In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σφονδύλου, παρ’ ὃν προσήρτηται τῶν σκελέων ἡ πρόσφυσις ἄχρι μὲν τούτου κυφή. κύστις τε γὰρ καὶ γοναὶ καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τουτέῳ ἔκτισται.

Τὴν τῶν σκελῶν πρόσφυσιν ἔνεστιν ἀκούειν πολυειδῶς, κυριώτατον μὲν ἴσως τὴν ἀπὸ τῆς κατ’ ἰσχίον διαρθρώσεως ἥτις γίγνεται τοῦ μηροῦ τῆς κεφαλῆς συνδονουμένης τῷ κατ’ ἰσχίον ὀστῷ, διά τε τῶν πλατέων συνδέσμων καὶ τοῦ στρογγύλου, καθ’ ὃν τῷ βαθυτάτῳ τῆς κοτύλης συμφύεται καὶ διὰ τῶν μυῶν κινούντων τὴν τοῦ μηροῦ διάρθρωσιν, εἰκότως

543
ἂν λέγοιτο τοῖς ὑπερκειμένοις συμφύεσθαι τὸ σκέλος καὶ μετὰ ταῦτα διὰ νεύρων, εἶτ’ ἔπειτα διὰ ἀρτηριῶν τε καὶ φλεβῶν. ἔοικε δὲ νῦν ὁ Ἱπποκράτης τὴν διὰ τῶν νεύρων προσάρτησιν δηλοῦν. εἰ δὲ τῶν κατὰ ὀσφῦν ἔσχατον σφόνδυλον ὃ διαρθροῦται τῷ πλάτει γε καὶ ἱερῷ καλουμένῳ ὀστῷ τῶν ἐπὶ τὰ σκέλη φερομένων νεύρων ἐστὶν ἡ ἔκφυσις. ἀλλὰ καὶ τὸ ἵνα χρὴ τὸ ὑπὸ τοῦ τόπου κατ’ αὐτὴν εἷναι τὴν ῥάχιν, ὑπὸ τοῦ κατὰ τὴν ἀνατομὴν φαινομένου μαρτυρεῖται καὶ τὸ κύστιν καὶ γονὰς καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τούτῳ κεῖσθαι· διόπερ καὶ κυρτὸν ἔξωθεν ἐγένετο. γονὰς δὲ εἴρηκε τὰ γεννητὰ μόρια, μήτραν μὲν ἐπὶ τῶν θηλειῶν, ἐπὶ δὲ τῶν ἀνδρῶν τὰ σπερμάτικά τινα καλούμενα, χαλαρὸν δ’ ἀρχοῦ κέκληκε τὸ μετὰ σφιγκτῆρα· καὶ γὰρ καὶ ἐπίκειται τῷ ἱερῷ ὀστῷ τοῦτο καὶ ὄντως ἐστὶ χαλαρὸν οὐκ ἔχων τοὺς σφίγγοντας μῦς τὸ πέρας τοῦ ἀπευθυσμένου.

544
Ἀπὸ δὲ τούτου ἄχρι φρενῶν προσαρτήσιος ἰθυλόρδη.

Οὐδὲν ἐνταῦθα τοιοῦτον περιέχεταί τι κατὰ τῆς ῥάχεως, οἷον ἐν τοῖς κατὰ μήτραν ἢ ἐν κύστει, ὅθεν οὐδὲ σιμωθῆναι τὸ ἔνδον ἔχρηζε καὶ διὰ τοῦτο οὐδὲ κυφωθῆναι τὸ ἔξω, ἀλλὰ καὶ βραχὺ ῥέπειν ἐώρα κατὰ τοῦθ’ ἡ ῥάχις. ἐπὶ δὲ τὴν ἀρτηρίαν ἔδει τὴν μεγάλην καὶ τὴν φλέβα ἣ κατ’ αὐτῆς ἐστηρίχθαι.

Καὶ παραφύσιας ἔχει μυῶν τοῦτο μοῦνον τὸ χωρίον ἐκ τῶν εἴσωθεν, ἃς δὴ καλέουσι ψόας.

Ἐκ ταύτης τῆς ῥήσεως μάλιστά τις τεκμήραιτο μὴ συναριθμεῖν αὐτὸν τῇ ῥάχει τοὺς κατὰ τράχηλον σφονδύλους. ὡς γὰρ ἐκ τοῦ πλατέος ὀστοῦ καὶ τῶν κατὰ θώρακα σφονδύλων συγκειμένης ὅλης τῆς ῥάχεως, οὕτω παραφύσιας

545
ἔχει μυῶν τοῦτο μόνον τὸ ἔσωθεν. εἰ γὰρ δὴ καὶ τοὺς κατὰ τράχηλον αὐτοῖς συνηρίθμει, ψευδὲς ἂν ἦν ἐναργῶς· οὐ γὰρ μόνον τούτου τοῦ χωρίου παραφύσεις μυῶν ἔχοντος καὶ τοῦ τραχήλου μεγάλους μῦς ἐκ τῶν ἔνδον μερῶν. οὐδὲ γὰρ ἠγνόησέ τις αὐτοὺς ἀξιολόγους ὄντας, ὅπως καὶ οἱ μικρότεροι μύες ἦσαν, οὐκ ἂν αὐτοὺς ἠγνόησεν. εἰ μέντοι μόριόν τι τῶν ψοῶν ὑπὲρ τὴν τῶν φρενῶν ἀναγίνεται πρόσφυσιν, οὐκ ἐπεσημήνατο τοῖς προκειμένοις νῦν οὐχ ἡγούμενος ἁρμόττειν τὴν τοιαύτην ἀκριβολογίαν.

Ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σφονδύλου τοῦ ὑπὲρ τῶν ἐπωμίδων ἰθυκύφη, ἔτι δὲ μᾶλλον δοκέῃ ἤ ἐστιν. ἡ γὰρ ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους.
546

Ὀλίγον τι κατὰ τὸν θώρακα φαίνονται σιμούμενοι τὰ ἔνδον τῶν ὀστῶν οἱ σφόνδυλοι. τὸ δ’ ὀπίσω μέρος αὐτῶν ἱκανῶς κυφὸν φαίνεται διὰ τὴν τῆς ἀκάνθης ἀπόφυσιν. ὃν δὲ λέγει μέγαν σφόνδυλον ὑπὲρ τῶν ἐπωμίδων εἴσεσθαι καὶ δι’ ὑπομνήματος ἔρχεται πρὸς ἀνάμνησιν, ἐν ᾧ περὶ τῶν ὀστῶν ἔγραψα. προσαρμόζειν δ’ ἡμᾶς προσήκει τοίνυν τοῖς λεγομένοις ἐκεῖνα μὴ δεομένοις ὑπ’ ἐμοῦ πλὴν εἴ που λέξις ἐμπίπτοι χρῄζουσά τινος ἐξηγήσεως, ἧς ἕνεκεν καὶ τὰ τοιαῦτα ὑπομνήματα γράφεται, καθάπερ γε καὶ τὸ ἐπὶ τῇ προκειμένῃ νῦν ῥήσει.

Αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστιν. ὁκόσοισι μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σφονδύλους ἔξωσις μὲν μεγάλη ἀποῤῥαγεῖσα ἀπὸ τῆς συμφύσιος ἢ ἑνὸς σφονδύλου ἢ καὶ πλειόνων οὐ μάλα πολλοῖσι γίνεται, ἀλλ’ ὀλίγοισιν. οὐδὲ γὰρ τὰ τρώματα τὰ τοιαῦτα ῥηΐδιον γίνεσθαι, οὔτε γὰρ ἐς τὸ ἔξω ἐξωθῆναι ῥηΐδιον ἐστιν, εἰ μὴ
547
ἐκ τοῦ ἔμπροσθεν ἰσχυρῷ τινι τρωθείη διὰ τῆς κοιλίης. οὕτω δ’ ἂν ἀπόλοιτο ἢ εἴ τις ἀφ’ ὑψηλοῦ τοῦ χωρίου πεσὼν ἐρείσειε τοῖσιν ἰσχίοισιν ἢ τοῖσιν ὤμοισιν· ἀλλὰ καὶ οὕτως ἂν ἀποθάνοι, παραχρῆμα δὲ οὐκ ἂν ἀποθάνοι. ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι ἐς τὸ εἴσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι. τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη, πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι τούς τε συνδέσμους βιασάμενον.

Εἰς τὸ πρόσω ῥέπον δηλονότι, καὶ γὰρ φαίνεται τοῦτο. δύο δὲ εἰσιν οἱ πρῶτοι σφόνδυλοι, καθ’ οὓς τὸ ἄρθρον γίγνεται τοῦ αὐχένος, καθ’ ὃ λοιπὸν τρεῖς εἰσιν, ὧν οὐκ ἐμνημόνευσεν, ὅπως ἔχουσι θέσεως ἐν τῷ μεταξὺ τοῦ δευτέρου καὶ τοῦ ἕκτου, τρίτος καὶ τέταρτος καὶ πέμπτος. οἳ δὴ μάλιστα φαίνονται θέσιν εὐθεῖαν ἔχοντες ὄντες καὶ ἄλλοι μικρότατοι τῶν δύο σφονδύλων, καὶ μάλισθ’ ὁ τρίτος· ὁ γάρ τοι τέταρτος ἢ μείζων ἐστὶν αὐτοῦ, καθάπερ καὶ τούτοις

548
πάλιν ὁ πέμπτος· ὁ δὲ ἕκτος οὐ τούτων μόνον, ἀλλὰ καὶ τοῦ ἑβδόμου μείζων. οἱ δ’ ἀπὸ τοῦδε πάντες ἄχρι καὶ τοῦ πέρατος τῆς ῥάχεως ἀλλήλων ἀνάλογον μείζους εἰσὶν ἐπ’ ἀνθρώπου ἐξειαζομένου τοῦ λόγου καὶ μετ’ αὐτὸν ἐπὶ πιθήκοις, ὅσοι τὸ πρόσωπον ἀνθρωποειδέστερον ἔχουσι καὶ μᾶλλον τῶν ἄλλων ὄρθιοι βαδίζουσιν, οὗτοι τά τ’ ἄλλα καὶ τὴν τῶν ὀστῶν θέσιν ἂν ἐοίκασιν ἀνθρώποις ἔχουσι δέ τι κοινὸν ἐν τῇ ῥάχει πρὸς τὰ ἄλλα ζῶα τὰ τετραπόδα τοῖς ἀνθρώποις οὐχ ὑπάρχον. ἔστι γὰρ αὐτοῖς ὀσφὺς μακροτέρα τῆς ἐπ’ ἀνθρώπου ἀνάλογον δηλονότι τοῦ μεγέθους τοῦ ἄλλου ἐξεταζόντων ἡμῶν ἀνθρώποις μόνον ε΄ κατὰ τὴν ὀσφῦν εἰσι σφόνδυλοι τοῖς πιθήκοις, ὥσπερ καὶ τοῖς ἄλλοις τετράποσίν εἰσιν. ἐπισημήνασθαι δὲ προσήκει κατὰ τὸν ἐνεστῶτα λόγον ὅτι προθέμενος εἰπεῖν περὶ τοῦ τῆς ῥάχεως σχήματος ἀρξάμενός τε τοῦ λόγου κατὰ τήνδε τὴν λέξιν, αὐτὴ δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν. ἐπὶ τελευτῇ τοῦ λόγου προσέθηκεν, αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστι. δόξει γὰρ οὖν πάλιν ἐν τούτῳ καὶ τὸν τράχηλον προσνέμειν τῇ ῥάχει.

549
Κατὰ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα ὃ τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι τοιαύτην ἔξαλσιν ἐξαλλομένου σφονδύλου, ὅ τ’ ἐκπηδήσας σφόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῥήξειε, πιεχθεὶς δ’ ἂν καὶ ἀπολελαμμένος πολλῶν ἂν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν, ὥστε οὐκ ἂν μέλλοι τῷ ἰητρῷ, ὅπως χρὴ τὸν σφόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων, , ὥστε δὴ οὐδ’ ἐμβαλεῖν οἷόν τε οὔτε κατασεῖσαι οὔτ’ ἄλλῳ τρόπῳ τινὶ, πρόδηλον τὸ τοιοῦτον, εἰ μή τις διαταμὼν τὸν ἄνθρωπον.

Τῶν σφονδύλων ἄρθρα φησὶν ἅ πρὸς ἀλλήλους ἀπολλυμένων κατὰ τὰς πλαγίας ἀποφύσεις. ἐνηλλαγμένα δὲ εἶπεν, ὅτι δύο μὲν ὑψηλοτέρας ἀποφύσεις ἔσχον αὐτῶν, ἕκαστος δὲ διαρθροῦται πρὸς τὸν ὑπερκείμενον. ἄλλας δὲ ταπεινοτέρας αὖ πάλιν αἷς πρὸς τὸν ὑποκείμενον διαρθροῦται, κατὰ μὲν τὰς ἑτέρας αὐτῶν ὑποδέχεται τὰς ἐξοχὰς τοῦ πλησιάζοντος,

550
κατὰ δὲ τὰς ἑτέρας ἐπιβαίνει θάτερον. γέγραπται δὲ περὶ τούτων ἀκριβῶς ἐν τῷ περὶ τῶν ὀστέων.

