In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται, ἀλλὰ μόλις θανάσιμον.
Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.
Ὅκου ἐν ὅλῳ τῷ σώματι καὶ τὸ σῶμα καταψύχεται καὶ πάλιν θερμαίνεται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλει, μῆκος νόσου σημαίνει.
176

Καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶν ὑπομνημάτων ἐξηγησάμεθα τὴν αὐτὴν παρὰ βραχὺ λέξιν ἔχοντα τῇ νῦν εἰρημένῃ. γέγραπται γὰρ οὕτως· καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα ψύχηται ἢ αὖθις θερμαίνηται καὶ εἰ χρῶμα ἕτερον ἐξ ἑτέρου γένηται, νόσου μῆκος σημαίνει.

Ἱδρὼς πολὺς, θερμὸς ἢ ψυχρὸς, ἀεὶ ῥέων, σημαίνει ὑγρὸν ἀπάγειν, ἰσχυρῷ μὲν ἄνωθεν, τῷ δ’ ἀσθενεῖ κάτωθεν.

Ἔμπροσθεν ἄλλον ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐξηγησάμεθα, ὃς κατὰ τόνδε τὸν τρόπον ἐγέγραπτο· ἱδρὼς πολὺς ἢ θερμὸς ἢ ψυχρὸς ἀεὶ ἐὼν, ὁ ψυχρὸς μείζω, ὁ θερμὸς ἐλάσσω νοῦσον σημαίνει. καὶ τήν γε διάθεσιν ἔφαμεν εἶναι τῶν γε τοιούτων ἱδρώτων ὑγρότητος πλῆθος ἐν τῷ τοῦ κάμνοντος περιεχόμενον σώματι.

177
διὰ τοῦτ’ οὖν ὁ νῦν ἡμῖν προκείμενος ἀφορισμὸς ἀπάγειν κελεύει τὴν περιττὴν ὑγρότητα, τοῖς μὲν ἰσχυροῖς μὲν ἄνωθεν, ὅπερ ἐστὶ διὰ τῶν ἐμέτων, τοῖς δ’ ἀσθενεστέροις κάτωθεν, ὅπερ καὶ αὐτὸ σημαίνει δι’ ὑπαγωγῆς γαστρός. ὅτι μὲν οὖν ἐκκενοῦν ἀεὶ χρὴ τοῦ σώματος τὰς περιττὰς ὑγρότητας ἄντικρυς δῆλον. εἰ δὲ τοῖς ἰσχυροῖς μὲν ἄνωθεν μόνον ἀεὶ, τοῖς δ’ ἀσθενέσι κάτωθεν, ἄξιον εἶναι δοκεῖ μοι σκέψεως. βέλτιον γὰρ ἴσως οὐ ταύτῃ διαιρεῖν τῶν βοηθημάτων τὴν χρείαν, ἀλλ’ ὡς ἡμῖν ἐν τῇ θεραπευτικῇ πραγματείᾳ περὶ τῶν τοιούτων ἁπάντων διώρισται. καὶ τοῦτον οὖν τὸν ἀφορισμὸν ἐκ τῶν παραγεγραμμένων εἶναι νομίζω. ἑξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἄλλοι τρεῖς εὑρίσκονται κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων καὶ τοῖς ἐξηγηταῖς ὁμοίως γεγραμμένοι βραχύ τι διαλλάττοντες τῇ λέξει τῶν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. γράφουσι δ’ αὐτοὺς ὡδί.

178
Πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.
Ὁκόσοι πυρετοὶ μακροὶ, τουτέοισι φύματα εἰς τὰ ἄρθρα ἢ πόνοι ἐπιγίνονται.
Ὁκόσοις φύματα μακρὰ ἢ εἰς τὰ ἄρθρα πόνοι ἐκ πυρετοῦ γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.

Εὔδηλον δὲ ὅτι καὶ οὗτοι παρέγκεινται τῶν ἔμπροσθεν ἢ οὐδὲν ἢ βραχύ τι τῇ λέξει διαφέροντες, ἐξήγημαι δ’ αὐτοὺς ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.

179
Ἤν τις τῷ πυρέσσοντι τροφὴν διδῷ ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ κάμνοντι νοῦσος.

