρθὸν ἱστάμενον ἀντιστήριγμα γίνεται τῇ κάτω τάσει. λέλεκται γὰρ ἤδη πολλάκις ἔμπροσθεν, εἰ μή τις ἀντιτείνει πρὸς τὴν ἐναντίαν χώραν τοῦ κατατεινομένου κώλου, συνακολουθῶν ὁ κάμνων ἐκλύσει τὴν τάσιν. ἐργάζεται μὲν τοῦτο καὶ ἡ διὰ τῶν ἄνω βροχῶν ἀντίτασις, ἀσφαλείας δὲ ἕνεκα καὶ τούτῳ τῷ ξύλῳ χρῆται καὶ μέντοι καὶ μοχλεύει ποτ’ αὐτὸ ποιήσας τηνικαῦτα χαλαρόν.

Καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν ξυμφέρῃ εἶναι, ἤν τε πλάτος ἔχοντα, ἄλλος γὰρ ἄλλῳ τῶν ἄρθρων ἁρμόζει. εὔχρηστος δέ ἐστιν ἐπὶ πάντων τῶν ἄρθρων ἐμβολῆς τῶν κατὰ τὰ σκέλεα αὕτη ἡ μόχλευσις σὺν κατασείσει, περὶ οὗ νῦν ὁ λόγος ἐστί· στρογγύλος ἁρμόζει ὁ μοχλὸς εἶναι ἀπὸ τουτέων τῶν μηχανέων καὶ ἀναγκαῖον οὐδὲν ἄρθρον
754
μοὶ δοκέει οἶόν τε εἶναι, ἀπορηθῆναι τοῦ ἐμπεσεῖν. εὕροι δ’ ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου ἐμβολῆς.

Αὐτὸς ἐφεξῆς ἐρεῖ στρογγύλῳ μὲν χρῆσθαι μοχλῷ μοχλεύοντας ἔξω τὸν μηρὸν, ὅπερ αὐτῷ νῦν πρόκειται τὴν ἔσωθεν μετάστασιν ἐμβάλλοντι κεφαλήν. ἐπὶ δὲ τῆς ἔξωθεν μεθεστηκυίας τῷ πλατεῖ χρῆται μοχλῷ· νῦν μὲν γὰρ βούλεται πορευθῆναι μεταξὺ τοῦ περιναίου καὶ τῆς ἐκπεπτωκυίας κεφαλῆς αὐτὸν ἄνωθέν πως μᾶλλον πειρωμένης τῆς κεφαλῆς τιθέναι· κατὰ δὲ τὴν ἔξω μετάστασιν εὐρυχωρίας οὔσης ἱκανῆς ἀσφαλεστέραν ἕξει περίβασιν ὁ πλατὺς μοχλὸς, ὡς καὶ μετ’ ὀλίγον αὖθις εἰρήσεται κατὰ τὸν ἴδιον αὐτοῦ λόγον.

Εἰ γὰρ τὸ ξύλον τοῦτο τὸ μέγα ἔχει κατὰ μέσον καὶ ἐκ πλαγίων φλιὰς δύο ποδιαίας, ὕψος δὲ ὅκως δοκέει ξυμφέρειν
755
τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ, ἔπειτα διέρσαι τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχοι ἐναρμόσον. ἀτάρ τι πρὸς τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον ᾗ ἐκπέπτωκε, ῥηΐδιον χρὴ ἁρμόζειν. τὸν γὰρ κλιμακτῆρα ὑψηλότερον χρὴ ποιέειν τοῦ μετρίου καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ ὑποτείνειν ὑπὸ τὸ σῶμα.