Ἔπειτα ἐσμασάμενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι, καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι δὲ οὐ πάνυ. διὰ τί οὖν ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι ἀνθρώπους, οἶσιν εἴσωθεν ἔπεσον σφόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα. καίτοι γε ῥηΐστην ἐς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι καὶ οὐδὲν δεῖσθαι ἐμβολῆς, ἀλλ’ αὐτόματα ὑγιέα γενέσθαι τὰ τοιαῦτα. ἀγνοέουσι δὲ πολλοὶ καὶ κερδαίνουσιν ὅτι ἀγνοέουσι· πείθουσι γὰρ τοὺς θέλας, ἐξαπατῶνται δὲ διὰ τόδε. οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοὺς σφονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σφονδύλων πεφυκότα, περὶ ὧν ὁ λόγος ὀλίγῳ πρόσθεν εἴρηται.
551
οἱ δὲ σφόνδυλοι πολὺ προσωτέρω ἄπεισι. στενοτάτην γὰρ πάντων ζώων ἄνθρωπος κοιλίην ἔχει ὡς ἐπὶ μεγέθει ἀπὸ τοῦ ὄπισθεν ἐς τὸ ἔμπροσθεν ποτὶ καὶ κατὰ τὸ στῆθος. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε πλείω ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ τοῦτο ἐξαπατῶνται οἰόμενοι τοὺς σφονδύλους εἴσω οἴχεσθαι, προσεξαπατᾷ δὲ ἔτι αὐτοὺς καὶ τὰ σχήματα τῶν τετρωμένων· ἢν μὲν γὰρ πειρῶνται καμπύλεσθαι, ὀδυνῶνται ὀστέα τὰ περιτενέος γιγνομένου ταύτῃ τοῦ δέρματος ᾗ τέτρωται καὶ ἅμα τὰ κατεηγότα ἐνθράσσει οὕτω μᾶλλον τὸν χρῶτα, ἢν δὲ λορδαίνουσι ῥᾴους εἰσί. χαλαρώτερον γὰρ τὸ δέρμα κατὰ τὸ τρῶμα γίνεται καὶ τὰ ὀστέα ἧσσον ἐνθράσσει, ἀτὰρ καὶ ἤν τις ψαύῃ αὐτῶν κατὰ τοῦτο, ὑπείκουσι λορδοῦντες καὶ τὸ χωρίον κενὸν καὶ μαλθακὸν ψαυόμενον ταύτῃ φαίνεται. ταῦτα πάντα τὰ εἰρημένα προσεξαπατᾷ τοὺς ἰητρούς. ὑγιέες δὲ ταχέως καὶ ἀσινέως αὐτόματοι οἱ
552
τοιοῦτοι γίνονται. ταχέως γὰρ πάντα τὰ τοιαῦτα ὀστέα ἐπιπωροῦται ὅσα χαῦνά ἐστιν.

Ἐσμασάμενος τουτέστι ἐντιθεὶς εἰς βάθος τὴν χεῖρα χάριν τοῦ διαζητῆσαί τι τῶν ἐν αὐτῷ.

Σκολιαίνεται γοῦν ῥάχις καὶ ὑγιαίνουσι κατὰ πολλοὺς τρόπους· καὶ γὰρ ἐν τῇ φύσει καὶ ἐν τῇ χρήσει οὕτως ἔχει, ἀτὰρ καὶ ὑπὸ γήραος καὶ ὑπὸ ὀδυνημάτων, ἐπεὶ ξυνδετική ἐστιν. αἱ δὲ δὴ κυφώσιες αἱ ἐν τοῖσι πτώμασιν ὡς ἐπὶ τὸ πολὺ γίνονται ἢν ἢ τοῖσιν ἰσχίοισιν ἐρείσῃ ἢ ἐπὶ τοὺς ὤμους πέσῃ. ἀνάγκη γὰρ ἔξω φαίνεσθαι ἐν τῷ κυφώματι ἕνα μέν τινα ὑψηλότατον τῶν σφονδύλων, τοὺς δὲ ἔνθεν καὶ ἔνθεν ἐπὶ ἧσσον. οὔκουν ὡς ἐπὶ πολὺ ἀποπεπηδηκὼς ἀπὸ τῶν ἄλλων ἐστὶν, ἀλλὰ μικρὸν, ἢν ἕκαστος συνδιδοῖ ἀθρόως πολύ. διὰ οὖν τοῦτο καὶ ὁ νωτιαῖος μυελὸς εὐφόρως φέρει τὰς τοιαύτας διαστροφὰς,
553
ὅτι κυκλώδης αὐτῷ ἡ διαστροφὴ γίνεται, ἀλλ’ οὐ γωνιώδης.

Τὴν μὲν εἰς τοὐπίσω διαστροφὴν τῆς ῥάχεως κύφωσιν ὀνομάζει, τὴν δὲ εἰς τὸ πρόσω λόρδωσιν, τὴν δὲ εἰς τὰ πλάγια σκολίωσιν. ἀλλὰ τούτῳ γε τῷ ὀνόματι τῆς σκολιώσεως καθ’ ἕτερον χρῆται τρόπον καθ’ ἅπασαν διαστροφὴν ῥάχεως, ἐνδεικνυμένου δὴ αὐτοῦ ὡς σημαίνοντός τι γενικώτερον τῶν ἄλλων. οὕτω γὰρ καὶ νῦν εἶπε, σκολιαίνεσθαι ῥάχιν ἐν ἴσῳ τῷ διαστρέφεσθαι καθ’ ὁντιναοῦν τρόπον. καὶ ἔμπροσθεν δέ που ἔλεγεν. αὐτὴ δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν, αὐτῆς δηλώσας διαστροφὴν εἴς τε τοὐπίσω καὶ πρόσω.

Χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκαζομένου τοιήνδε κατεσκευάσθαι. ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ ἐντομὴν παραμήκεα ἔχον κατορύξαι, ἔξεστι δὲ καὶ ἀντὶ τοῦ
554
ξύλου ἐν τοίχῳ ἐντομὴν παραμήκεα ἐντεμεῖν ἢ πήχεϊ ἀνωτέρω τοῦ ἐδάφεος ἢ ὅκως ἂν μετρίως ἔχῃ, ἔπειτα οἷον στύλον δρύϊνον, τετράγωνον, πλάγιον παραβάλλειν ἀπολείποντα ἀπὸ τοῦ τείχου, ὅσον παρελθεῖν τινα, ἢν δέῃ, καὶ ἐπὶ μὲν τὸν στύλον ἐπιστορέσαι ἢ χιτῶνας ἢ ἄλλο τι ὃ μαλθακὸν μὲν ἔσται, ὑπείξει δὲ μὴ μέγα, τὸν δὲ ἄνθρωπον πυριῆσαι. ἢν δὲ δέχηται, πολλῷ καὶ θερμῷ λούσας, κἄπειτα πρηνέα κατακλῖναι κατατεταμένον, καὶ τὰς μὲν χεῖρας αὐτοῦ παρατείναντα κατὰ φύσιν, προσδῆσαι πρὸς τὸ σῶμα. ἱμᾶντι δὲ μαλθακῷ ἱκανῷ πλατέϊ τε καὶ μακρῷ ἐκ δύο διαντέων ξυμβεβλημένῳ μέσῳ, κατὰ μέσον τὸ στῆθος δὶς περιβεβλῆσθαι χρὴ ὡς ἐγγυτάτω τῶν μασχαλέων, ἔπειτα τὸ περισσεῦον τῶν ἱμάντων κατὰ τὴν μασχάλην, ἑκάτερον περὶ τοὺς ὤμους περιβεβλήσθω, ἔπειτα αἰ ἀρχαὶ πρὸς ξύλον ὑπεροειδές τι προσδεδέσθωσαν ἁρμόζουσαι κατὰ μῆκος τῷ ξύλῳ τῷ ὑποτεταμένῳ πρὸς ὅ τι προσβάλλον τὸ ὑπεροειδὲς ἀντιστηρίζοντα κατατείνει. τοιούτῳ δέ τινι ἑτέρῳ δεσμῷ χρὴ ἄνωθεν τῶν
555
γουνάτων δήσαντα καὶ ἄνωθεν τῶν πτερνέων τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τοιοῦτό τι ξύλον προσδῆσαι, ἄλλῳ δὲ ἱμᾶντι πλατέϊ καὶ μαλθακῷ καὶ δυνατῷ ταινιοειδέϊ πλάτος ἔχοντι καὶ μῆκος ἱκανὸν ἰσχυρῶς περὶ τὰς ἰξύας κύκλῳ περιδεδέσθαι, ὡς ἐγγύτατα τῶν ἰσχίων, ἔπειτα τὸ περισσεῦον τοῦ ταινιοειδέος ἅμα ἀμφοτέρας τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τὸ ξύλον προσδῆσαι τῶν ποδῶν, κἄπειτα κατατείνειν ἐν τούτῳ σχήματι καὶ ἔνθεν καὶ ἔνθεν, ἅμα μὲν ἰσοῤῥόπως, ἅμα δὲ ἐς ἰθύ. οὐδὲν γὰρ ἂν μέγα κακὸν ἡ τοιαύτη κατάτασις ποιήσῃ, εἰ χρηστῶς σκευασθείη· εἰ μὴ ἄρα ἐξεπίτηδές τις βούλοιτο τείνεσθαι. τὸν δὲ ἰητρὸν χρὴ ἢ ἄλλον ὅστις ἰσχυρὸς καὶ μὴ ἀμαθὴς ἐπιθέντα τὸ θέναρ τῆς χειρὸς ὑπὸ τὸ ὕβωμα καὶ τὴν ἑτέρην χεῖρα προσεπιθέντα ἐπὶ τὴν ἑτέρην καταναγκάζειν προσξυνιέντα, ἤν τε ἐς ἰθὺ ἐς τὸ κάτω πεφύκῃ καταναγκάζεσθαι, ἤν τε πρὸς τῆς κεφαλῆς, ἤν τε πρὸς τῶν ἰσχίων. καὶ ἀσινεστάτη μὲν αὕτη ἡ ἀνάγκη. ἀσινὲς δὲ καὶ ἐπικαθίζεσθαί τινα πρὸς τὸ κύφωμα τοῦ ἅμα κατατεινομένου
556
ἐνσεῖσαι μετεωρισθέντα, ἀτὰρ καὶ ἐπιβῆναι τῷ ποδὶ καὶ ὀχηθῆναι ἐπὶ τὸ κύφωμα ἡσύχως τε ἐπενσεῖσαι οὐδὲν κωλύει. τὸ τοιοῦτο δὲ ποιῆσαι μετρίως ἐπιτήδειος ἄν τις εἴη τῶν ἐπὶ παλαίστραν εἰθισμένων. δυνατωτάτη μέντοι τῶν ἀναγκαίων ἐστὶν, εἰ ὁ μὲν τοῖχος ἐντετμημένος εἴη, τὸ δὲ ξύλον τὸ κατορωρυγμένον ᾗ ἐντέτμηται κατωτέρω εἴη τῆς ῥάχιος τοῦ ἀνθρώπου, ὁκόσῳ ἂν δοκέῃ μετρίως ἔχειν, σανὶς δὲ φιλυρίνη μὴ λεπτὴ ἐνείη ἢ καὶ ἄλλου τινὸς ξύλου, ἔπειτα ἐπὶ τὸ ὕβωμα ἐπιτεθείη ἢ τρύχιόν τι πολύπτυχον ἢ μικρόν τι σκύτινον ὑποκεφάλαιον, ὡς ἐλάχιστα μὴν ὑποκεῖσθαι ξυμφέρει, μόνον προμηθεόμενον ὡς μὴ ἡ σανὶς ὑπὸ σκληρότητος ὀδύνην παρὰ καιρὸν προσπαρέχῃ. κατὰ ἴξιν δὲ ἔστω ὡς μάλιστα τῇ ἐντομῇ τῇ ἐς τὸν τοῖχον τὸ ὕβωμα. ὡς ἂν ἡ σανὶς ᾗ μάλιστα ἐξέστηκε ταύτῃ μάλιστα πιέζῃ ἐπιτεθεῖσα. ὅταν δὲ ἐπιτεθῇ τὸν μέν τινα καταναγκάζειν χρὴ τὸ ἄκρον τῆς σανίδος, ἥν τε ἕνα δέῃ, ἤν τε δύο. τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκος, ὡς πρόσθεν
557
εἴρηται, τοὺς μὲν τῇ, τοὺς δὲ τῇ. ἔξεστι δὲ καὶ ὀνίσκοισι τὴν κατάτασιν ποιέεσθαι ἢ παρακατορύξαντα παρὰ τὸ ξύλον ἢ ἐν αὐτῷ τῷ ξύλῳ τὰς φλιὰς τῶν ὀνίσκων ἐντεκτηνάμενον, ἤν τε ὀρθὰς ἐθέλῃς ἑκατέρωθεν μικρὸν ὑπερεχούσας, ἤν τε κατὰ κορυφὴν τοῦ ξύλου ἔνθεν καὶ ἔνθεν. αὗται αἱ ἀνάγκαι εὐταμίευτοί εἰσι καὶ ἐς τὸ ἰσχυρότατον καὶ τὸ ἧσσον καὶ ἰσχὺν ἔχουσι τοιαύτην, ὥστε καὶ εἴ τις ἐπὶ λύμῃ βούλοιτο, ἀλλὰ μὴ ἐπὶ ἰητρείῃ ἐς τοιαύτας ἀνάγκας ἀγαγεῖν, κἀν τούτῳ ἰσχυρῶς δύνασθαι· καὶ γὰρ ἂν κατατείνων κατὰ μῆκος μοῦνον ἔνθεν καὶ ἔνθεν, οὕτω καὶ ἄλλην ἀνάγκην οὐδεμίην προστιθεὶς, ὅμως κατατείνειεν ἄν τις, ἀλλὰ μὴν καὶ ἢν μὴ κατατείνων. αὐτῇ δὲ μοῦνον τῇ σανίδι οὕτως εἰ ποιέει τις καὶ οὕτως ἱκανῶς καταναγκάσειε. καλαὶ οὖν αἱ τοιαῦται ἰσχύες εἰσὶν, ᾗ ἔξεστι καὶ ἀσθενεστέρῃσι καὶ ἰσχυροτέρῃσι χρέεσθαι αὐτὸν ταμιεύοντα, καὶ μὲν δὴ καὶ κατὰ φύσιν γε ἀναγκάζουσι. τὰ μὲν γὰρ ἐξεστεῶτα ἐς τὴν χώρην ἀναγκάζει καὶ ἡ ἵππωσις ἰέναι, τὰ δὲ ξυνελθόντα κατὰ φύσιν κατατείνουσιν
558
αἱ κατὰ φύσιν κατατάσιες. οὔκουν ἐγὼ ἔχω τουτέων ἀνάγκας καλλίους οὐδὲ δικαιοτέρας.

