In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Περὶ ἔνια καὶ τῶν ἐκ γενεῆς γινομένων ὀλισθημάτων, ἢν μικρὸν ὀλισθῇ, οἷά τε ἐς τὴν φύσιν ἄγεσθαι καὶ μάλιστα παρὰ τὰ τοῦ ποδὸς ἄρθρα.

Ἐκ γενεῆς ἔνιοι μὲν οὖν ἐπὶ τῶν συγγενομένων εἰρῆσθαί φασιν, ἔνιοι δ’ ἐπὶ τῶν οὐ μετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι. τούτοις μὲν οὖν μαρτυρεῖ τὰ εἰρημένα

668
ἐφεξῆς καὶ προφανῶς ἁμαρτάνουσιν οἱ περὶ μόνων τῶν γεννηθέντων ἀκούοντες· ἄμεινον γὰρ ἐπ’ ἀμφοτέρων ἡγεῖσθαι λελέχθαι τὸν λόγον. ὅτι δὲ τοῖς ἑτέροις μαρτυρεῖ τὰ ἐφεξῆς εἰρημένα μικρὸν ὕστερον ἐπιδείξομεν, ὅταν ἐκείνην ἐξηγώμεθα τὴν ῥῆσιν.

Ὁκόσοι ἐκ γενεῆς κυλλοὶ γίνονται.

Τὴν ἐπὶ τὰ ἔξω διαστροφὴν τοῦ σκέλους αὐτὸς ἔμπροσθεν ὠνόμασε κύλλωσιν, ἐφ’ ἧς ἔφη συμβαίνειν ῥέπειν ἔσω τὸν πόδα. ἄρθρα δὲ ποδὸς εἶπεν, ἐπειδὴ πλείω τὸν ἀριθμόν εἰσι γιγνόμενα μὲν ἅπαντα κατὰ τὰς κατὰ τὸν ἀστράγαλον διαρθρώσεις, οὐ μὴν ἑνὸς ὀστοῦ τὴν διάρθρωσιν ἔσχετο πρὸς αὐτόν· ἡ μὲν γὰρ περόνη κατὰ τὸ ἔξω μέρος, ἡ δὲ κνήμη κατὰ τὸ ἔνδον ἑκατέρα μεγάλαις ἀποφύσεσιν αὐτὸν περιλαμβάνει, τὸ δὲ πρόσω μέρος αὐτοῦ περιφερὲς ὂν, οἷον κεφαλήν τινα ἔχει πεφυκυῖαν ἐπ’ αὐχένι περιλαμβανομένην

669
ὑπὸ κοιλότητος ὀστοῦ τοῦ καλουμένου σκαφοειδοῦς καὶ κατὰ ταύτην γε μάλιστα τὴν διάρθρωσιν ἀνατείνεσθαί τε σιμουμένῳ τῷ ποδὶ καὶ πρὸς τὴν ὀπίσω χώραν ἀπάγεσθαι συμβαίνει· καὶ μὴν κἀκ τῶν κάτω μὲν ὁ ἀστράγαλος πρὸς τὴν πτέρναν διαρθροῦται, καθ’ ὃν εἴρηται τρόπον ἐν τῷ περὶ ὀστῶν ὑπομνήματι καὶ γεγυμνάσθαι συνεβούλευσα τὸν μέλλοντα ταῖσδε ταῖς ἐξηγήσεσιν ὁμιλέειν. ἀλλ’ αἵ γε κυλλώσεις τοῦ ποδὸς μάλιστα γίνονται πρὸς τὴν ἔξω χώραν ἀφικνουμένης τῆς κνήμης ὡς αἰωρεῖσθαί τε καὶ ἀστήρικτον κρέμασθαι τὴν κάτω τῆς περόνης ἐπίφυσιν, ἣ περιλαμβάνει τὸν ἀστράγαλον ἔξωθεν.

Τὰ πλεῖστα τούτων ἰήσιμά ἐστιν, ἢν μὴ πάνυ ἡ ἔκκλισις εἴη ἢ καὶ προαυξέων γεγονότων ἤδη παιδίων ξυμβῇ· ἄριστον μὲν οὖν ὡς τάχιστα ἰητρεύειν τὰ τοιαῦτα πρὶν πάνυ μεγάλην τὴν ἔνδειαν τῶν ὀστέων ἐν τῷ ποδὶ γενέσθαι, πρίν τε πάνυ μεγάλην τὴν ἔνδειαν τῶν σαρκῶν τῶν κατὰ τὴν κνήμην εἶναι.
670

Προαυξέων λέγει τῶν ἐπὶ πλέον ηὐξημένων, ὧν οὐχ ὁμοίως ἐστὶν ἀνάπλαστος τῶν ὀστῶν οὐσία, καθάπερ τῶν βρεφῶν διὰ μαλακότητα· πρόδηλον ἐκ τοῦδε περὶ τῶν ἤδη γεγονότων αὐτὸν διαλέγεσθαι· εἰ δὲ καὶ περὶ τῶν ἔτι κυουμένων οὐχ ὁμοίως δῆλον, ἀλλὰ πολλάκις τε διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσε καὶ τοῖς κυουμένοις ἐξαρθρήματα γίγνεσθαι.

Τρόπος μὲν οὖν κυλλώσιος οὐχ εἷς, ἀλλὰ πλείονες. τὰ πλεῖστα μὲν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι’ ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα.

Ὡς τὸ πολὺ μὲν ἐπὶ τῶν καθ’ ἕκαστον διαφερόντων, ὑπὲρ οὗπερ ἂν ἑκάστοτε τύχῃ διαλεγόμενος, εἴωθεν ἐπιφέρειν τρόπος ὄνομα. δύναταί γε μὴν νῦν καὶ περὶ τῆς γενέσεως τῶν κυλλωμάτων λέγειν, ὅτι κατὰ πολλοὺς γίνεται τρόπους· καὶ γὰρ τὸ ἐπιφερόμενον ἀμφοτέροις μαρτυρεῖ

671
λέγοντος αὐτοῦ, τὰ πλεῖστα μὲν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι’ ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα. ἐκ μὲν γὰρ τοῦ φάναι, μὴ ἐξηρθρηκότα τελέως ἕνα τινὰ τρόπον ἐδήλωσε τοῦ πάθους. ἐκ δὲ τοῦ δι’ ἔθος σχήματος ἁπαλά τε ὄντα καὶ οἷον κηροειδῆ τὰ τῶν βρεφῶν ὀστᾶ διαστρέφεσθαι μοχθηρῶς ὑπὸ τῶν τροφῶν σχηματιζόμενα κατατιθεμένων ἐν τοῖς λίχνοις παρεστραμμένα πως ἢ καὶ περιηγμένα πλέοσιν ἐπιβλήμασιν ἢ θλώμενα πρός τινων, ὑφ’ ὧν ἁπάντων αἱ διαστροφαὶ γίνονται.