Γράφεται δὲ καὶ οὕτως ὁ ἀφορισμὸς ἤν τι τῷ πυρέσσοντι τροφὴν διδῷ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος. ἑκατέρα δ’ ἡ λέξις ἀποκεχώρηκε τῆς κατὰ φύσιν ἑρμηνείας, ἐπὶ τοῦτο δὴ τὸ καλούμενον κακόζηλον, οὐκ οἶδ’ ὅ τι βουληθέντων, ὅσοι διεσκεύασαν οὕτω πολυειδῶς τὸ τέλος τοῦ βιβλίου. τὰ μὲν αὐτῇ τῇ λέξει γράφοντες τῶν ἔμπροσθεν ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένων, τὰ δ’ ὑπαλλάττοντες βραχύ τι, τὰ δ’ ὅλα παρεντιθέντες, ὥσπερ καὶ τουτὶ τὸ νῦν προκείμενον, οὐδ’ ἐγγὺς τῆς Ἱπποκράτους ἑρμηνείας ἧκον. ἐκεῖνος μὲν γὰρ ἔμπροσθεν ἔφη· τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν τρέψῃς, μᾶλλον βλάψεις· καὶ ἢν ἐκ νόσου τροφὴν· λαμβάνων τις μὴ ἰσχύει, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῆ χρῆται, ἢν δὲ χρὴ μὴ λαμβάνοντος τοῦτο γίνηται τροφὴν εἰδέναι ὅτι κενώσεως δεῖται,

180
καί τινα τοιαῦτα ἕτερα κατὰ φύσιν ἡρμηνευμένα. ὁ δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν συνθεὶς κακοζήλως εἶπεν ἐπὶ τῆς τροφῆς, εἰ τῷ ὑγιαίνοντι ἰσχὺς αὕτη τῷ κάμνοντι νοῦσος, βούλεται γὰρ λέγειν τὴν τροφὴν ἰσχύος μέν εἶναι τοῖς ὑγιαίνουσι ποιητικὴν, βλάβης δὲ τοῖς νοσοῦσιν. ἢν νὴ Δία τοῖς μὲν ὑγιαίνουσιν αὔξειν τὴν ἰσχὺν, τοῖς δὲ κάμνουσι νόσον. ἡρμήνευκε δὲ ἀλλοκότως αὐτὸ τὴν τροφὴν αὐτὴν εἰπὼν ἰσχὺν μὲν τοῖς ὑγιαίνουσιν εἶναι νόσον δὲ τοῖς κάμνουσιν, οὔτ’ ἰσχὺν οὖσαν, ἀλλ’ ἰσχύος ποιητικὴν, οὔτε νοῦσον, ἀλλὰ νόσου ποιητικὴν, ἄμεινον δὲ εἰπεῖν αὐξητικήν.

Τὰ διὰ τῆς κύστεως διαχωρέοντα ὁρῆν δεῖ, ἢν οἷα τοῖς ὑγιαίνουσιν ὑποχωρέεται. τὰ ἥκιστα οὖν ὅμοια τούτοισι, ταῦτα νοσερώτερα· τὰ δὲ ὁμοιότερα τοῖς ὑγιαίνουσιν ἥκιστα νοσερά.
181

Ὅμοια κατὰ τὸ σῶμα σύμπαν εἴρηται πρὸς Ἱπποκράτους ἔν τε τῷ προγνωστικῷ καὶ κατ’ ἄλλα βιβλία πάντα τοῖς ὑγιαίνουσι δηλοῦν ἀγαθόν τι, τὰ δ’ ἀνόμοια τοὐναντίον. τοῦτο οὖν καὶ νῦν πειρᾶται λέγειν ὁ συνθεὶς τὸν ἀφορισμὸν τοῦτον. ὑποπτεύω γὰρ καὶ τοῦτον οὐχ Ἱπποκράτους εἶναι τῇ λέξει τεκμαιρόμενος οὐκ ἐχούσῃ τὴν αὐτὴν ἰδέαν ταῖς ἐκείνου καὶ τοῖς λεγομένοις αὐτοῖς οὐκ ἀπηκριβωμένῃ ὁμοίως ἐκείνου. ὅταν γοῦν εἴπῃ τὸ τὰ ἥκιστα ὅμοια τούτοις, ταῦτα νοσερώτερά τις οὐκ ἂν μέμψαιτο νοσερώτερα λέγοντι αὐτῷ ἀντὶ τοῦ νοσερώτατα, τοῦ τε ὕστατον νοσώδη. τὸ γὰρ ἥκιστα μετ’ ἐπιτάσεώς τινος λέγεται καὶ πολλῆς τῆς εἰς τὸ παρὰ φύσιν παρατροπῆς. ἕκαστον δὲ τῶν παρὰ φύσιν εἰς ὅσον ἀποκεχώρηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον καὶ μοχθηρόν ἐστι. τὰ γοῦν ἥκιστα τοῖς κατὰ φύσιν ὅμοια μάλιστά ἐστι τοῖς κατὰ φύσιν ἐναντία καὶ διὰ τοῦτο νοσερώτατα.