Τὰ ἐφεξῆς ἅπαντα σαφῶς ἑρμηνεύοντι, δι’ ὧν νῦν καὶ ἔστιν ὅτε παρακολουθεῖ τις λεγομένοις, οὔτε ἐξηγήσεως, ἀλλὰ δείξεώς ἐστιν αὐτοῦ χρεία. καὶ μέντοι καὶ τὰ ὑπομνήματα τοῖς ἑωρακόσιν ἤδη τὰς τοιαύτας ἐνεργείας γράφεται. λέλεκται δέ μοι καὶ πρόσθεν ὅτι τὰ οὕτω σαφῶς ὑπ’ αὐτοῦ γεγραμμένα μὴ νοήσας τις κατὰ τὴν πρώτην ἐπιβολὴν καὶ δὶς καὶ τρὶς καὶ πλεονάκις ἀναγνώτω προσέχων τὸν νοῦν. εἰ γὰρ τοῦτο ποιήσῃ, πάντως ταῦτ’ ἐννοήσει σαφῶς ἑρμηνευόμενον.

Ἡ γὰρ κατ’ αὐτὴν τὴν ἄκανθαν ἰθυωρία τῆς κατατάσιος κάτωθέν τε καὶ κατὰ τὸ ἱερὸν ὀστέον καλεόμενον οὐκ ἔχει ἐπιλαβὴν οὐδεμίην, ἄνωθεν δὲ κατὰ τὸν αὐχένα καὶ κατὰ τὴν κεφαλὴν ἐπιλαβὴν μὲν ἔχει, ἀλλ’ ἐς ἰδέην γε ἀπρεπής.
559
ταύτῃ τοι γενομένη ἡ κατάτασις καὶ ἄλλας βλάβας ἂν προσπαρέχει πλεονασθεῖσα. ἐπειρήθην δὲ δή ποτε ὕπτιον τὸν ἄνθρωπον κατατείνας ἀσκὸν ἀφύσητον ὑποθεῖναι ὑπὸ τὸ ὕβωμα, κἄπειτα αὐλὸν ἐκ χαλκείου ἐς τὸν ἀσκὸν τὸν ὑποκείμενον ἐνιέντα φυσᾷν, ἀλλά μοι οὐκ εὐπορεῖτο. ὅτε γὰρ εὖ κατατείνοιμι τὸν ἄνθρωπον, ἡσσᾶτο ὁ ἀσκὸς καὶ οὐκ ἠδύνατο ἡ φῦσα ἐπαναγκάζεσθαι· καὶ ἄλλως ἕτοιμον περιολισθαίνειν ἦν, ἅτε ἐς τὸ αὐτὸ ἀναγκαζόμενον τό τε τοῦ ἀνθρώπου ὕβωμα καὶ τὸ τοῦ ἀσκοῦ πληρουμένου κύρτωμα. ὅτε δ’ αὖ μὴ κάρτα κατατείνουσι τὸν ἄνθρωπον, ὁ μὲν ἀσκὸς ὑπὸ τῆς φύσης ἐκυρτοῦτο, ὁ δὲ ἄνθρωπος πάντῃ μᾶλλον ἐλορδαίνετο ἢ συνέφερεν. ἔγραψα δὲ ἐπίτηδες τοῦτο. καλὰ γὰρ καὶ ταῦτα μαθήματά ἐστιν, ἃ πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ δι’ ἅπερ ἠπορήθη.

Αὐτὸς ἂν ἐπιλαβὴν εἴρηκε τὴν οἷον ἀντιλαβὴν καὶ ἀντίληψιν, ὥστε στηριχθῆναι τοὺς περιβαλλομένους τροχοὺς

560
πρός τε τῶν ἐξεχόντων ἕνεκα τοῦ ἀπορεῖν. κατὰ μὲν τὸ ἱερὸν ὀστέον οὐδὲν ἔχει τοιοῦτον ἄνωθέν τ’ ἢν τό τέ τι ἔχῃ καὶ τὴν κεφαλὴν, ἅμα φαίνοιτ’ ἂν ὁ ἄνθρωπος πνιγόμενος, εἴ τις ἐνταῦθα περιλάβοι, καὶ κατὰ τοῦτ’ ἂν ἀπρεπὴς ἡ κατάτασις φαίνοιτο. καὶ μέντοι καὶ βλάβας ἂν παράσχοι εἰ ὀλισθῇ τὸν βρόχον τις ἐπὶ τὸν λάρυγγα.

Ὅσοισι δὲ ἐς τὸ εἴσω σκολιαίνονται οἱ σφόνδυλοι ὑπὸ πτώματος ἢ καὶ ἐμπεσόντος τινὸς βαρέος, εἷς μὲν οὐδεὶς τῶν σφονδύλων μέγα ἐξίσταται κάρτα ὡς ἐπὶ τὸ πολὺ ἐκ τῶν ἄλλων. ἢν δὲ ἐκστῇ μέγα ἢ εἷς ἢ πλείονες, θάνατον φέρουσιν, ὥσπερ δὴ καὶ πρόσθεν εἴρηται, κυκλώδης καὶ αὕτη καὶ οὐ γωνιώδης γίνεται ἡ παραλλαγή. οὖρα μὲν οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται ἢ τοῖσιν ἔξω κυφοῖσι καὶ πόδες καὶ ὅλα τὰ σκέλεα ψύχεται μᾶλλον καὶ θανατηφόρα ταῦτα μᾶλλον ὧν ἔφην. καὶ ἢν περιγένωνται δὲ ῥυώδεες τὰ οὖρα μᾶλλον οὗτοι
561
καὶ τῶν σκελέων ἀκρατέστεροι καὶ ναρκωδέστεροι. ἢν δὲ καὶ ἐν τῷ ἄνω μέρει μᾶλλον τὸ λόρδωμα γένηται, παντὸς τοῦ σώματος ἀκρατέες καὶ νεναρκωμένοι γίνονται. μηχανὴν δὲ οὐκ ἔχω οὐδεμίην ἔγωγε, ὅκως χρὴ τὸν τοιοῦτον ἐς τὸ αὐτὸ καταστῆσαι· καὶ εἰ μή τινα ἡ κατὰ τῆς κλίμακος κατάσεισις ὠφελέειν οἵη τε εἴη ἢ καὶ ἄλλη τις τοιαύτη ἴησις ἢ κατάσεισις, οἵηπερ ὀλίγῳ πρόσθεν εἴρηται. κατανάγκασιν δὲ σὺν τῇ κατασείσει οὐδεμίην ἔχω ἥτις ἂν γίνοιτο, ὥσπερ τῷ κυφώματι τὴν κατανάγκασιν ἡ σανὶς ἐποιέετο. πῶς γὰρ ἄν τις ἐκ τοῦ ἔμπροσθεν διὰ τῆς κοιλίης ἀναγκάσαι δύναιτο; οὐ γὰρ οἷόν τε, ἀλλὰ μὴν οὔτε βῆχες οὔτε πταρμοὶ οὐδεμίην δύναμιν ἔχουσιν, ὥστε τε τῇ τάσει συντιμωρέειν, οὐ μὴν οὐδ’ ἔνεσις φύσης ἐνιεμένης ἐς τὴν κοιλίην οὐδὲν ἂν δυνηθῇ. καὶ μὴν αἱ μεγάλαι σικύαι προσβαλλόμεναι ἀνασπάσιος εἵνεκα δῆθεν. τῶν εἴσω ῥεπόντων σφονδύλων μεγάλη ἁμαρτὰς γνώμης ἐστίν. ἀπωθέουσι γὰρ μᾶλλον ἢ ἀνασπῶσι καὶ οὐδ’ αὐτὸ τοῦτο γιγνώσκουσιν οἱ προσβάλλοντες. ὅσῳ γὰρ ἄν τις
562
μείζω προσβάλλῃ, τοσούτῳ μᾶλλον λορδοῦντες οἱ προσβληθέντες συναναγκαζομένου ἄνω τοῦ δέρματος. τρόπους δὲ ἄλλους κατασεισίων ἢ οἶοί τε πρόσθεν εἴρηνται, ἔχοιμ’ ἂν εἰπεῖν, ἁρμόσαι οὓς ἄν τι δοκέῃ τῷ παθήματι μᾶλλον, ἀλλ’ οὐ κάρτα πιστεύω αὐτοῖς, διὰ τοῦτο οὐ γράφω. ἀθρόον δὴ ξυνιέναι χρὴ περὶ τούτων ὧν ἐν κεφαλαίῳ εἴρηται. ὅτι τὰ μὲν εἰς τὸ λορδὸν ῥεύσαντα ὀλέθριά εἰσι καὶ σινόμωρα, τὰ δὲ ἐς τὸ κυφὸν ἀσινέα θανάτου καὶ οὔρων σχεσίων καὶ ἀποναρκωσίων τὸ ἐπίπαν.