Προσέχειν δὲ τῇ ἰητρείῃ. τοῖσι δὲ χρὴ ἀπωθέειν μὲν καὶ κατορθοῦν τῆς κνήμης τὸ κατὰ τὸ σφυρὸν ὀστέον τὸ ἔξωθεν ἐς τὸ εἴσω μέρος, ἀντωθέειν δὲ ἐς τὸ ἕξω μέρος τὸ τῆς περόνης, τὸ κατ’ αὐτὴν τὴν ἴξιν, ὅπως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστέα τὰ ἐξίσχοντα, κατὰ μέσον δὲ καὶ πλάγιον τὸν πόδα. τοὺς δ’ αὖ δακτύλους ἀθρόους ξὺν
672
τῷ μεγάλῳ δακτύλῳ ἐς τὸ εἴσω μέρος ἐγκλίνειν καὶ περιαναγκάζειν οὕτως.

Αὐτὸς ἐν τῷ περὶ ἀγμῶν εἶπεν· ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, πῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, πῇ δὲ οὐ πολλῷ λεπτότερον, ἀλλὰ τοῖς τε μετ’ αὐτὸν εἰθίσθη τὸ ἔξωθεν ὀνομάζειν περόνην. ταύτην οὖν ὠθεῖν ἔσω κελεύει καὶ τοῦτο πράττοντα τὴν πτέρναν ἀντωθεῖν ἐκτὸς καὶ μάλιστα αὐτῆς τὸ κατὰ τὴν ἴξιν, ὅπερ δηλοῖ τὴν εὐθυωρίαν, ὡς πρὸς τὴν κνήμην δηλονότι τὴν ἐν τῷ κατὰ φύσιν ἐπικειμένην αὐτῇ. πολλάκις δ’ ἔμπροσθεν ἤδη περὶ τοιούτου τρόπου τῆς ἐμβολῆς εἶπεν ἁπάντων ὄντων κοινοῦ. χρὴ γὰρ τὸ μὲν ἐξέχοντος τοῦ κατὰ φύσιν εἰς τὴν ἀρχαίαν χώραν ἐπαναγαγεῖν, ὅπως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστᾶ. τὰ δ’ ἐφεξῆς εἰρημένα περὶ τῆς διαπλάσεως αὐτῶν ἱκανῶς ἐστι σαφῆ τοῖς μεμνημένοις ὧν τ’ ἔμπροσθεν εἰς τοῦτο τὸ βιβλίον εἴπομεν ἐξηγούμενοι καὶ ὧν ἔτι τούτου πρότερον εἰς

673
τὸ περὶ ἀγμῶν. εἰ δέ τι παρεμπίπτοι δοκοῦν ἀσαφέστερον εἰρῆσθαι, περὶ μόνου τούτου ποιήσομαι τὸν λόγον.

Ἐπιδεῖν δὲ κηρωτῇ ἐῤῥητινωμένῃ εὖ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσι, μὴ ὀλίγοισι μηδὲ ἄγαν πιέζοντα.

Τοῖς διαπλασσομένοις μέρεσιν ἐπιτήδειός ἐστι τὴν ῥητίνην ἔχουσα κηρωτὴ, διότι συνέχεται μᾶλλον τῷ δέρματι καὶ τὰ ὀθόνια καὶ ξηραίνεται μᾶλλον τὰ σώματα. ἐκ μὲν οὖν τοῦ συνέχεσθαι τὸ φυλάττεσθαι τὴν διάπλασιν ἀμετακίνητον ὑπάρξει τοῖς θεραπευομένοις μορίοις, ἐκ δὲ τοῦ ξηραίνεσθαι τὸ πήγνυσθαί τε καὶ κρατύνεσθαι. τοῦτο δ’ αὐτὸ μόνιμον αὐτοῖς φυλάξει τὴν διάπλασιν. ὀθονίοις δὲ χρῆσθαι κελεύει μαλθακοῖς μὲν διὰ τὴν μαλθακότητα τῶν σωμάτων, ἣν ἐκ τῆς ἡλικίας ἔχει τὰ βρέφη. περιβεβλημένοις δὲ ἀτρέμα φυλαττόμενος τὴν ἐκ τῆς βιαίας περιβολῆς θλῖψιν αὐτῶν καὶ μάλισθ’ ὅταν ἐπὶ μαλακῶν

674
γίνωνται σωμάτων. ὅτι δὲ ἧττον πιέζεσθαι κελεύει, διὰ τοῦτο πλέοσι χρῆσθαι τοῖς ὀθονίοις ἀξιοῖ· τὴν γὰρ ἀσφάλειαν τῆς ἐπιδέσεως ἔφασκεν ἢ πίεσιν ἢ πλῆθος τῶν ὀθονίων γίγνεσθαι.

Οὕτω δὲ τὰς περιαγωγὰς ποιέεσθαι τῆς ἐπιδέσιος, ὥσπερ καὶ τῇσι χερσὶν ἡ κατόρθωσις ἦν τοῦ ποδὸς, ὅκως ὁ ποὺς ὀλίγον μᾶλλον ἐς τὸ βλαισσὸν ῥέπων φαίνηται.