182
Καὶ οἷσι τὰ ὑποχωρήματα ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, ὑφίστανται οἷον ξύσματα, καὶ ἢν ὀλίγα ᾖ, ὀλίγη ἡ νοῦσος γίγνεται, ἢν δὲ πολλὰ, πολλὴ, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην· ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα, βλάψεις καὶ ὁκόσῳ ἂν πλείω διδῷς μᾶλλον βλάψεις.

Τὰ διὰ τῆς γαστρὸς ὑπιόντα λέγειν εἴωθεν αὐτὸς ὑποχωρήματά τε καὶ διαχωρήματα· καὶ διὰ τοῦτο καὶ νῦν ἐδέξαντό τινες ἐπὶ τῶν κατὰ τὴν γαστέρα κενουμένων εἰρῆσθαι τὸν λόγον αὐτῷ. μάχεται δ’ αὐτὸ τὸ προσκείμενον ἐν τῇ λέξει, τὸ ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, οἰκεῖον γὰρ τοῦτο τοῖς ὑγροῖς, καὶ διὰ τοῦθ’ ἕτεροι πάλιν ἐπὶ τῶν οὔρων ἐδέξαντο λέγειν αὐτόν. ἑκάτεροι δὲ πάλιν σχιθέντες οἱ μὲν ἐφίστανται γράφουσι διὰ τοῦ ε τὴν πρώτην συλλαβὴν, οἱ δὲ ὑφίστανται διὰ τοῦ υ. τοῖς μὲν οὖν οὔροις οὐδέτερον ἐναντιοῦται τῶν ῥημάτων. καὶ γὰρ καὶ