Ὅτι μὴ μόνα τὰ τῶν ἀξόνων στηρίγματα φλιὰς ὀνομάζει, δῆλον ἐκ τῆσδε τῆς ῥήσεως ἐποίησε. τῇ γὰρ κατὰ τὸ μῆκος ὅλου τοῦ βάθρου μέσῃ χώρᾳ τέταταί τι ξύλον ἐγκάρσιον, οἷον κλιμακτῆρα διατείνας ἀπὸ δεξιῶν ἐπὶ ἀριστερὰ διῆκον, ὑπὲρ αὐτὸ κατατείνειν τὸ ἔξαρθρον σκέλος οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ξύλου αὐτῷ προσῆχθαι κατὰ μῆκος ἄνωθεν κάτω διῆκον, ὥστε μετ’ ἐκείνου τοῦ ξύλου τὸ σκέλος ὑπὲρ τὸν κλιμακτῆρα καταναγκάζεσθαι. πρόδηλον δ’ ὅτι τὸ ὑγιὲς σκέλος ὑποκάτω τοῦ κλιμακτῆρος ἔχειν προσήκει

756
τὸν θεραπευόμενον ἐν τῇ μεταξὺ χώρᾳ τῶν φλιῶν· οὕτως γὰρ ὠνόμασε τὰ στηρίγματα τοῦ κλιμακτῆρος ἓν ἑκατέρωθεν ἐναρμόσας αὐτῷ τῷ βάθρῳ. δῆλον οὖν ὡς κατὰ μεταφορὰν ἀπὸ τῶν κατὰ τὰς θύρας φλιῶν ὠνόμασε καὶ τὰς κατὰ τὸ βάθρον ὡσαύτως.

Ἔπειτα χρὴ ξύλον ἔχοντα πλάτος μέτριον καὶ μῆκος ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι ἱκνεόμενον ἐπέκεινα τῆς κεφαλῆς τοῦ μηροῦ ὡς οἷόν τε. προσκαταδεδέσθαι δὲ χρὴ πρὸς τὸ σκέλος ὁκοσαχῶς ἢν μετρίως ἔχῃ.

Ὅτι τὸ ξύλον προσκαταδεῖ τὸ σκέλος ὅλον, εἴρηταί μοι καὶ πρόσθεν, ἀλλὰ νῦν γε τοῦ ξύλου τὴν ἄνωθεν ἀρχὴν ὑψηλοτέραν ἀξιοῖ ποιεῖσθαι τῆς κεφαλῆς τοῦ μηροῦ προσθεὶς τῷ λόγῳ, τὸ οἶόν τε. πάνυ γάρ ἐστι χαλεπὸν ὃ λέγει ποιῆσαι, πλὴν εἰ τὸ μὲν εἰς τὸν βουβῶνα τοῦ μακροῦ ξύλου στηριζόμενον εἰργάσαιτό τις ταπεινότερον, ὑψηλότερον δὲ τὸ

757
ἔξω πέρας ὁμαλόν τε καὶ ἰσόϋψον ἂν εἴη πάνυ χαλεπόν ἐστιν, ἅμα μὲν στηρίζειν αὐτοῦ τὴν ἀρχὴν ἐν τῷ βουβῶνι, ἅμα δὲ ὑπερέχουσαν ποιεῖν τῆς κεφαλῆς τοῦ μηροῦ κατὰ τὴν νῦν προκειμένην ἔκπτωσιν ὑψηλοτέραν οὖσαν τοῦ βουβῶνος.

Κἄπειτα κατατεινομένου τοῦ σκέλεος εἴτε ξύλῳ ὑπεροειδέϊ εἴτε τουτέων τινὶ τῶν κατατασίων, ὁμοῦ χρὴ καταναγκάζεσθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα ἐς τὸ κάτω μέρος ξὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ. τὸν δέ τινα κατέχειν τὸν ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον· καὶ γὰρ οὕτως ἅμα μὲν ἡ κατάτασις ὑπεξαίροιτο τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ εἰς τὴν ἀρχαίην φύσιν. αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ καὶ πᾶσαι κρείσσους τῆς ξυμφορῆς, ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζοι. ὥσπερ δὲ καὶ πρόσθεν εἴρηται, πουλύ τι ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλοτέρης κατασκευῆς τοῖσι πλείοσιν ἐμπίπτει.
758

