In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν.

Οὐχ ὡς καὶ καθ’ ἕτερον μέρος ἐν τῷ σώματι σφονδύλων ὄντων πρόσκειται τὸ κατὰ ῥάχιν· ἡ γὰρ ἁπάντων τῶν σπονδύλων σύνθεσις ὀνομάζεται ῥάχις, ἀλλ’ εἰ καὶ οὕτως ἔτυχεν εἰπών· σφόνδυλοι δὲ οἷς ὑπάρχει καὶ κατὰ ῥάχιν

493
εἶναι. τινὲς μέντοι τῶν νεωτέρων ἰατρῶν ἀξιοῦσιν οὐχ ἅπασαν τῶν σπονδύλων τὴν σύνταξιν ὀνομάζειν ῥάχιν, ἀλλὰ μόνον τὸν θώρακα καὶ τὴν ὀσφῦν, καθ’ οὓς ὁ Ἱπποκράτης νῦν δόξει διαλέγεσθαι περὶ τῶν κατὰ τὴν ὀσφῦν τε καὶ τὸν νῶτον μόνον, οὐ τῶν κατὰ τὸν τράχηλον. εἴρηται δὲ ἀκριβῶς ἡμῖν ἅπασα τῶν σφονδύλων ἡ σύνθεσις ἐν τῇ περὶ τῶν ὀστῶν εἰσαγωγῇ, καθ’ ἣν ἠξίωσα ἀπογυμνάσασθαι τὸν ἀκολουθήσαντα τοῖσδε τοῖς ὑπομνήμασι, τεθεαμένος ἀκριβῶς ἕκαστον τῶν ὀστῶν ὁποῖόν ἐστιν, ἐπ’ αὐτῶν μὲν μάλιστα τῶν ἀνθρώπων σκελετῶν, εἰ μὴ πάντως τῶν πιθηκείων.

Ὅσοισι μὲν ὑπὸ νοσημάτων ἕλκονται ἐς τὸ κυφόν.

Ὀπισθοκύφωσις ὀνομάζεται ἡ εἰς τοὐπίσω διαστροφὴ τῆς ῥάχεως, ὥσπερ ἡ μὲν εἰς τὸ πρόσω λόρδωσις, ἡ δὲ εἰς τὰ πλάγια σκολίωσις. οἴονται δέ τινες γίγνεσθαι τὴν εἰς

494
τοὐπίσω διαστροφὴν, ἣν δὴ καὶ κύρτωσιν ὀνομάζουσι, φυμάτων ἀπέπτων συνισταμένων ἐπὶ τῆς ῥάχεως μεγάλων τε καὶ σκληρῶν καὶ χρονίων, ὑφ’ ὧν βαρυνομένους ὠθεῖσθαι πρὸς τὴν ὀπίσω χώραν τοὺς σφονδύλους, οὐκ ἐννοοῦντες ὅτι οὔτε κατακειμένων ὑπτίων ἐγχωρεῖ τὰ φύματα τοὺς ὑποκειμένους ἑαυτοῖς βαρύνειν σφονδύλους οὔτε ὀρθῶς ἑστηκότων οὔτε καθημένων, ἀλλ’ οὐδ’ εἴ ποτε κατὰ τῶν πλευρῶν κλινόμεθα. πρὸς δὲ καὶ ἄλλοις ἐστὶν ἄτοπον εἰς τοσοῦτον βάρος ἢ σκληρότητα ἥκειν τὰ φύματα νοεῖν, ὡς καὶ τῶν ὀστῶν βαρύτερα καὶ σκληρότερα γίγνεσθαι. ὅτι μὲν οὖν ὑπὸ φυμάτων ἀπέπτων εἰς τὸ ἔμπροσθεν ἀποτελοῦνται διαστροφαὶ τῆς ῥάχεως αὐτὸς ὁ Ἱπποκράτης ὀλίγον ὕστερον ἐρεῖ. προσέχειν δὲ χρὴ τοὺς ἐξηγησαμένους τὸ βιβλίον οὐ τούτῳ μόνον, ἀλλὰ καὶ ὅτι κατὰ τὴν προκειμένην ῥῆσιν εἶπεν· ἐς τὸ κυφὸν ἕλκονται, δυνάμενος εἰπεῖν ὠθοῦνται, καθάπερ οὕτω ἕλκονται. δόξει γε μὴν ἄτοπον εἶναι τοὺς σφονδύλους ὀπίσω μεθισταμένους ὑπὸ νοσημάτων ἕλκεσθαι λέγειν εἰς τὸ πρόσω. τοῦτο γὰρ οἰκειότερον ἦν ἐπὶ
495
τῆς λορδώσεως εἰρῆσθαι. τὶ ποτ’ οὖν ἐστιν ἀληθὲς ἅμα καὶ πρὸς Ἱπποκράτην ἔτι πειράσομαι δηλῶσαι. αὐτὰ μὲν τὰ τῶν σφονδύλων ὀστᾶ κατὰ τὸν ἴδιον λόγον οὔτ’ ἀνατρέπεται πρὸς τῶν φυμάτων οὔθ’ ἕλκεται, τῶν δὲ συνδούντων αὐτοὺς σωμάτων ἐστὶ τὸ πάθημα πρῶτον. ὅταν οὖν συνηθισμένον γένηται τοῖς σφονδύλοις φῦμα μετεωριζόμενον καὶ αὐξανόμενον πρὸς τὴν ἔνδον ἢ πρόσω χώραν, ἑκατέρως γὰρ ὀνομάζουσιν, ἀναγκαῖόν ἐστιν ἕπεσθαι τοῖς φύμασι τοὺς συνδέσμους, οἷς πάλιν αὐτοὺς τοὺς σφονδύλους ἀκολουθεῖν. ἐὰν μὲν οὖν κατὰ μίαν χώραν γένηται τὸ φῦμα, ταύτης ἑλκομένης ἐντὸς ἡ λόρδωσις συμβαίνει τῆς ῥάχεως σφονδύλοις· ἐὰν δὲ κατὰ δύο, μεταξύ τινος ἀπαθοῦς περιλαμβανομένης χώρας ἡ κύφωσις. ἑκατέρου γὰρ τῶν φυμάτων ἕλκονται πρὸς ἑαυτὸ τὸν συνεχῆ σφονδύλον, οἱ μέσοι κυρτοῦνται πρὸς τοὐπίσω. θεάσασθαι δὲ ἐναργῶς ἐγχωρεῖ σοι τοῦτο συμβαῖνον ἐπὶ πάντων ὅσα κάμπτεσθαι δύναται μετρίως, οἷά πέρ εἰσι καὶ διάχλωραι ῥάβδων καὶ τῶν καλάμων οἷς γράφομεν οἱ πλείους. τούτων τὸ μὲν ἕτερον τοῖς τῆς
496
δεξιᾶς χειρὸς περιλαβὼν δακτύλοις, τὸ δ’ ἕτερον τοῖς τῆς ἀριστερᾶς ἐπισπάσαι πρὸς ἑαυτὸν εἰς τὴν ἐναντίαν χώραν ἐπισπώμενόν τε καὶ κυρτούμενον ὄψει τὸ μέσον· οὐ μὴν οὐδὲ σκολιώσεις ἑτέραν ἔχουσιν αἰτίαν γενέσεως, ἀλλὰ καὶ ταύτας τείνεσθαι συμβαίνει σκληροῦ καὶ δυσπέπτου φύματος ἔν τινι τῶν πλαγίων μερῶν συνισταμένου. τρία γὰρ ταῦτα πάθη κατὰ τὴν ῥάχιν ἐν ταῖς τῶν σφονδύλων γίγνεται μεταστάσεσι, κύφωσις, λόρδωσις καὶ σκολίωσις· ὀπίσω μὲν ἀποχωρούντων ἡ κύφωσις, εἰς τὰ πρόσω δὲ ἰόντων ἡ λόρδωσις, ἐπὶ δὲ τὸ πλάγιον ἐκτρεπομένων ἡ σκολίωσις. ἔξωθεν δὲ τούτων ἡ σεῖσις καλουμένη τέταρτον πάθος ἐστὶ τῶν ἐν τῇ ῥάχει σφονδύλων, ὅταν διακινηθῶσι μὲν αἱ ἁρμονίαι, κατὰ χώραν δὲ οἱ σφόνδυλοι μένωσι.