Περὶ τῆς ἔσω μεταστάσεως τῶν σφονδύλων γράφει ταῦτα, χαλεπωτέραν αὐτὴν τῆς ἔξω λέγων εἶναι, καὶ ἡ αἰτία πρόδηλος. καὶ γὰρ ἔσω ῥέπει τὰ νεῦρα πάντα τὰ ἀπὸ τοῦ νωτιαίου πεφυκότα. θλίβεται οὖν ἐν ταῖς τοιαύταις μεταστάσεσι μᾶλλον ἤπερ ἐν ταῖς ἔξω. σὺν τούτοις δὲ καὶ τὰ ἐπικείμενα μόρια τῇ ῥάχει θλίβεται πάντα καὶ κατὰ τοῦτο καὶ τῆς κύστεως τὸ ἄνω πέρας θλίβεταί ποτε. καὶ μέντοι καὶ κατὰ συμπάθειαν εἰς φλεγμονὴν ἀφίξεται

563
πάντα καὶ διὰ τοῦτ’ οὔτε ἡ κύστις οὖρον ἐκκρίνει οὔτε τὰ ἔντερα ἀπόπατον. τῆς γὰρ ἐκκριτικῆς δυνάμεως, ἥτις ἐστὶ μία τῶν φυσικῶν, πάθος ἐστὶν ἴσχεσθαι τὸ οὖρον καὶ τὸ ἀπόπατον. τὸ δὲ ναρκώδη γίνεσθαι τὰ μόρια τῆς τῶν νεύρων βλάβης ἐστίν. ἐκ μὲν οὖν τῆς κατὰ τὰ ἔντερα καὶ τὴν κύστιν βλάβης ἄχρι περ ἂν παύσεται φλεγμαίνοντα, κίνδυνος ἀπολέσθαι τὸν ἄνθρωπον καὶ δι’ ἄκρα καὶ ἀκώρω ἔντερα διαμένει καὶ διὰ τοῦτο καὶ ὁ σφίγγων τὴν κύστιν μῦς οὐκ ἐᾷ ἀκριβῶς ἐνεργῶν ἐπιτρέπειν τοῖς οὔροις. εἰκὸς καὶ δήπου καὶ τὸν ἐπὶ τῆς ἕδρας μῦν τὸν σφιγκτῆρα καλούμενον τὴν αὐτὴν ἀτονίαν ἔχειν.

Οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίην οὐδὲ κωλύει εὐρόους εἶναι ἡ εἰς τὸ ἔξω κύφωσις, ἡ δὲ λόρδωσις ταῦτα ἀμφότερα ποιέει καὶ ἐς τἆλλα πολλὰ προσγίνεται.
564

Κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρηκὼς οὖρα μὲν οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται ἢ τοῖσιν ἔξω κυφοῖσι, νῦν τὴν αἰτίαν προσέθηκεν εἰπών· οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίαν δηλονότι τὰς ἐκροὰς εἰπὼν, τήν τε κατὰ κύστιν καὶ τὴν κατὰ τὴν ἕδραν. ἐντείνεσθαι δὲ τὰ μόρια δι’ ὧν αὗται γίνονται κατά τε τὴν θλίψιν, ἣν ἐκ τῆς τῶν σφονδύλων εἴσω μεταστάσεως ἴσχουσιν, εἰκός ἐστι καὶ πρὸς τῆς κατὰ τὰ νεῦρα συμπαθείας.

Ἐπεί τοι πολὺ πλείονες σκελέων τε καὶ χειρῶν ἀκρατέες γίνονται καὶ καταναρκοῦνται τὸ σῶμα καὶ οὖρα τούτοισιν ἴσχεται, οἷσιν ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε ἔξω μήτε ἔσω, σεισθέωσι δὲ ἰσχυρῶς ἐς τὴν ἰθυνίην τῆς ῥάχιος. οἷσι δὲ ἂν ἐκστῇ μὲν τὸ ὕβωμα, ἧσσον τοιαῦτα πάσχουσιν.

Ἐνταῦθα τὴν ὕβωμα φωνὴν ὡς γενικόν τι σημαῖνον ἀνέγραψεν ἐπὶ πάσης εἰπὼν, τῆς τῶν σφονδύλων εἰς τὸ παρὰ

565
φύσιν ἐκτροπῆς, ὅλος δὲ ὁ λόγος εὔδηλος. ἐπὶ γὰρ τὴν τετάρτην διαφορὰν τῶν κατὰ τὴν ῥάχιν παθῶν ἀφικνεῖται τῷ λόγῳ. καλοῦσι δὲ αὐτὴν σεῖσιν, ὅταν αἱ ἁρμονίαι σύμπασαι διακινηθῶσι τῶν σφονδύλων τῆς ῥάχεως καὶ κινδυνεύσει διασπασθῆναί τε καὶ θλασθῆναι διασεισθείσης σφοδρῶς αὐτῆς, καί φησι τοῦτο πολὺ χεῖρον εἶναι τῶν ἄνευ τοῦ διασεισθῆναι γιγνομένων διαστροφῶν τῆς ῥάχεως. εἶθ’ ἑξῆς ὅτι καὶ ταῖς πλευραῖς καταγνυμέναις τοιοῦτόν γέ τι συμβαίνει διήγηται.

Πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσαιτο, ὦν τὰ μὲν ἰσχυρὰ ἀσινέα ἐστὶ, καθ’ ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα τοῦ νοσήματος, τὸ δὲ ἀσθενέστερα σινόμωρα καὶ ἀποτόκους νοσημάτων χρονίους ποιέοντα καὶ κοινωνέοντα καὶ τῷ ἄλλῳ σώματι ἐπὶ πλέον.