183
διὰ τῶν ὑφισταμένων αὐτοῖς καὶ διὰ τῶν ἐφισταμένων εἰώθαμεν καὶ τῶν παρόντων τι διαγινώσκειν καὶ τῶν μελλόντων ἔσεσθαι, κατὰ δὲ τὰ διαχωρήματα τὸ ἐφίστασθαι μᾶλλόν πως, πρέπει. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν οὔρων ἑτοίμη τῶν ὑφισταμένων ἡ διάγνωσις, οὕτω κἀπὶ τῶν διαχωρημάτων. ἐπὶ μὲν γὰρ τῶν οὔρων καὶ αὐτὸ τὸ ἄγγος ἐξ ὑέλου πεποιημένων ἐνδείκνυται τῶν ὑφισταμένων τὴν φύσιν, καὶ εἰ ἐν ἄλλῳ δέ τινι περιέχοιτο σκεύει, δυνατὸν ἀποχέοντας τὸ ἐπιπολῆς αὐτὸ μόνον καταλιπεῖν τὸ ὑφιστάμενον. ἐπὶ δὲ τῶν διαχωρημάτων οὐδέτερον πιθανόν. πάλιν δὲ αὐτὸ τὸ ἐφεξῆς εἰρημένον τὸ οἷον ξύσματα τοῖς μὲν κατὰ τὴν γαστέρα διαχωροῦσι πρέπει, τοῖς δ’ ἐκφερομένοις τῶν οὔρων καθ’ ὁντιναοῦν τρόπον εἴτ’ ἄνωθεν εἴτε κάτωθεν ἁρμόττει. ξυσματώδη μὲν γὰρ κατὰ τὴν γαστέρα διαχωρεῖται πολλάκις, ὀνομάζεταί τε συνήθως οὐχ ὑπὸ Ἱπποκράτους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἰατρῶν, οὐ μὴν ἐπί γε τῶν οὔρων. αὕτη τοίνυν ἡ περὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα χρῆσις ἄκυρος
184
ἐνδείκνυται παρεγκεῖσθαι καὶ τοῦτον τὸν ἀφορισμόν. ἔτι τε δὴ μᾶλλον ἐπειδὰν εἴπῃ, τούτοις συμφέρει ὑποκαθῆραι τὴν κοιλίην. οὐ γὰρ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ὅτῳ ξυσματώδη κατὰ τὴν κοιλίαν ὑπάγονται, τούτῳ συμφέρει καθαίρειν αὐτὴν, ὥσπερ οὐδὲ βλάβη τις ἐξ ἀνάγκης ἕπεται τροφὴν λαμβάνουσι τοῖς οὕτως ἔχουσιν. ὁρῶμεν γὰρ χολωδῶν διαχωρημάτων γενομένων ἐκκρινόμενα κατὰ τὴν γαστέρα ξύσματα, ἐφ’ οἷς οὔτε βλάπτονται ῥοφήματα λαμβάνοντες ἅπαντες οὔτε προκαθαίρειν αὐτοὺς ἀναγκαῖόν ἐστιν, ἐάν γε πᾶν ἤδη κεκενωμένον ᾖ τὸ χολῶδες. ἔτι δὲ μᾶλλον οὐδ’ εἰ τοῖς οὔροις ἐμφέροιτο οἷον ξύσματα, καθαίρειν προσήκει πρὸς τῷ καὶ χαλεπὸν εἶναι διαγνῶναι, τὴν ἰδέαν ὁποίαν τινὰ εἶναι βούλεται τῶν ἐμφερομένων τοῖς οὔροις ξυσματωδῶν. ἀλλ’ οἱ τούτους τοὺς ἀφορισμοὺς παρενθέντες δοκοῦσί μοι χάριν αὐτοῦ τούτοις συνθεῖναι, τοῦ συγκεχύσθαι τε τὸν λόγον, ὥσπερ αἴνιγμα καὶ δεῖσθαι ζητήσεως πολλῆς, ἐν ᾗ καθιστάντες ἑαυτοὺς ἐξηγητὰς τῶν λεγομένων εὐδοκιμοῦσι παρὰ τοῖς μειρακίοις. ὅτι δὲ οἱ λόγοι πάντες οἱ
185
ἀσαφεῖς ἀφορμὰς πολυλογίας παρέχουσι τοῖς σοφισταῖς δῆλον ἔσται σοι κατ’ αὐτὸν τοῦτον τὸν ἀφορισμόν. ἔνιοι γάρ τοι τῶν ἐξηγησαμένων αὐτὸν οὔ φασιν ἀπαγορεύειν τὸν Ἱπποκράτην, διδόναι ῥοφήματα τοῦ οὕτω διακειμένοις, ἀλλὰ πλέονι κωλύειν εἰρηκέναι, ὁκόσῳ ἂν πλέονα διδῷς μᾶλλον βλάψεις, ὥσπερ οὐ καὶ τῶν ἄλλων, ὅσοι χρῄζουσι ῥοφημάτων ὑπὸ πλειόνων βλαπτομένων ἢ ὡς οὐκ ἀκόλουθον τῷ φάντι, ὁκόσῳ ἂν πλεῖστα διδῷς μᾶλλον βλάψεις καὶ τοῖς ἐλάττοσιν ἐλάττονα τὴν βλάβην ἔσεσθαι νομίζειν. ἀλλ’ ὅμως διὰ τὸ τῆς ἑρμηνείας μοχθηρὸν ὑπάρχει τοῖς σοφισταῖς πορίζεσθαι τοῖς λόγοις διαλύσεις καὶ μᾶλλόν γε ὅταν ἐξῇ καὶ προσθεῖναί τι καὶ ἀφελεῖν καὶ μεταγράψαι, ὅπερ ἐν τοῖς ἀσαφέσι λόγοις εἰώθασι πράττειν. αὐτίκα γέ τοι καὶ κατὰ τοῦτον τὸν ἀφορισμὸν ἔνιοι τὸν καί σύνδεσμον προσθέντες, ἢν ἄλλοι τοῦ μετ’ αὐτὸν ἀρχὴν τίθενται, ταύτην ποιοῦσι τούτου τελευτὴν, ἵνα ὁ λόγος οὕτω ἔχῃ, ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς, μᾶλλον βλάψεις καὶ ὁκόσαις ἂν
186
κάτω ὠμὰ ὑποχωρέῃ, ὡς δηλονότι καὶ τούτοις ὅσῳ ἂν πλείω διδῷς, μᾶλλον βλάψεις. εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς πάλιν γράφουσιν. ὅτι χολῆς μελαίνης ἔνεστιν ἢν πλείω, πλείων, ἢν ἐλάσσω, ἐλάσσων ἡ νοῦσος. οἵ γε μὴν πολλοὶ τῶν ἐξηγητῶν ἑτέρως ἐξηγοῦνται καὶ γράφουσιν ὡς ὑπογέγραπται ῥῆσις.