Τὰ μὲν πλεῖστα ἀδύνατα λύεσθαι, πρὸς δὲ καὶ ὅσα ἀνωτέρω τῶν φρενῶν τῆς προσφύσιος κυφοῦται.
497

Καὶ τἄλλα μὲν, φησὶ, τὰ κατὰ ῥάχιν ἐστὶ δύσλυτα, μάλιστα δ’ αὐτῶν ὅσα φρενῶν τῆς προσφύσιος κυφοῦται ἀνώτερον, τουτέστιν ἐν τῷ κατὰ τὸν θώρακα σφονδύλῳ. ὅτι δ’ οὕτως χρῆται τῇ φωνῇ καὶ κατ’ ἀρχὰς εὐθέως τοῦδε τοῦ βιβλίου δῆλόν ἐστιν, ἔνθα φησί· καὶ γὰρ καὶ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείης, ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην. διὰ τί δὲ μάλιστα δύσλυτα γίνεται τὰ κατὰ τὸν θώρακα φύματα, διὰ τῆς ἐπιφερομένης μαθήσῃ ῥήσεως.

Τῶν δὲ κατωτέρω μετεξέτερα λύουσι κιρσοὶ γινόμενοι ἐν τοῖσι σκέλεσι, μᾶλλον δέ τι ἐγγινόμενοι κιρσοὶ ἐν τῇ κατ’ ἰγνύην φλεβὶ. οἷσι δ’ ἄν τι κύφωμα ᾖ, λύουσιν· ἐγγίνονται δὲ καὶ ἐν τῇ κατὰ βουβῶνα.

Ἔνιά φησι τῶν κατωτέρω τοῦ θώρακος παθῶν, τουτέστι τὰ κατ’ ὀσφῦν, ὑπὸ κιρσῶν ἢ δυσεντερίας λύεσθαι, μεταλαμβανομένων