Καὶ τοῦτο κοινὸν ἁπάσης ἐπανορθώσεως ἄρθρων τε καὶ καταγμάτων ἐστὶ παράγγελμα πολλάκις ὑπ’ αὐτοῦ παρῃνημένον. οὐ βούλεται γὰρ ἐν ταῖς ἐπανορθώσεσι τὰ διαπλαττόμενα πρὸς τὸ κατὰ φύσιν ἀκριβῶς ἀχθέντα καταλιπεῖν αὐτόθι. κελεύει μὲν περιβάλλειν ὀλίγον ὅτι ὡς ἐκ τούτου τὴν πολυχρόνιον αὐτῶν ῥοπὴν ἐπὶ τὴν διαστροφὴν ἀντισπῶντες ἐν τῷ μέσῳ καταστήσωμεν, ὅπερ ἦν τὸ κατὰ φύσιν ἀκριβῶς. εἰ γὰρ ἐν τούτῳ διαπλάττοντες καταλείπομεν,

675
ἐπὶ τὴν πολυχρόνιον διαστροφὴν ὑποῤῥεῖ τὰ μόρια. δῆλον δ’ ὅτι καὶ τοῦτο παράγγελμα ἐν τῷ γενικωτάτῳ πάντων ὑποπέπτωκε θεραπευτικῷ σκοπῷ, καθ’ ὃν ἔφασκε τὰ ἐναντία τῶν ἐναντίων ἰήματα εἶναι, μήτε τὰ κατεψυγμένα θερμαινόντων ἡμῶν τῇ μετρίᾳ θερμασίᾳ, μήτε τὰ θερμαινόμενα μετρίως ψυχόντων, ἀλλ’ εἰς τοσοῦτον ἐπέκεινα τῆς μεσότητος εἰς τἀναντία προχωρούντων, ὅσον ἀπεχώρησεν αὐτῆς τὸ πάθος ἐπὶ θάτερον· καὶ νῦν οὖν ἐπεὶ μὲν πάθος ᾖ ἡ κύλλωσις ἐναντία βλαισσώσει διὰ πάντων τῷ λόγῳ, τὸ κῶλον ὁ Ἱπποκράτης πρὸς τὸ βλαισσὸν ἀξιοῖ ῥέπειν ἐπέκεινα δηλονότι τῶν κατὰ φύσιν ἀκριβῶς ὄντων.

Ἴχνος δέ τι ποιέεσθαι ἢ δέρματος μὴ ἄγαν σκληροῦ μολυβδίνου.

Καὶ τοῦθ’ ἕνεκα τοῦ μονίμου τῆς ἐπιδέσεως ἐπιτεχνᾶται. διὰ τοῦτο δ’ οὖν καὶ προσκαταδεῖν αὐτὸ κελεύει τῇ

676
ἐπιδέσει πάντων ὕστατον, ὅπως ἐκείνην τε συνέχῃ πᾶσαν αὐτόν τε μὴ θλίβῃ τὸν χρῶτα. τοῦτο δὲ ἐδήλωσε τῇ προκειμένῃ ῥήσει γράψας ἐφεξῆς τήνδε.

Προσεπιδεῖν δὲ μὴ πρὸς τὸν χρῶτα τιθέντα, ἀλλ’ ὅταν ἤδη τοῖσιν ὑστάτοισιν ὀθονίοισι μέλλῃς ἐπιδέειν. Ὅταν δὲ ἤδη ἐπιδεδεμένος ἔῃ, ἑνός τινος τῶν ὀθονίων χρὴ, οἷσιν ἐπιδέεται, τὴν ἀρχὴν προσράψαι πρὸς τὰ κάτω τοῦ ποδὸς ἐπιδέσματα κατὰ τὴν ἴξιν τοῦ μικροῦ δακτύλου, ἔπειτα ἐς τὸ ἄνω τείνοντα, ὅκως ἢν δοκέῃ μετρίως ἔχειν, περιβάλλειν ἄνωθεν τῆς γαστροκνημίης, ὡς μόνιμον ᾖ κατατεταγμένον οὕτως. ἁπλῷ δὲ λόγῳ ὥσπερ κηροπλαστέοντα χρὴ ἐς τὴν φύσιν τὴν δικαίην ἄγειν καὶ τὰ ἐκκεκλιμένα καὶ τὰ συντεταμένα τὴν φύσιν καὶ τῇσι χερσὶν οὕτω διορθοῦντα καὶ τῇ ἐπιδέσει ὡσαύτως. προσάγειν δὲ οὐ βιαίως, ἀλλὰ παρηγορικῶς.

Ἐκ τοῦ κατὰ τὸν μικρὸν δάκτυλον χωρίου, τουτέστι τῶν ἐκτὸς τοῦ ποδὸς τὴν ἄρτησιν ποιεῖται πρὸς τὴν γαστροκνημίαν,

677
ἐπειδὴ κεκυλλωμένον πόδα θεραπεύει, βεβλαισσωμένον δ’ εἴπερ ἐθεράπευε, πάλιν ἂν ἐποίησε τὴν ἀνάρτησιν. ἐπὶ τἀναντία γὰρ χρὴ περιῤῥέειν τὸν πόδα τῇ διαστροφῇ ὡς τὰ μὲν εἰς τὴν ἔξω χώραν διεστραμμένα εἰς τὴν ἐντὸς ἐπιστρέψαι, τὰ δ’ ἔσω τὴν μετάστασιν πεποιημένα καὶ ταῦτα πρὸς τὸν ἐναντίον ἀπάγειν τόπον.

Προσράπτειν δὲ τὰ ὀθόνια, ὅκως ἂν ξυμφέρῃ τὰς ἀναλήψιας ποιέεσθαι. ἀλλὰ γὰρ ἄλλης τῶν χωλωμάτων δέεται ἀναλήψιος.

Ὅπερ ἀρτίως ἐγὼ προειρήκειν αὐτὸς ἐν τῷ λόγῳ διῆλθεν, ἄλλα ἄλλης τῶν χωλωμάτων δεῖσθαι λέγων ἀναλήψεως, τὰ μὲν κεκυλλωμένα δῆλον ὅτι τῆς ἔσω μὲν προσαγούσης τὸ τῆς κνήμης πέρας, ἔξω δὲ τὸν πόδα, τὰ δὲ βεβλαισσωμένα τῆς ἔξω μὲν τὴν κνήμην, ἔσω δὲ τὸν πόδα, καὶ τὰ μὲν ἐπ’ ὀλίγον ἑκάτερον πεπονθότα μετρίως ἀντισπᾶν ἐπὶ τὴν

678
ἐναντίαν χώραν ποιούμενον τὴν ἀνάληψιν, τὰ δὲ ἐπὶ πλέον ἀποκεχωρηκότα σφοδρότερον ἀντιτείνοντα· διὰ τοῦτο καὶ κοινὸν ἐπὶ πασῶν τῶν διαστροφῶν ὄνομα νῦν εἶπε τὸ χώλωμα.