Ὁκόσα ἂν κάτω ὠμὰ ὑποχωρέῃ ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω πλείων, ἢν ἐλάσσω, ἐλάσσων ὁ νοῦσος.

Εἴρηται δὲ καὶ πρόσθεν ὅτι καὶ ἄλλοι τινές εἰσιν, ἔξεστι γὰρ ἐν τοῖς ἀσαφέσιν ὡς ἂν ἐθέλῃ τις γράφειν, οὐδενὸς ἐπὶ τοῖς μεταγράφουσι νόμου κειμένου, πολλάκις δὲ οὐ διὰ τὴν ἀσάφειαν, ἀλλ’ ὅτι ψευδής ἐστιν ὁ λόγος· διὰ τοῦτο ἀναγκάζονται προσγράφειν τοῖς ἐξ ἀρχῆς εὑρεθεῖσιν ἢ ἀφαιρεῖν ἢ μεταγράφειν, ὥσπερ ἀμέλει καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν, οὗ τὴν λέξιν οἱ πρῶτοι τῶν ἐξηγησαμένων

187
τοὺς ἀφορισμοὺς, ὧν ἐστιν Ἡρόφιλος, ὁ Βακχεῖος, Ἡρακλείδης τε καὶ Ζεῦξις οἱ ἐμπειρικοὶ, τοιαύτην τινὰ γράφουσιν. ὁκόσοις ἂν κάτω ὠμὰ ὑποχωρέῃ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω, πλείονος, ἢν ἐλάσσω, ἐλάσσονος. ἀλλ’ ὅτι τῶν ἐπὶ μέρους τινὸς ὁ λόγος οὗτος ἑρμηνευτὴς ἐστιν, εἴρηται δ’ ὡς ἐκ καθόλου, διὰ τοῦτο τὴν ἀπορίαν παρέσχεν. ἐπεί τοι λεγόμενον αὐτοῦ κατὰ τὴν λέξιν οὐδεμίαν ἔχει ζήτησιν, ἀποφαινομένου τοῦ γράψαντος αὐτήν. οἷς ἂν ὠμὰ χωρέῃ, διὰ χολῆς μελαίνης ἐνεῖναι τοῖς πέττουσιν ὀργάνοις δηλονότι, δι’ ἣν ψυχόμενα χείρω πέττει καὶ τρόπον ἀπεψίας ἐργάζεται τὸν κατ’ ὠμότητα, τῆς ξανθῆς χολῆς τὸ ἐναντίον ἐργαζομένης, οἷον κνισώδη γάρ τινα γίνεται δι’ αὐτὴν ἀπεπτούμενα. τινὲς δὲ καὶ τοῦτον τὸν λόγον ἔτι περὶ τῶν οὔρων ἡγοῦνται λέγεσθαι.

188
Αἱ ἀποχρέμψεις ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ χολώδεες καὶ δυσώδεες πᾶσαι κακαὶ, ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ κοιλίην καὶ κύστιν καὶ ὅκου ἄν τι ἀποχωροῦν στῇ κεκαθαρμένον κακόν.

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν γέγραπται κατὰ τόνδε τὸν τρόπον. αἱ ἀποχρέμψιες ἐν τοῖσι πυρετοῖσιν ἐν τοῖσι μὴ διαλείπουσιν αἱ πελιδναὶ καὶ αἱματώδεες, πᾶσαι κακαί. ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ τὴν διαχώρησιν καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μήτε τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν. ἐξηγησάμεθα δ’ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.