498
δηλονότι τῶν ἐργασαμένων αὐτὰ χυμῶν εἰς πρώτην μὲν αὐτὴν τὴν ἐπὶ τῇ ῥάχει μεγίστην φλέβα, μετ’ ἐκείνην δὲ εἰς τὰς ἀποφύσεις αὐτῆς τὰς ἐπὶ τὰ σκέλη. τοιαύτη δὲ οὐδεμία φλέψ ἐστι κατὰ θώρακα ἡ τοὺς μοχθηροὺς χυμοὺς ὑποδέξασθαι δυναμένη· μία μέν ἐστιν ἡ τὰς ὀκτὼ πλευρὰς ἑκατέρωθεν φέρουσα, δύο δ’ ἄλλαι μικραὶ τὰς ὑψηλάς τε παρὰ τὰς ἐξ ἑκατέρου μέρους μία, πασῶν δ’ αὐτῶν εἰς τὸν θώρακα κατασχιζομένων τε καὶ ἀναλισκομένων. εἰ δὲ μεταβληθείη τις χυμὸς εἰς αὐτὰς ἐκ τῶν φυμάτων ἐκκενωθῆναί που δύναται καὶ τὸ δ’ ἐπίπαλαι φάναι αὐτὸ δύσκολον. οἱ γὰρ τὰ σκληρὰ καὶ δύσπεπτα γεννῶντες χυμοὶ γλίσχροι εἰσὶ καὶ παχεῖς, ὥστ’ οὐ ῥᾳδίως εἰς τὰς στενὰς μεταλαμβάνονται φλεβάς. ἡ δὲ κατ’ ὀσφῦν φλέψ εὐρυτάτη τ’ ἐστὶ καὶ πάσαις ταῖς κάτω φλεψὶν αὕτη χορηγεῖ τὸ αἷμα. τοὺς οὖν παχεῖς τούτους καὶ γλίσχρους χυμοὺς, ὅταν ποτὲ μεταλάβῃ τῆς ἐν τοῖς πεπονθόσι μορίοις δυνάμεως ῥωσθείσης, ὡς ἀπώσασθαι τὸ περιττὸν ἐναποτίθεται ταῖς ἐνταῦθα καθηκούσαις φλεψὶν, ὑφ’ ὧν
499
ἀνευρύνονται μὲν καὶ κιρσοῦνται, παχέων μὲν ἱκανῶς ὄντων εὐθέως ἐν τῇ κατὰ βουβῶνα, μετριωτέρων δὲ ὑπαρχόντων ἐν τῇ κατὰ τὴν ἰγνύαν. ἔνθα γὰρ ἂν πρῶτον ὑπὸ πάχους τε καὶ γλισχρότητος ἐμφραχθέντες ἱστῶσιν, ἐνταῦθα διϊστᾶσί τε καὶ διευρύνουσι τὴν φλέβα. καὶ γὰρ τοῖς ἄνευ τοιαύτης αἰτίας ἔχουσιν ἐν τοῖς σκέλεσι κιρσοὺς ἀνάλογον τῷ πάχει τοῦ χυμοῦ τὰς ἀνευρυνομένας φλέβας ἰδεῖν ἐστίν, ἐπὶ μὲν τοῖς παχυτάτοις τὰς εὐρυτάτας οἷαί πέρ εἰσιν αἱ κατὰ βουβῶνα, ἐπὶ δὲ τοῖς ἦττον ἐκείνων παχέσι τὰς ἧττον εὐρείας, ὁποῖαι κατ’ ἰγνύας εἰσί. ποτὲ μὲν γὰρ ἐν ταῖς μείζοσι τροφαῖς ἐμφραττόμενοι τὸ πάθος ἐργάζονται, ποτὲ δὲ εἰς τὰς κατωτέρας χωροῦσιν, ὅσαι στενότεραι. παχὺ δὲ πάντως ἐν τοῖς κιρσοῖς ἐστι τὸ αἷμα, μελαγχολικῶν δ’ ἐστὶ πλειστάκις τὸ πάθος, ἔστι δ’ ὅτε ἑτέρων ὠμῶν καὶ παχέων χυμῶν.

Ἤδη δέ τισιν ἔλυσε καὶ ἡ δυσεντερίη πολυχρόνιος γινομένη.
500

Ὅταν εἰς ἔντερα μετάληψις γένηται τῶν παρὰ φύσιν χυμῶν ἐπὶ δυσεντερίᾳ, τῶν ἐντέρων ξυομένων τῇ δριμύτητι τῶν εἰς αὐτὰ συῤῥεόντων χυμῶν ἐκπυϊσκομένων δηλονότι τῶν φυμάτων. οὐδὲ γὰρ ἄλλως οὐδὲ συῤῥαγεῖέν ποτ’ εἰς ἔντερα διὰ τὸ πάχος αὐτῶν. αἱ δ’ ἐκπυήσεις λεπτύνουσί τε τοὺς παχεῖς χυμοὺς καὶ τὴν ἐν τοῖς πάσχουσι μορίοις φύσιν ἐπεγείρουσιν εἰς ἀπόκρισιν ἀνιαρῶν ἤδη τῶν περιεχομένων χυμῶν.

Καὶ οἷσι μὲν κυφοῦται ῥάχις παισὶν ἐοῦσι, πρὶν ἢ τὸ σῶμα τελειωθῆναι ἐς αὔξησιν, τούτοισι μὲν οὐδὲ συναύξεσθαι ἐθέλοι κατὰ τὴν ῥάχιν τὸ σῶμα, ἀλλὰ σκέλεα μὲν καὶ χεῖρες τελειοῦνται, ταῦτα δὲ ἐνδεέστερα γίνονται.