Ἀναταθέντος τοῦ μηροῦ περὶ τὸν κλιμακτῆρα ταπεινότερον γίγνεται τὸ ἐκπεπτωκὸς ἄρθρον. ἐπιτήδειον δὲ τοῦτο πρὸς τὴν ἐμβολήν ἐστιν, ἐπειδὴ ταπεινότερος νῦν ἡ ὀφρὺς τῆς κοτύλης γέγονε τῆς κεφαλῆς τοῦ μηροῦ· καὶ νῦν εἰ χωρὶς μὲν τῆς κοτύλης τὴν ὀφρὺν ὑπερβῆναι τὸ ἐκπεπτωκὸς ἄρθρον οὐχ οἷόν τέ ἐστιν αὐτὸ πάλιν ἐμπεσεῖν, ἀπεχώρισε δὲ ἀνωτέρω τῆς ὀφρύος, ἄριστον ἂν εἴη ταπεινὸν αὐτὸ ποιήσαντα κατατείνειν. ἐξαρτῆσαι δὲ δηλονότι δεῖ τοὺς κατατείνοντας αὐτῷ βρόχους ἤτοι ξύλου τινὸς ὑπεροειδοῦς ἀντιστηριζομένου τῷ κάτω πέρατι πρὸς ἑδραῖόν τι κατὰ τοὔδαφος κείμενον· εἰ δὲ μὴ διὰ τοῦ τοιούτου ξύλου βούλοιο τὴν κατανάγκασιν ποιεῖσθαι, τῷ πρὸς τῶν ποδῶν ἄξονι τοῦ βάθρου περιβαλεῖν τὰ πέρατα τῶν κατατεινόντων ἱμαντίων. τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ φάναι εἴτε τούτων τινὶ, εἴτε τῶν κατατασίων, λέγων τούτων δηλονότι τῶν προειρημένων πρὸς διαστολὴν τοῦ ὑπεροειδοῦς ξύλου. τὰ δ’ ἐφεξῆς τῆς ῥήσεως τῆσδε δῆλα.

759
Ἢν δὲ ἐς τὸ ἔξω ἡ κεφαλὴ τοῦ μηροῦ ὀλισθῇ, τὰς μὲν κατατάσιας ἔνθα καὶ ἔνθα χρὴ ποιέεσθαι, ὥσπερ εἴρηται τοιουτοτρόπως. τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχλῷ μοχλεύειν χρὴ ἅμα τῇ κατατάσει ἐκ τοῦ ἔξω μέρους ἐς τὸ εἴσω ἀναγκάζοντα, κατά τε αὐτὸν ἤδη τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρω. ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις τῇσι χερσὶν, ὡς μὴ ὑπείκῃ τὸ σῶμα ἢ ἑτέρῳ τινὶ τοιούτῳ μοχλῷ ὑπερβάλλων καὶ ἐρείσας ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν ἀντικατασχέτω. τοῦ δὲ μηροῦ τοῦ ἐξηρθρηκότος τὸ παρὰ τὸ γόνυ εἴσωθεν ἔξω παραγέτω ἡσύχως. ἡ δὲ κρέμασις οὐχ ἁρμόσει τούτῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος τοῦ ἄρθρου· ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλης. τὴν μέντοι ξὺν τῷ ὑποκειμένῳ ξύλῳ μόχλευσιν μηχανήσαιτ’ ἄν τις, ὥστε ἁρμόζειν καὶ τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἔξωθεν προσαρτέον. ἀλλὰ τί καὶ δεῖ πλείω λέγειν; ἢν γὰρ ὀρθῶς
760
μὲν καὶ εὖ κατατείνηται, ὀρθῶς δὲ μοχλεύηται, τί οὐκ ἂν ἐμπέσοι ἄρθρον οὕτως ἐκπεπτωκός;

Ἐὰν κατατείνῃ τις ἰσχυρῶς τὸ σκέλος οὐδὲ τῆς διὰ τοῦ ξύλου μοχλείας ἐστὶ χρεία. καὶ γὰρ αἱ χεῖρες ἡμῶν ἱκαναὶ περιλαβοῦσαι κατὰ τὸν γλουτὸν ἔξωθεν ὅλον τὸ πέρας τοῦ μηροῦ πρὸς τὴν ἔσω χώραν ἀπῶσαι, μέχρις ἂν κατ’ εὐθὺ γένηται τῆς κοτύλης. εὔδηλον δὲ ὅτι στρογγύλος μοχλὸς ἀνεπιτήδειός ἐστιν εἰς τὴν τοιαύτην μοχλείαν, ὅπου γε καὶ ὁ πλατὺς ἐνδεής ἐστιν, εἰ μὴ τοιοῦτος εἴη καθ’ ἃ περιλαμβάνει τὸν γλουτὸν, ὁποίαν ἐκέλευσε ποιεῖν ἡμᾶς τὴν καλουμένην ἄμβην. αὐτὸς γοῦν εἴρηκε κατὰ λέξιν, ὡς κατ’ αὐτόν γε τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγον ἀνωτέρω, οὕτως ἐπιχειρεῖν χρὴ τῇ μοχλείᾳ. τοῦτο δὲ τὸ ὀλίγον ἀνωτέρω σιμοτέρου δεῖται τοῦ περιλαμβάνοντος οὐκ εὐθέως ἀκριβῶς. τὰ δ’ ἐφεξῆς πάντα δῆλα καὶ τῆσδε τῆς ῥήσεως.