Ὑποδημάτιον δὲ ποιέεσθαι μολύβδινον ἔξωθεν τῆς ἐπιδέσιος ἐπιδεδεμένον, οἷον αἱ Χῖαι κρηπῖδες ῥυθμὸν εἶχον, ἀλλ’ οὐδὲν αὐτοῦ δεῖ, ἤν τις ὀρθῶς μὲν τῇσι χερσὶ διορθώσῃ, ὀρθῶς δὲ τοῖσιν ὀθονίοισιν ἐπιδέῃ, ὀρθῶς δὲ καὶ τὰς ἀναλήψιας ποιοῖτο. ἡ μὲν οὖν ἴησις αὕτη, καὶ οὔτε τομῆς οὔτε καύσιος οὐδὲν δεῖ οὐδ’ ἄλλης ποικιλίης. θᾶσσον γὰρ ἐνακούει τὰ τοιαῦτα τῆς ἰητρείης ἢ ὡς ἄν τις οἴοιτο. προσνικᾷν μέντοι χρὴ τῷ χρόνῳ, ἕως ἂν αὐξηθῇ τὸ σῶμα ἐν τοῖσι δικαίοισι σχήμασιν.

Ὁποῖον μὲν ῥυθμὸν εἶχον αἱ Χῖαι κρηπῖδες οὐχ οἷόν τε γνῶναι σαφές· οὐδὲ γὰρ κατ’ αὐτὸν ἔτι τὸν

679
Ἱπποκράτην ἐσώζετο. διὰ τοῦτο γοῦν εἶπεν, οἷς αἱ Χῖαι κρηπῖδες ῥυθμὸν εἶχον, δυνάμενος εἰπεῖν ἔχουσιν. εὔδηλον δ’ ὅτι τὸ συνέχον μὲν ἀκριβῶς τὸν πόδα, μὴ θλῖβον δὲ τὸν χρῶτα τοῖς διαπλασσομένοις παιδίοις ἐπιτηδειότατόν ἐστιν ὑπόδημα, ὥστε πρὸς τούτους ἀποβλέποντι τοὺς σκοποὺς καὶ νῦν ἂν δύναιντο ποιεῖν ὑπόδημα χρήσιμον ἄνευ τοῦ ζητεῖν ὁποῖαί τινες ἦσαν αἱ Χῖαι κρηπῖδες.

Ὅταν δὲ ἐς ὑποδήματος λόγον εἴη, ἀρβύλαι ἐπιτηδειόταται αἱ πηλοπατίδες καλεόμεναι.

Εἰς ὑποδήματος ἥξει λόγον τὸ θεραπευόμενον παιδίον, ὅταν τε τὸ κατορθούμενον μόριον ὑγιὲς ᾖ καὶ τηλικοῦτον ὅταν ἐν τῷ τέως αὐξηθὲν γένηται καὶ μηκέτι μαλακὴν αὐτῶν τῶν ὀστῶν τὴν οὐσίαν εἶναι. οὐδὲ γὰρ οὐδ’ ἐπιτρέψαι χρὴ πρότερον αὐτὸ βαδίζειν, ἵνα μὴ πάλιν ἐπὶ τὴν ἔμπροσθεν διαστροφὴν ἐπανέλθῃ τὸ μόριον. ὅταν δ’ ἀβλαβῶς

680
δύναται βαδίζειν, ἀρβύλας ὑποδεῖν αὐτῷ προσήκει. κοῖλον δ’ ἔστιν ὑπόδημα τοῦτο καὶ περιεσφιγμένον ἀκριβῶς τῷ ὅλῳ ποδὶ μέχρι τῶν σφυρῶν. εὔδηλον δ’ ὅτι τοιοῦτόν ἐστι κἀξ ὧν ἐπήνεγκεν αὐτὸς ὁ Ἱπποκράτης εἰπὼν, αὐτὰς πηλοβατίδας ὀνομάζεσθαι. τοῦτο γὰρ γέγονε τὸ ὄνομα, εἰ μὲν διὰ τοῦ π γράφοιτο πηλοπατίδας διὰ τὸ πατεῖσθαι τὸν πηλὸν ὑπ’ αὐτῶν, εἰ δὲ διὰ τοῦ β πηλοβατίδας, ἐπειδὰν βαίνειν ἀσφαλῶς ἐν πηλῷ δυνατόν ἐστι τοῖς ὑποδεδεμένοις τοιοῦτον ὑπόδημα.

Τοῦτο γὰρ ὑποδημάτων ἥκιστα κρατέεται ὑπὸ τοῦ ποδὸς, ἀλλὰ κρατέει μᾶλλον.

Ἄλλως ἄλλος ἄνθρωπος εἴθισταί τε καὶ πέφυκε βαδίζειν, ὁ μὲν τις ὀρθῶς ἀκριβῶς ἔχων, ὁ δ’ εἴσω μᾶλλον ἢ ἔξω ῥέποντα τὸν πόδα, καὶ τινὲς μὲν αὐτῷ τῷ στήθει, τινὲς