Οὐδὲν θαυμαστόν ἐστιν ἀναυξῆ γενέσθαι τὴν ῥάχιν ἐν τοῖς τοιούτοις νοσήμασιν, ὥσπερ κἀπὶ τῶν ἐξαρθρημάτων

501
ἔμπροσθεν ἠκούσαμεν αὐτοῦ λέγοντος, ὧν ἡ ἔμπτωσις ἠπορήθη. διά τε γὰρ τὴν διαστροφὴν τῶν ἀγγείων καὶ τὴν δυσκινησίαν καὶ τὸν τῆς φύσεως κάματον, ὃν κάμνει κατὰ τὰ τοιαῦτα πάθη, χεῖρον ἢ πρόσθεν ἀνάγκη τρέφεσθαι τὰ πεπονθότα μόρια. τοῦτο δ’ ἐν μὲν τοῖς ηὐξημένοις ἤδη καὶ τελείοις σώμασιν ἰσχνότερα ποιεῖν εἴωθε τὰ μόρια, τοῖς δ’ ἔτ’ αὐξανομένοις ἡ αὔξησις ἐμποδίζεται τῶν κατὰ ῥάχιν. ὅσα δ’ ἀμφότερα τῶν πεπονθότων ἐστὶν, οἷον αἵ τε χεῖρες καὶ τὰ σκέλη, παντάπασιν ἀβλαβῆ διαμένει· συμπάσχει γὰρ οὐχ ὅλον τὸ σῶμα τοῖς οὕτω πεπονθόσιν, ἀλλ’ ὅσα πλησίον ἐστὶ μόνα.

Καὶ ὅσοισιν ἂν ᾖ ἀνωτέρω τῶν φρενῶν τὸ κῦφος, τούτοισι μὲν αἵ τε πλευραὶ οὐκ ἐθέλουσιν ἐς τὸ εὐρὺ αὔξεσθαι, ἀλλ’ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίνεται, ἀλλ’ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίνονται καὶ κερχνώδεες. ἧσσον γὰρ εὐρυχωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι.
502

Ἐπὶ τῶν ἔτι ἐν αὐξήσει λόγον ποιεῖται, περὶ ὧν προείρηκεν ὅτι οὐχὶ συναύξεται τὰ κατὰ τὴν ῥάχιν αὐτοῖς. ὅταν οὖν ἐν τοῖς κατὰ τὸν θώρακα σφονδύλοις τὸ κύφωμα γένηται, μάλιστα τούτοις ἀναυξητέα ἀποτελεῖται κατὰ τὸ μῆκος. ἔκ τε οὖν τούτων καὶ ὅτι κατὰ τὸ κυφὸν εἰς τοὐπίσω μετάστασις ἐγένετο τῶν σφονδύλων, ἀναγκαῖόν ἐστι στενὸν καὶ ὀξὺν αὐτοῖς γίνεσθαι τὸν θώρακα καὶ κατὰ τοῦτο καὶ τὰς ἐντὸς κοιλίας τὰς ὑποδεχομένας τὸ πνεῦμα μικροτέρας, ὥστε καὶ τοῦ πνεύματος, ὅταν ἀναπνέωσιν, ἐλάττονος ἀπολαύειν τὸ σῶμα. λέλεκται δὲ κἀν τοῖς. περὶ δυσπνοίας ὡς ἀναγκαῖόν ἐστιν, ἔνθα τῆς χρείας ἐλάττων εἰσπνοὴ γίνεται, τὴν ἐφεξῆς αὐτῇ τὴν δευτέραν μετ’ ἐλάττονα χρόνον ἢ εἴπερ εἶχε κατὰ φύσιν ἡ προτέρα ποιῆσαι τὴν ἀρχήν. τὸ δὲ μετ’ ἐλάττονα πυκνὸν ἐργάζεται τὸ πνεῦμα καὶ τοῦτο τὸ τῆς δυσπνοίας εἶδος συνίσταται τὸ κατὰ μικρότητα καὶ πυκνότητα. κερχνώδεις δὲ γίγνονται διὰ τῶν κατὰ τὴν φάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν μορίων στενότητα. συναύξει δὲ ταύτην τὴν στενότητα καὶ τοῦτο περὶ οὗ κατὰ τὴν ἐξῆς ῥῆσιν διδάσκει.

503
Καὶ μέντοι καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σφόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ἔῃ αὐτοῖσιν ἡ κεφαλή. στενοχωρίην μὲν οὖν πολλὴν τῷ φάρυγγι παρέχει καὶ τοῦτο ἐς τὸ εἴσω ῥέπον· καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔς τ’ ἂν ἀναπιεχθῇ. δι’ οὖν τὸ τοιοῦτον σχῆμα ἐξεχέβρογχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται ὑγιέες.

Εἰς τἀναντία ἐχόντων τῶν κατὰ τὸν θώρακα σφονδύλων εἰς τὴν ὀπίσω χώραν μεταστάντων ἐν τοῖς κυφώμασιν, ἀναγκαῖόν ἐστιν ὅλον τὸν τράχηλον εἰς τὸ πρόσω ῥέπειν, ὥστε καὶ τὴν κεφαλήν· ἐπίκειται γὰρ τούτῳ· κατ’ εὐθὺ τοίνυν συμβήσεται τοῖς κυφοῖς ἐν τοιούτῳ σχήματι βαδίζειν, ἐν ᾧ οἱ πάντες, ὅταν ἐπινεύσωμεν ὅλον τὸν τράχηλον ἅμα τῇ ῥάχει καὶ κάμψαντες ἄμφω καὶ κυρτώσαντες εἰς τοὐπίσω κάτω βλέπομεν εἰς τὴν γῆν. ὅπως οὖν μὴ πάσχωσιν