761
Ἢν δὲ ἐς τοὔπισθεν μέρος ἐκπεπτώκῃ ὁ μηρὸς, τὰς μὲν κατατάσιας καὶ ἀντιτάσιας, οὕτω δεῖ ποιέεσθαι καθάπερ εἴρηται. ἐπιστορέσαντα δὲ ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον, ὡς μαλακώτατον ἔῃ, πρηνέα κατακλίναντα τὸν ἄνθρωπον οὕτω κατατείνειν, ἅμα δὲ τῇ κατατάσει χρὴ τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον, ὡς τὰ ὑβώματα κατ’ ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα καὶ μᾶλλον ἐς τὸ κάτω μέρος ἢ ἐς τὸ ἄνω τῶν ἰσχίων· καὶ ἡ ἐντομὴ ἐν τῷ τοίχῳ τῇ σανίδι μὴ εὐθεῖα ἔστω, ἀλλ’ ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρος· αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός ἐστι καὶ ἅμα ἰσχυροτάτη. ἀρκέσειε δ’ ἂν ἴσως ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα ἢ τῇσι χερσὶν ἐρεισάμενον ἢ ἐπιβάντα ἐξαπίνης ὁμοίως ἐπαιωρηθῆναι ἅμα τῇ κατατάσει. ἄλλη δὲ οὐδεμίη ἐμβολὴ τῶν προειρημένων κατὰ φύσιν ἐστὶ τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματος.
762

Καὶ τὰ περὶ τοῦ τρόπου τούτου τῆς ἐκπτώσεως εἰρημένα πάντ’ ἐστὶ σαφῆ τοῖς μεμνημένοις τῶν προειρημένων. ἀξιοῖ γὰρ οὐχ ὡς τοὺς προτέρους, οὕτω καὶ τοῦτον ὕπτιον κατακλίνειν, ἀλλ’ ἐπὶ τὴν γαστέρα· τοῦτο γὰρ δηλονότι τὸ πρηνές ἐστι σχῆμα. κατατείναντα δὲ ἰσχυρῶς ἐκ τῶν ὀπίσω μερῶν εἰς τὸ πρόσω χρὴ τὸ ἄρθρον ὠθεῖν. ἐν δὲ τῇ νῦν κατακλίσει τὸ μὲν ὀπίσω μέρος ἄνωθεν γίνεται, τὸ πρόσω δὲ ὑποκάτω τούτου. διὸ προσήκει τὸν ἐμβάλλοντα καταναγκάζειν εἰς τὸ κάτω τὴν κεφαλὴν τοῦ μηροῦ καὶ τοῦθ’ ἱκανώτατον μὲν ἡ διὰ τῆς σανίδος σήπωσις ἐργάζεται. δύναιτο δ’ ἄν τις αὐτὸ καλῶς πρᾶξαι κατ’ αὐτὴν τὴν ἐξοχὴν ἐπικαθίσας μετὰ τοῦ προσεμβληθῆναι βιαίως· ἀλλ’ ἐὰν τὸ τῆς ἰδίας πυγῆς ἐξέχον, ἐρείσει κατὰ τῆς ἐξηρθρηκυίας κεφαλῆς, οὐδὲν ὀνήσει τὸν κάμνοντα. δεῖται τοίνυν τοῦτο τὸ ἔργον ἀνδρὸς ἐπιμελοῦς τε καὶ συνετοῦ.