681
δὲ τῇ πτέρνῃ βαίνουσι μᾶλλον, τινὲς δὲ ὁμαλῶς ὅλον στηρίζουσι. καὶ τοίνυν καὶ φαίνονται συνεξομοιοῦντες ἀεὶ τῷ τρόπῳ τῆς βαδίσεως οἱ ἄνθρωποι τὰ τοιαῦτα τῶν ὑποδημάτων, ὅσα μήτε βαθέα μήτ’ ἀκριβῶς ἐστι περιεσφιγμένα τῷ ποδὶ, καί σοι θεασαμένῳ τι τῶν τοιούτων ὑποδημάτων ἔνεστιν ἐξ αὐτῶν λογίσασθαι, πῶς χρώμενος αὐτοῖς βαδίζει. τὸ μὲν γὰρ ὀρθὸν καὶ μηδαμόσε ῥέπον, ἀλλ’ οἷον ὁ σκυτοτόμος ἐποίησε αὐτὸ, τοιοῦτον διαμένον, ὀρθὸν σημαίνει τίθεσθαι τὸν πόδα τοῦ χρωμένου· τὸ δ’ ἔσω νενευκὸς ἢ ἔξωθεν τὸν χρώμενον ἐνταῦθα ῥέπειν τὸν πόδα κατὰ τὴν ὁδοιπορίαν ἐνδείκνυται, καθάπερ γε καὶ τὸ πρόσω μᾶλλον ἢ ὀπίσω νενευκὸς ἢ κατὰ τὴν πτέρναν ἢ τὸ τοῦ ποδὸς στῆθος ἐκτετραμμένους ἔχοντος ἥλους ἢ ἐκ τῶν ἔξω μερῶν ἢ ἐκ τῶν ἔνδον ἐπὶ καινὰ δηλοῖ ῥέπειν ἐν τῇ βαδίσει τὸν πόδα. τὸ τοίνυν τοιοῦτον ὑπόδημα κρατεῖσθαί φησιν ὑπὸ τοῦ ποδὸς ὁ Ἱπποκράτης, ὅπερ ἐστὶ νικᾶσθαι, τὸ δ’ ἐναντίον αὐτοῦ τὸ διαμένον ἀῤῥεπὲς ἔμπαλιν τούτῳ κρατεῖν αὐτὸ τὸν πόδα ἀναγκάζον ὀρθόν τε καὶ ἀῤῥεπῆ τίθεσθαι
682
κατὰ τῆς γῆς· κεφάλαιον δὲ τῆς τούτου κατασκευῆς ἐστιν ἐσφίγχθαι τε περὶ ὅλον ἀκριβῶς τὸν πόδα καὶ βάθος ἔχειν δαψιλές. ἐσφίγχθαι δ’ ἀδύνατον μὴ πολυσχιδὲς γινόμενον, ὥστε καὶ οἱ κυνηγέται δι’ αὐτὸ τοῦτο τοιούτοις ὑποδήμασι χρῶνται, πηδᾷν καὶ τρέχειν ἀναγκαζόμενοι δι’ ἀνωμάλων χωρίων. ἐν οἷς ἐὰν μὴ συνηρμοσμένον ᾖ ἀκριβῶς τῷ χρωτὶ τὸ ὑπόδημα, στρέμματά τε καὶ τίλματα γίγνεται κατά τε τὰ σφυρὰ καὶ τοὺς πόδας.

Ἐπιτήδειος δὲ καὶ ὁ Κρητικὸς τρόπος τῶν ὑποδημάτων.

Ἔτι καὶ νῦν οὗτος ἀσκεῖται κατὰ τὴν ἡμετέραν Ἀσίαν καὶ κατὰ τὴν Κρήτην οὐχ ἥκιστα μέχρι κνήμης μέσος ἀνήκων. ἔστι δ’ ἱκανῶς ὑπ’ αὐτοῦ πολυσχιδές τι δέρμα καθ’ ἑκάτερον τὸ μέρος ἀριστερόν τε καὶ δεξιὸν ἴσον ἐντεταμένον τε καὶ ἰδίᾳ συντετρημένον ἐπὶ τοῖς πέρασιν, ὡς ἱμάντι διεκβαλλομένων τῶν τρημάτων συνάγεσθαι κατ’ ἄλληλα τὰ τεταγμένα τοῦ δέρματος τμήματα. πρόδηλον οὖν ὅτι συνέχει

683
τε καὶ σφίγγει τὸν πόδα, μετὰ τῆς κατὰ φύσιν διαρθρώσεως ὅλης ἀκριβῶς τὸ τοιοῦτον ὑπόδημα. χρῶνται δὲ αὐτῷ μάλιστα παρ’ ἡμῖν οἱ κυνηγέται θηρεύοντες, ἐπειδή περ ἐν τραχέσι καὶ ἀνωμάλοις χωρίοις ἀναγκάζονται πολλάκις οὐ τρέχειν μόνον, ἀλλὰ καὶ πηδᾷν· ἡ δ’ αὐτὴ καὶ τοὺς Κρῆτας αἰτία τοιούτοις ὑποδήμασι χρῆσθαι ἔπεισε, διά τε τὰ μεγέθη τῶν ὀρῶν τῶν ἐν τῇ νήσῳ καὶ τὰς τραχύτητας.

Ὁκόσοισι δ’ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα καὶ ἕλκος ποιήσαντα τελείως ἐξίσχῃ τὰ παρὰ τὸν πόδα ἄρθρα, εἴτε εἴσω ῥεύσαντα, εἴτε μέντοι καὶ ἔξω, τὰ τοιαῦτα μὴ ἐμβάλλειν, ἀλλ’ ἐᾷν τὸν βουλόμενον τῶν ἰητρῶν ἐμβαλεῖν. σαφέως γὰρ εἰδέναι, ὅτι ἀποθανεῖται, ἐὰν ἐμβληθέντα ἐμμείνῃ καὶ ἡ ζωὴ δὲ ὀλιγήμερος τούτοισι γενήσεται· ὀλίγοι γὰρ αὐτῶν τὰς ἑπτὰ ἡμέρας ὑπερβάλλοιεν, σπασμὸς γὰρ ὁ κτείνων ἐστίν.
684

Ἐμβάλλειν μὲν ὀστᾶ λέγει τὰ τῆς περόνης καὶ τὰ τῆς ὁμωνύμως παντὶ τῷ μορίῳ ὀνομαζομένης κνήμης. ἐξίσχει δὲ ταῦτα καὶ γυμνοῦται τοῦ χρωτὸς ἐν ἑκατέρᾳ τῇ διαρθρώσει τῆς κνήμης, ἥν τε πρὸς τὸν πόδα καὶ τὸν μηρὸν ποιεῖται. περὶ πρώτης οὖν διαλέγεται τῆς πρὸς τὸν πόδα διαρθρώσεως, ἀξιῶν ὅταν ἐνταῦθα τὸ τῆς κνήμης ὀστοῦν ἐξαρθρήσῃ, γυμνωθὲν ἀφίστασθαι τῆς ἐμβολῆς διὰ τὸν ἐπιγιγνόμενον σπασμόν. εἴρηται δὲ ἤδη περὶ τούτου κἀν τῷ περὶ τῶν ἀγμῶν, ὅτι συμβαίνει κατὰ τὰς τοιαύτας διαθέσεις τὸν μέντοι διασπᾶσθαι τῶν μυῶν, τὸν δὲ συνέρχεσθαι καὶ σώζειν τὴν ἕνωσιν, ἀνασπασθέντων οὖν αὐτῶν ἐπὶ τὴν ἀρχὴν ἔλαττον γίγνεται τὸ κῶλον ὅλον ἀκολουθεῖ τε καὶ συνανασπώμενον τοῖς μυσίν. ἐὰν δή τις κατατείνας ἐμβάλῃ τὸ ἐξέχον ὀστοῦν, ἅμα μὲν ἡ κατάτασις αὕτη βλάβην οὐ σμικρὰν ἐργάσεται τοῖς μυσὶν, ἅμα δὲ καὶ τὸ μῆκος τοῦ κώλου συναποτεῖνον αὐτοὺς ὀδυνήσει σφοδρῶς καὶ κατὰ τοῦτο μεγάλων μὲν ὄντων τῶν μυῶν ἐξ ἀνάγκης ἀκολουθήσει σπασμός. εἰ δὲ μικροὶ τύχοιεν ὄντες οἷοι κατὰ τοὺς