504
οἱ κυρτοὶ τοῦτο, τὸν τράχηλον ἀναγκάζονται πρὸς τοὐπίσω, τοῖς αὐτῶν σφονδύλοις ὀλίγον εἰς τοῦτο συντελοῦσιν, ὡς ἂν ἐλαχίστην ἔχουσι τὴν κίνησιν, ἔνθα μάλιστα ταύτην ἀξιόλογον εὑρίσκουσιν, ἐνταῦθα πλεῖστον ἀνανεύουσιν. εὑρίσκεται δὲ κατὰ τὴν τῶν πρώτων δυοῖν σφονδύλων διάρθρωσιν, ἣν πρὸς ἀλλήλους καὶ τὴν κεφαλὴν ἔχουσιν. ὅπερ οὖν τοῖς ἀπαθέσιν ἄγουσιν εἰς ὀπίσω τὴν κεφαλὴν γίνεται σχῆμα, κατὰ τὴν διάρθρωσιν αὐτῆς, τοῦτο τοῖς κυφοῖς ὀρθουμένοις· καὶ δὴ καὶ ὥσπερ οἱ κατὰ φύσιν ἔχοντες ἐξεχέβρογχοι γίνονται κατὰ τὰς εἰς τοὐπίσω τῆς κεφαλῆς ἀνανεύσεις, οὕτως οἱ κυφοὶ κατὰ τὰς ὀρθίας τάσεις. ἐξεχεβρόγχους δηλονότι καλεῖ τοὺς ἐξέχοντας εἰς τοὐπίσω, εἰς τὸ πρόσω τὴν δίκην ἔχοντας. οὕτως δ’ εἰκὸς ὀνομάζειν αὐτὸν, ἤτοι τὴν τραχεῖαν ἀρτηρίαν ὅλην ἢ μόνον τὸν φάρυγγα, καὶ τοῦτ’ ἔστι τὸ μάλιστα κερχνώδη τὴν ἀναπνοὴν ἐργαζόμενον, ἀμέλει καὶ τοῖς κοιμωμένοις ἐν τοιούτῳ σχήματι μάλισθ’ ὑπάρχει τὸ ῥέγχειν. διὰ τοῦτ’ ἔφη· καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔς τ’ ἂν ἀναπιεχθῇ τοῦτο τὸ ὀστέον, ἀναφορικῶς εἰπὼν ἐπὶ
505
τὸ προειρημένον ἐν ἀρχῇ τῆς ῥήσεως, ἔνθα φησί· καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σφόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν. ἐξ οὗ τεκμήραιτ’ ἄν τις μέγαν σφόνδυλον ὀνομάζειν αὐτὸν τὸν δεύτερον, ὃς χωρῆσαι μάλιστα δύναται πρόσω, καὶ πάλιν ἐντεῦθεν ἀναπιεχθῆναι. πρόδηλον δ’ ὅτι καὶ τὴν αὐτὴν χώραν τὴν πρόσω καὶ ἔσω κέκληκε· πρόσω μὲν ὡς βαίνοντα ἐκ τῶν ὀπίσω μερῶν εἰς αὐτὴν σφόνδυλον, ἔσω δ’ ὅτι κατὰ τὸ βάθος ἐστὶ τοῦ σώματος, ἐάν τε πρὸς τὴν ἔσωθεν ἐπιφάνειάν τις, ἐάν τε πρὸς τὴν ὀπίσω σκοπῇ.

Φυμάτιά τε ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν πνεύμονά εἰσιν οἱ τοιοῦτοι σκληρῶν φυμάτων καὶ ἀπέπτων· καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας συστροφὰς γίνεται, ᾗσιν ἂν κοινωνήσωσιν οἱ τόνοι οἱ σύνεγγυς.

Οἷς ἐν τοῖς ἄνω τῶν φρενῶν ἐστί τὸ κύφωμα, τούτοις κατὰ τὸν πνεύμονα τὰ φύματά φησιν ὡς τὸ πολὺ γίγνεσθαι.

506
δῆλον οὖν ὅτι καὶ οἷς ἐν ὀσφύϊ τὸ κύφωμα ᾖ καὶ τούτοις ἐνταῦθα τὰ φύματα συνίσταται. ὡς τὸ πολὺ δ’ εἶπεν, ἐπειδὴ καὶ κατὰ τὴν διάπτωσιν καὶ πληγὴν κυφοῦται ῥάχις, ὥσπερ οὖν καὶ λορδοῦται καὶ σκολιοῦται. διὰ δὲ τοῦ φάναι· καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ σύντασις τοῖσι πλείστοισι διὰ ταύτας συστροφὰς γίγνεται, τὴν αὐτὴν γνώμην ἐνδείκνυται κατ’ ἀρχὰς, ὁπότε λέγει· σφόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οἷσι μὲν ὑπὸ νοσημάτων ἕλκονται εἰς τὸ κυφόν. τὸ δ’ ἐν τῇ νῦν ῥήσει λελεγμένον, ᾗσιν δ’ ἂν κοινωσήσωσιν οἱ τόνοι οἱ ξύνεγγυς ἐπὶ τὰ νεῦρα τὴν ἀναφορὰν ἔχει, κατὰ τὸν νῶτόν τε καὶ τοὺς σφονδύλους. ἐγὼ δὲ πρόσθεν ᾐτιασάμην τοὺς συνδέσμους τῶν σφονδύλων ἑλκομένους ἑαυτοῖς συνεπισπᾶσθαι καὶ αὐτοὺς τοὺς σπονδύλους. οὐ γὰρ ἡγοῦμαι τὰ ἀπὸ νωτιαίου πεφυκότα νεῦρα τὰ ἑλκόμενα πρὸς τοῦ φύματος ἑαυτοῖς δύνασθαι συνεπισπᾶσθαι τοὺς σφονδύλους· καὶ γὰρ ἀσθενέστερον πολὺ τῆς τοιαύτης δυνάμεώς ἐστι διά τε σμικρότητα καὶ μαλακότητα, διὸ καὶ οὐδὲν ἐκπέφυκεν ἐκ τῶν ὀστῶν, ὥσπερ οἱ σύνδεσμοι. ῥωμαλεώτεροι γὰρ ὄντες οὗτοι καὶ συνεχεῖς τοῖς τόνοις. εἰ δ’
507
ἂν κοινωνήσωσι τοῖς φύμασι, δύνανται οὖν ἐπισπᾶσθαι τοὺς σφονδύλους.