Προειρηκὼς περὶ τοῦ κατὰ ῥάχιν πάθους ὃ προσαγορεύουσι σεῖσιν ἄνευ τοῦ μεταστῆναι σφόνδυλόν τινα γενόμενον

566
ἐν τῇ ἐφεξῆς γραφῇ πολλὰ λέγει τῶν κατ’ ἰατρικὴν ἐπιεικέστερα κατ’ ἀλήθειαν εἶναι, κἂν φαίνηται χαλεπώτερα. συμβαίνει δ’ ἐκεῖνα τῶν παθῶν, ἐφ’ ὧν συμπάθειαί εἰσι μείζους, ὡς ὅσα γε μηδεμίαν ἐπιφέρει μορίων κυρίων συμπάθειαν, ἀλλὰ καθ’ ἑαυτὰ ποιεῖται τὴν κρᾶσιν, ἧττόν ἐστι χαλεπὰ καὶ ἰσχυρότερά σοι κατασκευαῖς. ἐφεξῆς οὖν ὡς ἐν παραδείγματος μέρει μνημονεύει τῶν κατὰ τὰς πλευρὰς παθῶν ὑποδεικνύων, ἔνια μὲν αὐτῶν εἶναι τὴν φαντασίαν μόνον, ἔνια δὲ τῇ δυνάμει χαλεπά.

Ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν· οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ μία ἢ πλέονες, ὡς τοῖσι πλείστοισι κατάγνυται μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ εἴσω μέρος, μηδὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν· ἀτὰρ οὐδὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐδὲ ἔμπυοι πολλοὶ γίνονται, οὐδὲ ἔμμοτοι, οὐδὲ ἐπισφακελίσιες τῶν ὀστέων, δίαιτά τε φαύλη ἀρκέει.
567

Ὅτι τὸ σύμμετρον τοῦ λόγου σαφήνειαν συντελεῖ, μαθεῖν ἐστιν οὐχ ἥκιστα καὶ ἐκ τῆς προκειμένης ῥήσεως μακρᾶς οὔσης. ἐγὼ τὸ πρῶτον μέρος ἄρτι προεχειρισάμην· ἐκ τινὸς γὰρ ἐπὶ πλεῖον ὁ Ἱπποκράτης ἀσάφειάν τινα ἐργάσατο, διὰ βραχέων δ’ ἂν οὕτως ἑρμηνεύοιτο. τὰ κατάγματα τῶν πλευρῶν, ὅταν ἁπλᾶ καὶ μόνα γένηται, τὴν μὲν φαντασίαν χαλεπωτέραν τῶν περιθλάσεων ἔχει, τῇ δυνάμει δὲ ἐπιεικεστέραν, θεραπεύεται γὰρ ἄνευ κινδύνου τάχιστα. χωρὶς δὲ κατάγματος ὅταν περὶ τὰς πλευρὰς σάρκες θλασθῶσιν, εἰς μέγιστον ἐνίοτε κίνδυνον ἥκουσιν οἱ οὕτω παθόντες. τὸ μὲν κεφάλαιον τοῦ λόγου τοῦτο· τὰ δὲ κατὰ μέρος ἐφεξῆς ἴδωμεν, εἰ ἐν τῷ πρώτῳ μέρει τῆς ῥήσεως, ὅπερ ἐγὼ διὰ βραχέων εἶπον, ὅταν ἁπλᾶ καὶ μόνα γένηται τὰ κατάγματα τῶν πλευρῶν. ὁ δὲ Ἱπποκράτης εἴρηκεν, ὅπερ ἐξηγούμενος ἔγραψε, μὴ διασχόντα τὰ ὀστᾶ εἰς τὸ ἔσω μέρος εἰπὼν, τὴν εὐρυχωρίαν τοῦ θώρακος εἰς ἣν ἀδύνατόν ἐστι διασχεῖν ὀστῷ τῷ κατ’ αὐτὸν ἄνευ τοῦ γυμνωθῆναι μὲν αὐτὸ τὸ ὀστοῦν ἁπάσης τῆς περικειμένης σαρκὸς,

568
διατμηθῆναι δὲ τὸν ὑπεζωκότα καλούμενον ὑμένα. διὰ τοῦτο μὲν οὖν ἐδήλωσε τὸ ἁπλοῦν τοῦ κατάγματος, διά τε τῶν ἐφεξῆς τὸ ἐπιεικὲς, ὀλίγους μὲν εἰπὼν ἐπιπυρέττειν, πτύσαι δὲ αἷμά τινα σπανίως, ὥσπερ γε καὶ ἔμπυον καὶ ἔμμοτον γενέσθαι, σφακελίσαι τε τὸ τῆς πλευρᾶς ὀστοῦν· διὸ καὶ τὴν δίαιταν αὐτοῖς ἐξαρκέσειν φαύλην. ἔμαθες δὲ ὅτι φαύλην ἀεὶ λέγει τὴν ἐναντίαν τῇ ἀκριβεῖ τὴν ἐπιτυχοῦσαν. ἐν μὲν οὖν τῷ προκειμένῳ μορίῳ τῆς ἄλλης αὐτοῦ ῥήσεως ὅλη διάνοια τοιαύτη τίς ἐστιν. ἴδωμεν δὲ ἐφεξῆς τὰ λοιπά.

Ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς καὶ κενεαγγέειν κάκιον τοῖσι τούτοισιν ἢ μὴ κενεαγγέειν καὶ ἐπωδυνέστερον καὶ πυρετωδέστερον καὶ βηχωδέστερον. τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης διόρθωμα τῶν πλευρέων γίνεται. ἡ δὲ κένωσις κρεμασμὸν μὲν τῇσι πλευρῇσι ποιέει, ὁ δὲ κρεμασμὸς ὀδύνην.
569

Ὁ τῆς κοιλίης ὄγκος στήριγμά τι γίνεται ταῖς πλευραῖς, διὸ καὶ ὅσοι μείζονας ἔχουσι τὰς γαστέρας, ἦττον ὀδυνῶνται καταγείσης τῆς πλευρᾶς· ὅσοις δὲ ἰσχναί τέ εἰσι καὶ προσεσταλμέναι, μᾶλλον ἀλγοῦσιν ἀστηρίκτων καὶ μετεώρων αἰσθανόμενοι τῶν πλευρῶν. ἐὰν μὲν οὖν συνεχὴς ἐπιλάβῃ πυρετὸς, αὐτούς ἐστι κενεαγγεῖν, ὅπερ δηλοῖ νῦν αὐτὸ τὸ ἀσιτεῖν, ἐπειδήπερ ἡ ἐκ τῆς ἐδωδῆς βλάβη γίγνεται μείζων τῆς ἐκ τοῦ κρεμασμοῦ. εἰ δή τι μηδ’ ὅλως πυρέξει, ἄμεινον ἐσθίειν τοσαῦτα τὸ πλῆθος, ὡς εἰς ὄγκον ἀρθῆναι τὴν γαστέρα τοσοῦτον, ὅσον ἡλίκος ὡς ἄνευ τοῦ θλίβειν τὸ πεπονθὸς, ἕδρα τε καὶ στήριγμα γενήσεται ταῖς πλευραῖς.