685
δακτύλους εἰσὶν, οὐδ’ οὕτω μὲν ἀκίνδυνον ἔσται, σὺν ἀκριβείᾳ δὲ πολλῇ τῆς ὅλης θεραπείας οἱ πολλοὶ τῶν τοιούτων διασώζονται. τὸ μὲν οὖν εἰς τὴν θεραπείαν χρήσιμον εἵρηταί μοι. λογικὸν δέ τι ζήτημά ἐστι κατὰ τὸν τρόπον τοῦτον οὐδὲν οὔτ’ ὠφελοῦν οὔτε βλάπτον τὴν θεραπείαν ἐπισκεπτομένων ἡμῶν, διὰ τὶ προσέθηκε τοῖς τῆς κνήμης ὀστοῖς τὰ ἐξαρθρήσαντα· τῶν γὰρ ἐμβαινόντων ταῖς κοιλότησιν οὐ περιλαμβανόντων ταῖς ἐξοχαῖς πάθος εἶναί φησι τὸ ἐξάρθρημα. καὶ γὰρ καὶ καλεῖ αὐτὸς ἄρθρα ταῦτα, καθότι δέδεικται πολλάκις ἔμπροσθεν. οὐκ οὖν δέδεικται, φασὶ, τὴν κνήμην ἐξαρθρεῖν λέγειν, ἀλλὰ τὸν ἀστράγαλον. ῥητέον οὖν πρὸς τὰ τοιαῦτα ζητοῦντας ὃ καὶ ἔμπροσθεν ἤδη μοι λέλεκται, τοῦ σημᾶναι τὸ λεγόμενον πρᾶγμα μόνον φροντίζειν τὸν Ἱπποκράτην, καθάπερ καὶ ὁ Πλάτων ἡμᾶς τε ποιεῖν ἀξιοῖ τοῦτο καὶ πρῶτον αὐτὸς πράττει. δέδεικται δ’ ἡμῖν ἑτέρωθι, ὅτι οἱ παλαιοὶ πάντες οὐκ ἄλλον ἢ τοῦτον εἶχον τὸν σκοπόν. μόνος γὰρ φαίνεται Πρόδικος ἐζηλωκέναι αὐτὴν ἐν τοῖς ὀνόμασι μικρολογίαν, ὡς
686
εἰώθασι προσαγορεύειν οἱ τὰ Προδίκου ζηλώσαντες. ὅτι δὲ οὐδὲν ἡ σαφήνεια τῆς διηγήσεως βλάπτεται, δῆλόν ἐστιν ἐξ αὐτῆς τῆς ῥήσεως εἰπόντος τοῦ Ἱπποκράτους, οἷσι δ’ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα τελέως ἐξίσχῃ τὰ παρὰ τὸν πόδα ἄρθρα· καὶ γὰρ ἐὰν ὀλίγον ἄρῃς τὸ ἐξαρθρήσαντα, δῆλόν ἐστι τὸ λεγόμενον, ὥστε τοῦτο τοὔνομα προσέθηκεν Ἱπποκράτης, μηδὲν ὅλως τὴν τοιαύτην μικρολογίαν, ἣν οἱ ζητοῦντες ἐπὶ τὸ πολὺ πάντες ἀδύνατοι λέγειν εἰσίν. οἱ δέ γε δύναμιν ἔχοντες ἑρμηνευτικὴν εἰς τὴν ἐνέργειαν τῆς ἑρμηνείας ἀποβλέποντες οὐδὲ παρακολουθοῦσι τοῖς κατὰ μέρος ὀνόμασιν, ἀλλ’ ἐπιῤῥέουσιν αὐτοῖς χρῶνται κατὰ τὴν τῶν Ἑλλήνων συνήθειαν. ὁ γοῦν Ἱπποκράτης ἔοικε νῦν ἐννοήσας, ὅτι ἐξίσχει τῆς διαρθρώσεως τὰ τῆς κνήμης ὀστᾶ διαπείραντα τὸ δέρμα τὴν ἑρμηνείαν οὕτως ποιήσασθαι. τὸ γὰρ ἐξέχον καὶ προκύπτον ἐπὶ πολὺ τῆς διαρθρώσεως ἐξηρθρηκέναι λέγων ἄν τις ἐναργέστερον ἑρμηνεύσειε καὶ τῇ τοῦ πράγματος φαντασίᾳ προσάγοι τὸν ἀκούοντα.

687
Ἀτὰρ καὶ γαγγραινοῦσθαι ἱκνέεται κνήμην καὶ τὸν πόδα· ταῦτα βεβαίως εἰδέναι χρὴ οὕτως ἐσόμενα.

Καὶ τὸ τῆς γαγγραίνης πάθημα παραγίνεσθαί φησιν αὐτοῖς ἐμβληθέντων τῶν ἐξεχόντων ὀστῶν παρὰ τῷ μεγέθει δηλονότι τῆς φλεγμονῆς. ὅταν γοῦν ὑπὲρ τὰ πάθη τὰ φλεγμαίνοντα τό τ’ ἐρυθρὸν τῆς φλεγμονῆς ἀπόλλυται, πελιδνῶν γιγνομένων τῶν σωμάτων, ἥ τε ὀδύνη μεμειῶσθαι δοκεῖ, διότι καὶ ἡ αἴσθησις ἐναρκώθη, καὶ ὅταν γε τελέως ἀναίσθητα γένωνται τὰ οὕτως πάσχοντα σώματα, τὸ πάθος οὐκέτι γάγγραιναν, ἀλλὰ σφάκελον ὀνομάζουσι. μεταξὺ γὰρ τούτου τοῦ σφακέλου καὶ τῆς μεγάλης φλεγμονῆς ἐστιν ἡ γάγγραινα, τοσοῦτον χεῖρον τῆς τηλικαύτης φλεγμονῆς ὅσον μετριώτερον τοῦ σφακέλου. φθορὰ γὰρ οὗτός ἐστι τῆς ὅλης οὐσίας τοῦ σφακελίσαντος μέλους, ὥστε οὐδ’ ἂν ἰήσαιτό τις αὐτὸν ἤδη συνιστάμενον, ἀλλ’ ἔτ’ ἀρχόμενον, ὅπερ οὐδὲ σφάκελός ἐστιν ὄντως, ἀλλὰ γάγγραινα μεγάλη πλησίον ἥκουσα σφακέλου.