Ὅσοισι δὲ κατωτέρω τῶν φρενῶν τὸ κύφωμά ἐστι, τούτοισι νοσήματα μὲν ἐνίοισι προσγίνεται νεφριτικὰ καὶ κατὰ κύστιν, ἀτὰρ καὶ ἀποστάσιες ἐς ἐμπύημά τι καὶ κατὰ κενεῶνας καὶ κατὰ βουβῶνας χρόνιαι καὶ δυσαλθέες καὶ τουτέων οὐδ’ ἑτέρη λύει τὰ κυφώματα.

Κατὰ συμπάθειαν δηλονότι τὰ εἰρημένα νοσήματα γίγνεται. συμπάσχει δὲ τὰ ὁμογενῆ καὶ τὰ πλησίον ἅπερ ἐλέγετο κἀν τῷ σύνεγγυς καὶ τὰ κοινὰ καὶ μάλιστα κακοῦντα. δυσεντερία μὲν οὖν καὶ κιρσοὶ κατὰ μετάστασιν τῶν ἐργαζομένων τὰ φύματα χυμῶν γεννώμενα θεραπεύει τὴν κύφωσιν. ὅσα δὲ κατὰ συμπάθειαν γίγνεται νοσήματα, τούτων οὐδέν ἐστι λυτικῶν τῶν ἐξ ἀρχῆς παθῶν.

508
Ἰσχία δὲ τοῖσι τουτέοισιν ἀσαρκότερα γίνεται ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν.

Οἷς κατ’ ὀσφῦν ἐστι τὸ κύφωμα, τούτοις ἰσχία μᾶλλόν ἐστιν ἄσαρκα τῶν κατὰ θώρακα κυφῶν. ἐκ τούτου δὲ δῆλον ὡς καὶ τοῖς κατὰ θώρακα κυφοῖς ἄσαρκα μετρίως γίγνεται τὰ κατ’ ἰσχίον, ὡς ἂν κοινωνοῦντα τῇ ῥάχει.

Ἡ μέντοι σύμπασα ῥάχις μακροτέρη τούτοισιν ἢ τοῖσιν ἄνωθεν κυφοῖσι.

Τοῖς μηδέπω τελείοις κατὰ τὴν ἡλικίην πρὸς τῷ κοινῷ τῆς ἀτροφίας, ἔτι καὶ ἀναύξητα τὰ πεπονθότα μόρια γίνεται, καθότι καὶ πρόσθεν ἐῤῥέθη. νυνὶ δὲ προστίθησιν ἄλλην διαφορὰν οὐκ ἀπὸ τῆς ἡλικίας, ἀλλ’ ἀπὸ τῶν πεπονθότων μορίων· ὅσῳ γὰρ ἐν ἀρχῇ μᾶλλον ἑαυτῆς ἡ ῥάχις

509
πάθῃ, τοσούτῳ μᾶλλον ἀναυξεστέρα γίγνεται, διότι τῆς γενέσεως αὕτη καὶ τῆς αὐξήσεως ἄνωθέν ἐστιν.

Ἥβη δὲ καὶ γένειον βραχύτερα καὶ ἀτελέστερα καὶ ἀγονώτεροι οὗτοι τῶν ἄνωθεν κυφῶν.

Τῷ κοινῷ λόγῳ τῆς συμπαθείας προσέρχεται διαφορὰ κατὰ τὴν τῶν τόπων φύσιν. ὁ μὲν οὖν κοινὸς λόγος ἐστὶ τὰ πλησιάζοντα τοῖς πεπονθόσι συμπάσχειν. ἴδιος δὲ ἔνθα μὲν ἀναπνευστικὰ μόρια δυσπνουστέρους γίγνεσθαι τοὺς πάσχοντας καὶ κερχνώδεις, ἔνθα δὲ τὰ κατωτέρω τῶν φρενῶν γίνεται βραδυτέρα ἡ ἥβη. ἕπεται δὲ τούτῳ καὶ ἡ κατὰ τὰ γένεια βλάβη.

Οἷσι δ’ ἂν ηὐξημένοισι τὸ σῶμα γένηται κύφωσις, τούτοισιν ἀπαντικρὺ μὲν τῆς νόσου τῆς τότε παρεούσης
510
κρίσιν ποιέει ἡ κύφωσις. ἀνὰ χρόνον μέντοι ἐπισημαίνει τι τῶν αὐτέων, ὥσπερ καὶ τοῖσι ἑτέροισιν ἢ πλέον ἢ ἔλασσον. ἧσσον δὲ κακοήθως, ὡς τὸ ἐπίπαν μὲν τοιαῦτά ἐστι.