Τὰ σώματα χρὴ, ὅπου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν καὶ ἢν ἄνω εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην, ἢν δὲ κάτω, ῥυῆσαι τὴν κοιλίην.
189

Καὶ τούτου τοῦ λόγου τὸ πρῶτον μέρος ἔμπροσθεν γέγραπται, μὴ προσκειμένου τοῦ καὶ ἄνω, ἢν βούλῃ εὔροα καὶ τὰ ἐφεξῆς, ἅτινα προσγράψαι βουλόμενος ἐνταυθοῖ τις ἐνέγραψεν αὖθις τὸν αὐτὸν ἀφορισμὸν μετ’ ἐξηγήσεως, ὥσθ’ ὑπάρχειν ἀληθῆ. ὅτι ἀληθεστέρα ταύτης ἑτέρα τίς ἐστιν ἐξήγησις, ἣν καὶ διὰ μακρᾶς πείρας ἡμεῖς ἐβασανίσαμεν, ἔμπροσθεν δέδεικται κατὰ τὸ τέταρτον ὑπόμνημα.

Ὕπνος, ἀγρυπνίη, ἀμφότερα γιγνόμενα μᾶλλον τοῦ δέοντος, νοῦσος.

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔν τισι τῶν ἀντιγράφων παρέγκειται πρόσθεν εἰρημένος ὅλος ὡσαύτως, πλὴν τοῦ κατὰ τὸ τέλος, ἐνταυθοῖ μὲν γὰρ νόσος. ἐκεῖ δὲ πολὺ βέλτιον γέγραπται κακόν.

190
Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔσω καίηται καὶ πυρετὸς ἔχῃ, θανάσιμον.

Καὶ οὗτος ὁ ἀφορισμὸς εἰκῆ γέγραπται πρόσθεν ἄμεινον εἰρημένος, χωρὶς τοῦ καὶ πυρετὸς ἔχῃ. νῦν δὲ ἐκ περιττοῦ πάλιν ἔχει προσκείμενον τὸ καὶ πυρετὸς ἔχῃ· προειρηκότος γὰρ αὐτοῦ κατὰ τὴν ἀρχὴν, ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖς, ματαία πάλιν ἡ ἐπὶ τῇ τοῦ λόγου τελευτῇ προσθήκη καὶ πυρετὸς ἔχῃ.

Ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμός ἢ ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος, ὅτι ἂν τούτων γένηται, ἐγγὺς ὁ θάνατος,
191

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν. ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενοῦς ἐόντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.

Ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.

Τὸ λεγόμενόν ἐστι τοιοῦτον, ὅσοις ἂν πλεῖστον ἐν τοῖς ἀγγείοις καὶ κατὰ τὴν ἕξιν ὅλην τοῦ σώματος ἀθροισθῇ λευκὸν φλέγμα, τούτοις ὁ λευκοφλεγματίας ὕδερος ἔσται.

Ἐπὶ διαῤῥοίῃ δυσεντερίη.

Ἀπὸ κοινοῦ δηλονότι προσυπακοῦσαι χρὴ τὸ ἐπιγίνεται, ξεομένων τῶν ἐντέρων κατὰ βραχὺ, κἄπειτα διὰ βάθους

192
τούτου γινομένου καὶ οὕτως ἑλκουμένων. ἔμπροσθεν δὲ βέλτιον ἐν ἀφορισμῷ γνησίῳ γέγραπται κατὰ τόνδε τὸν τρόπον· ἐπὶ ἀκράτῳ ὑποχωρήσει δυσεντερία καὶ ἡμεῖς ἐξηγησάμεθα τὸν ἀφορισμὸν τοῦτον ἐν ἕκτῳ τῶν ὑπομνημάτων.

Ἐπὶ δυσεντερίῃ λειεντερίη ἐπιγίνεται.

Καὶ οὗτος ὁ ἀφορισμὸς μόριόν ἐστιν ἀφορισμοῦ εἰρημένου ἔμπροσθεν τοῦτον τὸν τρόπον· ὅσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τούτοισιν ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται ἢ λειεντερίη, καὶ ἀπόλλυνται. ἐξηγησάμεθα δὲ καὶ ἡμεῖς αὐτὸν κατὰ τὸ ἕκτον τῶν ὑπομνημάτων.

Ἐπὶ σφακελισμῷ ἀπόστασις ὀστέου.
193

Ἀπὸ κοινοῦ δηλονότι κἀνταῦθα προσυπακοῦσαι δεῖ τὸ ἐπιγίνεται. πότερον δὲ τῷ τοῦ ὀστέου σφακελισμῷ τὴν ἀπόστασιν αὐτοῦ ἕπεσθαι ἢ τῷ τῆς προκειμένης σαρκὸς, οὐκ ἐδήλωσε, δύναται δ’ ἑκάτερον ἀληθῶς λέγεσθαι.