688
καταχρώμεθα δ’ οὖν ἐνίοτε τοῖς τῶν παρακειμένων παθῶν ὀνόμασι ἐπὶ τῶν ἀφικνουμένων μὲν εἰς αὐτὰ, μηδέπω δὲ ἐχόντων τὴν ἐκείνων ἰδέαν τε καὶ φύσιν. οὕτως οὖν καὶ τὴν μεγίστην φλεγμονὴν, ὅταν μήτε τὴν εὔχροιαν διασώζῃ τὴν ἑαυτῆς μήτε τὴν ὀδύνην, ἐνίοτε γάγγραιναν ὀνομάζομεν, μηδέπω μὲν οὖσαν ἀκριβῶς γάγγραιναν, εἰ δ’ ἀμεληθείη, μικρὸν ὕστερον ἐσομένην.

Καὶ οὐκ ἄν μοι δοκέῃ οὔτ’ ἐλλέβορος ὠφελήσειν αὐθήμερόν τε δοθεὶς καὶ αὖθις πινόμενος, ἄγχιστα δὲ εἴπερ τι τοιοῦτον, οὐ μέντοι οὐδὲ τοῦτο δοκέω· ἢν δὲ μὴ ἐμβληθῇ, μηδὲ ἀπ’ ἀρχῆς, μηδὲ εἰσπειρηθῇ ἐμβάλλειν, περιγίνονται οἱ πλεῖστοι αὐτῶν.

Περὶ τῆς τοῦ ἑλλεβόρου χρήσεως ἐπὶ τῶν τοιούτων παθῶν εἴρηταί μοι διὰ τῶν εἰς τὸ περὶ ἀγμῶν ὑπομνημάτων.

689
Χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει.

Ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα τὸ ἀσφαλῶς ἐστιν ἐστηρίχθαι. τούτου δὲ στοχαζόμενόν σε κελεύει τὸ ἀνωδυνώτατον αἱρεῖσθαι σχῆμα τῷ κάμνοντι· τὸ γὰρ, ὡς αὐτὸς ἐθέλει ὁ κάμνων, τοῦτον ἔχει τὸν σκοπόν.

Μοῦνον δὲ μὴ ἀπαιωρευμένα, μηδὲ κεκινευμένα ἔστω.

Τὸ μὲν μὴ κεκινευμένα δυνάμει προείρητο κἀν τῷ ἡρμόσθαι· τοῦτο γάρ ἐστιν αὐτὸ τὸ ἡρμόσθαι τὸ ἐστηρίχθαι οὕτω κατὰ πᾶν μέλος τὸ κῶλον, ὡς μηδαμόθι δύνασθαι κινεῖσθαι. τὸ δὲ μὴ ἀπαιωρευμένα καλῶς προσέθηκεν. εἰρηκὼς γὰρ ὅτι περ ἂν εὐφορώτατον ᾖ τῷ κάμνοντι σχῆμα, τοῦθ’ ἡμᾶς αἱρεῖσθαι, τῶν σχημάτων δ’ ἕν τι τὸ κατάῤῥοπον

690
ἐπιστάμενος ἀξιοῖ τοῦτο φυλάττεσθαι, διότι ῥευματίζεσθαι τὰ πεπονθότα φλεγμονῆς αἴτιον γίγνεται. μεμνήμεθα δήπου κατὰ τὴν ἔμπροσθεν διδασκαλίαν εἰρημένου ὑπ’ αὐτοῦ κατὰ τὸ σκέλος σχήματος, ὡς ἄκρον τὸν πόδα βραχεῖ τινι τῆς ἀκριβεστάτης εὐθύτητος ὑψηλότερον εἶναι προσήκει. νῦν οὖν ἔοικε συγχωρεῖν τοῖς κάμνουσι χρῆσθαι τῷ κατ’ εὐθεῖαν. ὄντων γὰρ τριῶν τῶν πάντων, τοῦ τε καταῤῥόπου τε καὶ τοῦ ἰσοῤῥόπου καὶ τρίτου ἀναῤῥόπου συγχωρῶν ὡς ἂν ὁ κάμνων ἐθέλῃ σχηματίζεσθαι τὸ σκέλος, ἄνευ τοῦ καταῤῥόπου προστίθησιν. ἔμπροσθεν δ’ ἐκέλευε μόνῳ χρῆσθαι τῷ ἀνθρώπῳ τῷ κατ’ εὐθυωρίαν. εὔδηλον οὖν ἐστιν, ὅτι μάλιστα φροντίζει κατὰ τὰς τοιαύτας διαθέσεις ἀνωδυνίας φόβῳ σπασμοῦ. τοῦτον γὰρ ἐν τοῖς νευρώδεσι μορίοις, αἱ ὀδύναι μάλιστα ἐργάζονται, ὥστ’ εἴγε μήτε ψύχοιτο τὰ οὕτω πεπονθότα μήτ’ ὀδυνῷτο, σπασμὸν αὐτοῖς ἐπιγενέσθαι ἀδύνατόν ἐστι.

691
Καὶ ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν ὀλίγοισι μὴ ἄγαν ψυχροῖσι. ψῦχος γὰρ ἐν τοῖσι τοιούτοισι σπασμὸν ἐπικαλέεται.