Τὸ ἀπαντικρὺ νῦν εἴρηκεν ἐν ἴσῳ τῷ ἐκ τοῦ φανεροῦ, ὅπερ ἄλλοι τινὲς τῶν παλαιῶν ἄντικρυς εἰρήκασιν· ἐκ μὲν τοῦ φανεροῦ καὶ ὡς εἴπῃ τις αἰσθητοῦ κρίσιν ἡ κύφωσις, ὅπερ ἐπὶ λύσιν λαμβάνει καὶ δόξειεν ἂν τὸ πάθος ἀνῃρῆσθαι παντάπασιν. ὑπολείπεται μέντοι τι λείψανον βραχὺ παροξυνόμενον, ἐπί τε τοῖς κατὰ τὴν δίαιταν ἁμαρτήμασι καὶ ἐν τῇ τῶν ἔξωθεν ἀπάτῃ βλαβερόν.

Πολλοὶ μέντοι ἤδη καὶ εὐφόρως ἤνεγκαν καὶ ὑγιεινῶς τὴν κύφωσιν ἄχρι γήρως, μάλιστα δὲ οὗτοι, οἷσιν ἂν ἐς τὸ εὔσαρκον καὶ πιμελῶδες προτράπηται τὸ σῶμα. ὀλίγοι μὲν ἤδη καὶ τῶν τοιούτων ὑπὲρ ἑξήκοντα ἔτη ἐβίωσαν, οἱ δὲ πλεῖστοι βραχυβιώτεροί εἰσι.
511

Διὰ ῥώμην φύσεως καὶ τοῦ πάθους τὴν ἐπιείκειαν, ἤδη δὲ καὶ τὴν ὅλην δίαιταν, ἣν ὁ πάσχων διαιτᾶται, μέχρι γήρως ἔνιοι τὴν κύρωσιν ὑγιεινῶς ἤνεγκαν.

Ἔστι δ’ οἷσι καὶ ἐς τὸ πλάγιον σκολιοῦνται σφόνδυλοι ἢ τῇ ἢ τῇ. ἢ τὰ πάντα μὲν ἢ τὰ πλεῖστα τὰ τοιαῦτα γίνεται διὰ συστροφὰς τῆς εἴσωθεν ῥάχιος.

Εἶπον ἔμπροσθεν ἤδη περὶ τῆς σκολιώσεως ὡς γίνεται κατὰ τὸ πλάγιον μέρος τοῦ σφονδύλου συστάντος φύματός πως καὶ ἐφέλκοντος ἐπὶ ἑαυτὸ τοὺς συνδέσμους, τοῦτο λέγει δὲ καὶ ὁ Ἱπποκράτης, ὅτι διὰ τοὺς τόνους.

Προσξυμβάλλεται δὲ ἐνίοισι σὺν τῇ νούσῳ καὶ τὰ σχήματα, ἐφ’ ὁποῖα ἂν ἐθισθέωσι κεκλίσθαι.
512

Τὸ μέντοι τῷ συῤῥεῖν μᾶλλον ὡς ἐπὶ τὸ ταπεινότερον, τὸ δέ τι καὶ τῷ θλίβεσθαι μᾶλλον, ἐφ’ ᾦ κατάκειταί τις, εἰς τὴν τοῦ κυφώματος γένεσιν ἡ συντέλεια γίνεται. πρώτη δ’ αἰτία καὶ κυριωτάτη τῶν φυμάτων καὶ τῶν ἄλλων νοσημάτων ἡ φυσικὴ τοῦ μέρους εὐπάθεια. δέδεικται γὰρ εἰς τὰ τοιαῦτα μόρια συῤῥεῖν τὰ περιττά.

Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖσι χρονίοισι κατὰ πνεύμονα νοσήμασιν εἰρήσεται. ἐκεῖ γάρ εἰσιν αὐτῶν χαριέσταται προγνώσιες περὶ τῶν μελλόντων ἔσεσθαι.

Πολλὰ καὶ κατὰ τὸ βιβλίον τοῦτο γράψαι ἐπηγγείλατο μὴ σωζόμενα νῦν, ἃ τάχα μὲν οὐδ’ ὅλως ἔγραψεν ἢ οὐκ ἐσώθη, καθάπερ καὶ ἄλλα πολλὰ τῶν παλαιῶν βιβλίων οὐκέτι σώζεται, περὶ ὧν τῆς ἀπωλείας πολλοῖς γέγραπται. περὶ δ’ οὖν τῶν κατὰ πνεύμονα χρονίων εἴρηται μὲν πολλὰ κἀν τῷ μείζονι περὶ παθῶν, οὗ καὶ ἡ ἀρχή· ἢν ἡ τοῦ

513
πνεύμονος ἀρτηρίη ἑλκωθῇ. εἴρηται δὲ κἀν τῷ πρώτῳ περὶ νούσων, οὐκ ὀρθῶς ἐπιγεγραμμένῳ, οὗ ἡ ἀρχή· ὃς ἂν περὶ ἰήσιος ἐθέλῃ ἐρωτᾷν ὀρθῶς καὶ ἐπερωτώμενος ἀποκρίνεσθαι. ἀλλ’ οὐδ’ ἐν ἑτέρῳ τούτων ἃ νῦν ἐπηγγείλατο τελέως διώρισται.