Ἢν δὲ ἐς τὸ ἔμπροσθεν ὀλισθῇ, τῶν μὲν κατατασίων ὁ αὐτὸς τρόπος ποιητέος. ἄνδρα δὲ χρὴ ὡς ἰσχυρότατον ἀπὸ
763
χειρῶν καὶ ὡς εὐπαιδευτότατον ἐρείσαντα τὸ θέναρ τῆς χειρὸς ἑτέρης παρὰ τὸν βουβῶνα καὶ τῇ ἑτέρῃ χειρὶ τὴν ἑωυτοῦ χεῖρα προσκαταλαβόντα, ἅμα μὲν ἐς τὸ κάτω ὠθέειν τὸ ὀλίσθημα, ἅμα δὲ ἐς τὸ ἔμπροσθεν τοῦ γούνατος μέρος. οὗτος γὰρ ὁ τρόπος τῆς ἐμβολῆς μάλιστα κατὰ φύσιν τούτῳ τῷ ὀλισθήματί ἐστιν· ἀτὰρ καὶ ὁ κρεμασμὸς ἐγγύς τι τοῦ κατὰ φύσιν. δεῖ μέντοι τὸν ἐκκρεμάμενον ἔμπειρον εἶναι, ὡς μὴ ἐκμοχλεύοι τῷ πήχεϊ τὸ ἄρθρον, ἀλλὰ περὶ μέσον τὸν περίναιον καὶ κατὰ τὸ ἱερὸν ὀστέον τὴν ἐκκρέμασιν ποιέεται.

Ἐπὶ τὴν τετάρτην διαφορὰν τῆς ἐκπτώσεως τοῦ κατ’ ἰσχίον ἄρθρου μεταβὰς, σαφέστατα πάντα τὰ περὶ αὐτοῦ εἶπε καὶ μάλιστα τῶν μεμνημένων τῶν ἔμπροσθεν ὥστε οὐδὲν ἡμᾶς τῶν ἐνταῦθα δεῖ παραφλυαρεῖν.

Εὐδοκιμέει δὲ καὶ ὁ πειραθεὶς ἀσκῷ τοῦτο τὸ ἄρθρον ἐμβαλέσθαι. καὶ ἤδη μέν τινας εἶδον, οἵτινες ὑπὸ
764
φαυλότητος καὶ τὰ ἔξω ἐγκεκλιμένα καὶ τὰ ὄπισθεν ἀσκῷ ἐπειρῶντο ἐμβαλεῖν, οὐ γινώσκοντες ὅτι ἐξέβαλλον αὐτὸ μᾶλλον ἢ ἐνέβαλλον. ὁ μέντοι πρῶτος ἐπινοήσας δῆλον ὅτι πρὸς τὰ εἴσω ὠλισθηκότα ἀσκῷ ἐμβάλλειν ἐπειρήσατο, ἐπίστασθαι μὲν οὖν χρὴ, ὅτι ἕτερα πολλὰ ἀσκοῦ κρείσσω ἐστί. χρὴ δὲ τὸν μὲν ἀσκὸν κατατιθέναι ἐς τοὺς μηροὺς ἀφύσητον ἐόντα, ὡς ἂν δύναιτο ἀνωτάτω πρὸς τὸν περίναιον ἀνάγοντα. ἀπὸ δὲ τῶν ἐπιγουνίδων ἀρξάμενον ταινίῃ πρὸς ἀλλήλους τοὺς μηροὺς καταδῆσαι, ἄχρι τοῦ ἡμίσεος τῶν μηρῶν, ἔπειτα ἐς ἕνα τῶν πολλῶν τὸν λελυμένον ἐνθέντα αὐλὸν ἐκ χαλκείου φυσᾶν καὶ ἐσαναγκάζειν ἐς τὸν ἀσκὸν, τὸν δὲ ἄνθρωπον πλάγιον κατακέεσθαι τὸ σιναρὸν σκέλος ἐπιπολῆς ἔχοντα. ἡ μὲν οὖν παρασκευὴ αὕτη ἐστί· σκευάζονται δὲ κάκιον οἱ πλεῖστοι ἢ ὡς ἐγὼ εἴρηκα· οὐ γὰρ καταδέουσι τοὺς μηροὺς ἐπὶ συχνὸν, ἀλλὰ μοῦνον τὰ γούνατα καὶ οὐ προσκατατείνουσι. χρὴ δὲ καὶ προσκατατείνειν, ὅμως δὲ ἤδη τινὲς ἐνέβαλον, ῥηϊδίου
765
πράγματος ἐπιτυχόντες. εὐφόρως δὲ οὐ πάνυ ἔχει διαναγκάζεσθαι οὕτως. ὅ τε γὰρ ἀσκὸς ἐμφυσώμενος οὐ τὰ ὀγκηρότατα αὐτοῦ ἔχει πρὸς τῷ ἄρθρῳ τῆς κεφαλῆς, ἣν δεῖ μάλιστα ἐκμοχλεύσασθαι, ἀλλὰ κατὰ τὸν ἑωυτὸν, αὐτὸς μέσος καὶ τῶν μερῶν ἴσως ἢ κατὰ τὸ μέσον ἢ ἔτι κατωτέρω. οἵ τε αὖ μηροὶ γαυσοὶ πεφύκασιν· ἄνωθεν γὰρ σαρκώδεές τε καὶ ξύμμηροι, ἐς δὲ τὸ κάτω ὑπόξηροι, ὥστε καὶ ἡ τῶν μηρῶν φύσις ἐπαναγκάζει τὸν ἀσκὸν ἀπὸ τοῦ ἐπικαιροτάτου χωρίου· εἴτε οὖν τις μικρὸν ἐνθήσει τὸν ἀσκὸν, μικρὴ ἡ ἰσχὺς ἐοῦσα ἀδύνατόν ἐστιν ἀναγκάζειν τὸ ἄρθρον. εἰ δὲ δεῖ ἀσκῷ χρέεσθαι ἐπὶ πολὺ οἱ μηροὶ ξυνδετέοι πρὸς ἀλλήλους καὶ ἅμα τῇ κατατάσει τοῦ σώματος ὁ ἀσκὸς φυσητέος. τὰ δὲ σκέλεα ἀμφότερα ὁμοῦ καταδεῖν ἐν τούτῳ τῷ τρόπῳ τῆς ἐμβολῆς ἐπὶ τὴν τελευτήν.