Καὶ περὶ τῶν τοιούτων ἤδη μοι λέλεκται, θεραπευούσης μὲν τῆς πισσηρᾶς κηρωτῆς τὰ ἕλκη, τοῦ δ’ οἴνου καὶ μάλιστα, ὡς αὐτὸς ἐδίδαξε, μέλανός τε ὄντος καὶ αὐστηροῦ διαφυλάττοντος ἀφλέγμαντα τὰ πεπονθότα μέρη. περὶ δὲ τοῦ φεύγειν χρῆναι τὸ ψῦχος, ὡς σπασμῶδες ἴσως μὲν ἐπὶ τῶν σαρκωδῶν μερῶν ἔδει τινὸς ἐξηγήσεως, ἐπὶ δὲ τῶν νεύρων ἄντικρυς δῆλον· ἀμφότερον γὰρ αὐτοῖς ὑπάρχει καὶ τὸ ψύχεσθαι ῥᾳδίως, ἅτε φύσει ψυχροῖς οὖσι καὶ ἀναίμοις καὶ τὸ παθοῦσιν εἰς σπασμὸν ἥκειν. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι δύναται σπασθῆναι μέρος ἄνευ τοῦ συμπαθῆσαι τὰ νεῦρα· καὶ μὴν δὴ καὶ ὅτι νευρώδεις τε τῶν ἄλλων μερῶν εἰσιν αἱ διαρθρώσεις πρόδηλον. οἱ γάρ τοι μύες ἐν αὐτοῖς εἰς τένοντα τελευτῶσιν ἀποτιθέμενοι τὰς σάρκας, ἃς ἐν τοῖς ἄλλοις

692
ἑαυτῶν μέρεσιν εἶχον, ὥστε μᾶλλον ζητητέον ἐστὶ, διὰ τί χρῆταί ψυχρῷ μετρίως τῷ οἴνῳ· χρῆναι γὰρ οὐδὲ μετρίως ψυχρὸν προσφέρειν, ἀλλὰ θερμόν. ἔστι δὲ καὶ ὁ περὶ τούτου λόγος τοιόσδε· τῶν ἡλκωμένων μορίων ὁ μέντοι σκοπὸς τῆς ἰατρικῆς ἐστιν ἐν τῷ μὴ φλεγμῆναι. τοῦτο δὲ ἔσται μηδεμιᾶς ὑγρότητος ἐπιῤῥεούσης μορίῳ τῷ πεπονθότι, οὐκ ἐπιῤῥυήσεται δὲ ψυχόντων ἡμῶν αὐτό· τὰ γὰρ θερμαίνοντα καὶ ὑγραίνοντα εἰ τῷ σώματι προσφέρεται, παραχρῆμα μὲν ἐρυθρότερον ἐργάζεται τοῦτο. μικρὸν ὕστερον δὲ καὶ εἰς ὄγκον ἐξαίρει, καίτοι καὶ ἄλλην παραπλησίαν φλεγμονὴν καὶ περὶ αὐτὸ διάθεσιν ἐργάζεται. τὰ δὲ ψύχοντα τοὐναντίον ἅπαντα οὐ μόνον οὐδεμίαν ἐπικαλεῖται τοῖς ψυχομένοις μέρεσιν ἐκ τῶν ἄνωθεν ὑγρότητα περιττὴν, ἀλλὰ καὶ τὰς περιεχομένας ἐν αὐτοῖς ἐκθλίβει τε καὶ ὠθεῖ πρὸς τὰ πλησιάζοντα μόρια· διττὰ δ’ ἐστὶ τὰ ψύχοντα· τὰ μὲν τῇ πρὸς τὴν ἁφὴν ποιότητι προσφάτῳ, τὰ δὲ τῇ συμφύτῳ δυνάμει, τὰ δὲ τὰ στύφοντά ἐστι ψυχρὰ, καθάπερ ἐδείξαμεν ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων
693
πραγματείᾳ· καὶ τὸ λοιπὸν γένος τῶν ψυχόντων ἀπὸ τούτων διώρισται, μήκωνος ὀπὸς καὶ μανδραγόρου χυλὸς καὶ κώνειον, ὅσα τ’ ἄλλα τὴν ψῦξιν ἔχει σὺν ὑγρότητι. αὐστηρὰ γὰρ πάντα γεώδη τὴν ψῦξιν ἔχειν ἐδείκνυτο. λέλεκται δὲ οὐκ ὀλίγα περὶ τῆς τῶν τοιούτων φαρμάκων χρήσεως κἀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὥσπερ γε κἀν τοῖς περὶ τῶν ἑλκῶν Ἱπποκράτους ὑπομνήμασι. πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ γιγνώσκειν τοσοῦτον, ὡς ἡ μὲν τῶν ὑγρῶν καὶ ψυχρῶν φαρμάκων δύναμις εἰς τὸ βάθος ὅλον ἐνδύεται τῶν σωμάτων, οἷς ἂν πλησιάζῃ καὶ διὰ ταχέων αὐτὰ καταψύχει πλέον ἢ δεῖται ναρκοῦντα τὴν διοικοῦσαν τὰ σώματα δύναμιν. ὅσα δὲ γεώδη τὴν ψῦξιν ἔχει, ταῦτ’ ἐπιτηδειότατα, δι’ ὧν εἴρηκα πραγμάτων, ἐδείχθη πρὸς ἀπόκρισιν ἐπιῤῥεόντων χυμῶν. κατὰ τοῦτο τοιγαροῦν αὐτὰ προσφέρομεν, ἐπεὶ καὶ τὸ θερμὸν ἐπισπᾶται πρὸς ἑαυτὸ τοὺς χυμούς. διὰ τοῦτο καὶ τῇ προσφάτῳ ποιότητι ψυχρὰ προσφέρομεν, μὴ ὅτι θερμαινόντων αὐτά. νῦν οὖν ὁ Ἱπποκράτης
694
ὅσον μὲν ἐπὶ τῇ διαθέσει τῶν ἡλκωμένων μορίων ἐχρῆτο ἂν αὐτοῖς τοῖς ψυχροῖς, ὥσπερ κἀπὶ τῶν ἄλλων τραυμάτων· ὅσον δ’ ἐπὶ τῷ φοβεῖσθαι τὸν διὰ τὴν ψῦξιν εἰωθότα γίγνεσθαι σπασμὸν, οὐ τολμᾷ τελέως ἐψυγμένου χρῆσθαι καὶ διὰ τοῦτο προσέθηκε τῷ περὶ αὐτῶν λόγῳ τὸ μὴ ἄγαν ψυχροῖσιν.