Ἔξωθεν δὲ φαύλη ἐπίδεσις τοῖσι τοιούτοισιν ἀρκέει, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ἡσύχως ἐρείδοντα ὁμαλὴν τὴν ἐπίδεσιν ποιέεσθαι ἢ καὶ ἐριῶδές τι προσεπιθέντα. κρατύνεται δὲ πλευρὴ ἐν εἴκοσιν ἡμέρῃσι, παχεῖαι γὰρ αἱ ἐπιπωρώσιες τούτων τῶν ὀστέων.
570

Φαύλην ἐπίδεσιν εἶπεν, ὥσπερ καὶ δίαιταν, τὴν ἐπιτυχοῦσαν, ἥτις ἐστὶν ἐναντία τῇ ἐπιμελῶς γεγενημένῃ.

Ἀμφιθλασθείσης δὲ τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν ἢ ὑπὸ πληγῆς ἢ ὑπὸ πτώματος ἢ ὑπὸ ἀντερείσιος ἢ ἄλλου τινὸς τοιουτοτρόπου πολλοὶ ἤδη πολὺ αἷμα ἔπτυσαν.

Μέμνηται καὶ τούτου τοῦ λόγου διὰ τοὺς οἰομένους ἐν ταῖς πλευρίτισιν ἐξ ἀνάγκης ἀνάγειν τινὰ τῶν λοβῶν τοῦ πνεύμονος πάσχειν καὶ συναπτόμενόν γε τοῦτόν φασι τῇ φλεγμαινούσῃ πλευρᾷ διδόναι τι τοῦ κατὰ τὴν φλεγμονὴν ἰχῶρος. ἐν τῷ πνεύμονι γὰρ οὐδὲν πνεύμονος πεπονθότος, ἀλλὰ τῆς διαθέσεως τῇ πλευρᾷ γενομένης πτύειν φησὶν ἐνίους αἷμα. πῶς μὲν οὖν γίγνεται τοῦτο ζητεῖν ἔξεστιν ἐπὶ σχολῆς, ἡμῖν τε βασανιζομένοις τὸ ζήτημα κατά γε τὸ περὶ αἵματος ἀναγωγῆς Ἐρασιστράτου βιβλίον. ἐξαρκεῖν δὲ δεῖ νῦν αὐτὸ τοῦτο μόνον ἐγνωκέναι, τὸ χωρὶς τοῦ παθεῖν

571
τι τὸν πνεύμονα πτύειν ἐνίους αἷμα διὰ τὸ κατὰ τὰς πλευρὰς πάθος. ἐθεάσασθε δὲ κἀπὶ τῶν ἄλλων πολλάκις ἀτρώτου τοῦ προκειμένου τῷ κατάγματι δέρματος ὄντος ἐκχεόμενον αἱματώδη χυμὸν διὰ τοῦ τοιοῦτον πληρῶσαι τοὺς ἐπιδέσμους. καίτοι πολλῷ πυκνότερόν ἐστι τὸ παρὰ τοῖς κώλοις δέρμα τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὥστ’ οὐδὲν θαυμαστόν ἐστι δι’ ἐκείνου ῥυῆναι πρὸς τὴν ἐκτὸς χώραν ἐκ τῆς πεπονθυίας πλευρᾶς. εἶτ’ εὐθέως εἰς τὰ βρόγχια τοῦ πνεύμονος ἀναληφθῆναι κατὰ τὰς ἐκπνοὰς, ὥσπερ ὁρῶμεν ἐπὶ τῶν συντρωθέντων τὸν ὑμένα τοῦτον. ὅ τι γὰρ ἂν ἐκχέῃς εἰς τὸν θώρακα διὰ τοῦ τραύματος ἀναβήσσεται τοῦτο παραχρῆμα διὰ τοῦ στόματος καὶ διὰ τοῦτο Ἐρασίστρατος οὐκ ἐννοήσας εἰς ἀτόπους ἐνέπεσε λόγους ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ὧν τὴν κακίαν ἐμάθετε διερχομένου μου πολλάκις ἀκούσαντες ἐπ’ αὐτοῦ τοῦ συγγράμματος.

572
Οἱ γὰρ ὀχετοὶ οἱ κατὰ τὸ λαπαρὸν τῆς πλευρῆς ἑκάστης παρατεταμένοι καὶ οἱ τόνοι ἀπὸ τῶν ἐπικαιροτάτων τῶν ἐν τῷ σώματι τὰς ἀφορμὰς ἔχουσι. πολλοὶ γοῦν ἤδη βηχώδιες καὶ φυματίαι καὶ ἔμπυοι ἐγένοντο καὶ ἔμμοτοι καὶ ἡ πλευρὴ ἐπεσφακέλισεν αὐτοῖσιν, ἀτὰρ καὶ οἷσι μηδὲν τοιοῦτον προσεγένετο ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν. ὅμως δὲ βραδύτερον ὀδυνώμενοι παύονται οὗτοι ἢ οἷσιν ἂν πλευρὴ καταγῇ καὶ ὑποστροφὰς μᾶλλον ἴσχει ὀδυνημάτων τὸ χωρίον ἐν τοῖσι τοιούτοισι τρώμασι. μάλα μὲν οὖν μετεξέτεροι καταμελέουσι τῶν τοιούτων σινέων μᾶλλον ἢν πλευρὴ κατεάγῃ αὐτοῖσιν.

Ὀχετοὺς μὲν εἷπε τὰς ἀρτηρίας δηλονότι καὶ τὰς φλέβας, λαπαρὰν δὲ τῆς πλευρᾶς ἑκάστης τὸ μεταξὺ τῶν ὀστῶν καθ’ ἃ καὶ οἱ μεσοπλεύριοι μῦς εἰσι, τόνους δὲ δηλονότι τὰ νεῦρα. πεφυκέναι δέ φησιν ἀπὸ τῶν ἐπικαιροτάτων πάντα ταῦτα· διότι μὲν τῶν φλεβῶν τούτων ἡ ἀρχὴ πλησίον

573
ἐστὶ τῆς καρδίας, ὥσπερ καὶ τῶν ἀρτηριῶν. τῶν δὲ νεύρων ἀπὸ τῶν κατὰ τὸν θώρακα νωτιαίων κοινωνίας τινὸς οὕσης αὐτοῖς καὶ πρὸς ἄλλην συζυγίαν νεύρων ἐξ ἐγκεφάλου καθηκόντων. τὰ δ’ ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένα δῆλα τοῖς μεμνημένοις ἁπάντων τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων ὑπομνήμασιν.

Ἀτὰρ καὶ ἰήσιος σκεθροτέρης οἱ τοιοῦτοι δέονται, εἰ σωφρονοῖεν, τῇ τε γὰρ διαίτῃ ξυμφέρει ξυνεστάλκαι, ἀτρεμέειν δὲ τῷ σώματι ὡς μάλιστα ἀφροδισίων τε ἀπέχεσθαι.

Τὴν ἀκριβεστέραν ἀεὶ λέγει σκεθροτέραν ἀντικειμένην τῇ φαύλῃ.