Καὶ τὸν διὰ τοῦ ἀσκοῦ τρόπον τῆς ἐμβολῆς οὐκ ἐπαινῶν, ὅμως ὡς ἄν τις ἄριστα καὶ τούτῳ χρήσαιτο διδάσκει, σαφῶς ἅπαντα διερχόμενος.

766
Χρὴ δὲ περὶ πλείστου μὲν ποιέεσθαι ἐν πάσῃ τῇ τέχνῃ, ὅκως ὑγιὲς μὲν ποιήσῃς τὸ νοσέον. εἰ δὲ πολλοῖσι τρόποισιν οἷόν τε εἴη ὑγιέας ποιέειν τὸν ἀοχλότατον χρὴ αἱρέεσθαι· καὶ γὰρ ἀνδραγαθικώτερον τοῦτο καὶ τεχνικώτερον, ὅστις μὴ ἐπιθυμέει δημοειδέος κιβδηλίης, περὶ οὗ νῦν ὁ λόγος ἐστί. τοιοίδε τ’ ἄν τινες κατοικίδιοι κατατάσιες εἶεν τοῦ σώματος, ὥστε ἐκ τῶν παρεόντων τὸ εὔπορον εὑρίσκειν.

Οὗτος ὕστατος αὐτῷ λόγος ἐστὶ παρακελευομένῳ τὴν εὐπορίαν ἀσκεῖν τῶν ἐπιτηδείων πρὸς τὴν θεραπείαν, ὥστε κἂν μήτε τὸ βάθρον παρῇ, μήτε ἄλλο τι τῶν προειρημένων ἐπινοεῖν αὐτὸν ὅμοιόν τι, περὶ ὧν ἐφεξῆς σαφέστατα διῆλθεν, ὡς μηδὲν αὐτῶν δεῖσθαι μηδὲ βραχυτάτης ἐξηγήσεως. ἅπαντα γάρ ἐστι σαφέστατα τοῖς γε μεμνημένοις

767
τῶν προειρημένων, ὃ δὲ μοι δοκεῖ ἀσαφέστερον εἶναι τοῦτο προσγράψω.