Ὅσοισι δὲ ἐκ καταπτώσιος ῥάχις κυφοῦται, ὀλίγα δὴ τούτων ἐκρατήθη, ὥστε ἐξιθῦναι.

Ἄχρι νῦν ἔγραψε περὶ τῆς ἔξωθεν αἰτίας διαστρεφομένης ῥάχεως. ὅσα δὲ ἀπὸ τῆσδε τῆς ῥήσεως ἐφεξῆς γέγραπται πάντα περὶ τῶν ἐκ καταπτώσεως ἤ τινος πληγῆς βλαπτομένων τοὺς σφονδύλους εἴρηται καὶ ἔστι τὰ πλεῖστα σαφῆ, πλὴν εἴ που δέοι παραλελειμμένην αἰτίαν προσθεῖναι, καθάπερ καὶ νῦν τὰ ὀλίγα κατὰ τὴν ῥάχιν παραρθρημάτων ἐπανορθοῦται. καίτοι τούτου νῦν δυνάμενος τὴν αἰτίαν ἐν τοῖς ἐφεξῆς αὐτὸς ἐνδείκνυται, γιγγλυμοειδῶς εἰπὼν,

514
τοὺς σφονδύλους συγκεῖσθαι, ὅταν εἷς τις ἐξ αὐτῶν καθ’ ὁντιναοῦν τρόπον ἐκπίπτῃ εἰς τὴν τῆς διαρθρώσεως, χαλεπώτατόν ἐστιν ἐμβιβάσαι, πολλῶν μὲν ἀποφύσεων οὐσῶν, πολλῶν δὲ κοιλοτήτων ἐν ἑκάστῃ, τοῦτο γὰρ καὶ δι’ αὐτῆς τῆς ὄψεως ἐπὶ τῶν ὀστῶν ἐμάθετε.

Τοῦτο μὲν γὰρ αἱ ἐν τῇ κλίμακι κατατάσιες οὐδὲν ἀπεξήθυναν, ὧν γε ἐγὼ οἶδα. χρέονται γὰρ οἱ ἰητροὶ μάλιστα αὐτῇ οὗτοι οἱ ἐπιθυμέοντες ἐκχαυνοῦν τὸν πολὺν ὄχλον. τοῖσι γὰρ τοιούτοισι ταῦτα θαυμάσιά ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν ἢ ῥιπτούμενον ἢ ὅσα τοῖσι τοιούτοισιν ἔοικε καὶ ταῦτα κληΐζουσιν ἀεὶ καὶ οὐκέτι αὐτοῖσι μέλει ὁκοῖόν τι ἀπέβη ἀπὸ τοῦ χαρίσματος, εἴτε κακὸν εἴτε ἀγαθόν. οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες σκαιοί εἰσιν, οὓς ἔγωγε ἔγνων. τὸ μὲν γὰρ ἐπινόημα ἀρχαῖον, καὶ ἐπαινέω ἔγωγε σφόδρα τὸν πρῶτον ἐπινοήσαντα καὶ τοῦτο καὶ ἄλλο πᾶν ὅ τι μηχάνημα κατὰ φύσιν
515
ἐπενοήθη. οὐδὲν γάρ μοι ἄελπτον, εἴ τις καλῶς σκευάσας κατασείσειε, κἂν ἐξιθύναι ἔνια. αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν οὕτω, διὰ τοῦτο ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τοιοῦτοι τρόποι.

Ἐπειδὴ προηγεῖσθαι χρὴ πάσης ἐμβολῆς ἄρθρων ἀντιτάσεις, ὡς ἐδείξαμεν, ἔστιν ἀναγκαῖον κἀπὶ τῶν ὀστῶν, ἔστι κἀπὶ τῶν κατὰ ῥάχιν ὡσαύτως πράττειν. ὅπως μὲν οὖν ἀντιτείνειν ὠφελίμως χρὴ μετὰ τόδε διδάξει· νυνὶ δὲ διαλέγεται περὶ τῶν κακῶς γιγνομένων κατατάσεων, ἔθος ὂν αὐτῷ ποιεῖν οὕτως, ὡς ἤδη δέδεικται διὰ τῶν ἔμπροσθεν. δεῖ γὰρ ἐλέγχειν πρότερον ὅσα κακῶς ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν, εἶθ’ οὕτως διδάσκειν τὰ βελτίω. κατασπώντων οὖν πολλῶν διὰ κλίμακος τὰ κατὰ ῥάχιν παραρθρήματα, μάλιστα μέν φησι μηδ’ ἀνύειν τι τὴν ἐπίνοιαν ταύτην. εἰ δ’ ἄρα βούλοιτό τις χρῆσθαι, διδάσκει τρόπους οἷς χρῷτο ἄν τις κάλλιστα. πρόκειται γὰρ ἐν τῇ κατατάσει τὴν μὲν ἄνω τάσιν τῆς ῥάχεως ἐργάσασθαι διὰ τῶν δεσμῶν, οὓς περιβάλλομεν πλησίον

516
τοῦ πεπονθότος μέρους, τὴν δὲ κάτω διὰ τοῦ βάρους τοῦ σώματος. πρὸς τοῦτον οὖν ἀποβλέπων τὸν σκοπὸν ἀκολουθήσεις τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ἐφεξῆς· ἔστι γὰρ τὰ πλεῖστα σαφῆ.