In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις.
120

Πρόδηλον δή που καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶν, ὡς τοῖς κακοήθεσιν ἐρυσιπέλασιν ἐπιγίνεται ταῦτα.

Ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖς ἕλκεσιν αἱμοῤῥαγίη.

Ἐν τοῖς φλεγμαίνουσιν ἕλκεσιν ὁ σφυγμὸς γίνεται μὴ φερούσης τῆς ἐπικειμένης ταῖς ἀρτηρίαις σαρκὸς τὴν κένωσιν αὐτῶν, ἀλλ’ ὀδυνωμένης, ὅταν ἐμπίπτωσιν αὗται διαστελλομέναι. ἔστι γὰρ ὁ τοιοῦτος σφυγμὸς ὀδυνηρά τις αἴσθησις, ἐκ τῆς τῶν ἀρτηριῶν κινήσεως γινομένη, ὧν οὐδὲ αἰσθανόμεθα τὴν ἀρχὴν, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὰ μόρια, διά τε τὸ τῆς ὁμιλίας αὐτῶν ἄλυπον καὶ διὰ τὴν εὐρυχωρίαν, ἐν ᾗ κινοῦνται. φλεγμονὴν δὲ ἥ τε στενοχωρία καὶ τὸ τῆς διαθέσεως ὀδυνηρὸν αἴσθησιν ἀνιαρὸν ἐργάζεται τοῖς κάμνουσιν, ἐκ τῆς κινήσεως τῶν ἀρτηριῶν, ἣν καλοῦσιν οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι σφυγμόν. ἔοικε δὲ καὶ ἡ κίνησις αὕτη τῶν ἀρτηριῶν κατὰ

121
τὰς τοιαύτας διαθέσεις αὐξάνεσθαι. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡς ἔστι καὶ ἡ τῶν ἀλλοτρίων ἀποκριτικὴ μία τις ἐν αὐτοῖς δύναμις, ἥτις καὶ τοὺς κρισίμους ἱδρῶτας ἐργάζεται καὶ τὰς αἱμοῤῥαγίας καὶ τὰς τῆς γαστρὸς ὑποχωρήσεις, ὅσα τε ἄλλα τοιαῦτα. κατὰ ταύτην οὖν τὴν δύναμιν ἐνίοτε σφοδρότερον ἡ φύσις ἐνεργοῦσα μεγάλην τε ἅμα καὶ βίαιον ἐργάζεται τὴν κίνησιν τῶν ἀρτηριῶν, ἐφιεμένη διώσασθαι τὰ λυποῦντα καὶ οὕτως ἐπιφέρει τὰς αἱμοῤῥαγίας.

Ἐπὶ ὀδύνῃ πολυχρονίῃ τῶν περὶ τὴν κοιλίην ἐκπύησις.

Εἴτε γὰρ ψύξις εἴθ’ ὅλως ἀνώμαλός τις εἴη δυσκρασία περὶ τὴν κοιλίαν εἴτε πνεῦμα φυσῶδες εἴτε δριμύτης τις δακνώδης ἀδύνατον αὐτοῖς εἰς πολὺν ἐκταθῆναι χρόνον ἁπάντων δεόντως περὶ τὸν κάμνοντα γιγνομένων. ἀναγκαῖον γὰρ τοῦτο προσυπακούειν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις.

122
ὑπολείπεται γοῦν ἔτι διὰ φλεγμονὴν χρονίζειν τὴν ὀδύνην, ἥτις ἐκπυήσει τῷ χρόνῳ δηλονότι μὴ φθάσαντός γε ἀποθανεῖν τοῦ ἀνθρώπου. καὶ γὰρ τοῦτο χρὴ προσυπακούειν ἐν τοῖς τοιούτοις λόγοις ἅπασιν.

Ἐπὶ ἀκράτῳ χωρήσει δυσεντερία.

Ἀκρήτους ὑποχωρήσεις εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτης τὰς ἀμίκτους ὑγρότητος ὑδατώδους, αὐτὸν μόνον ἐχούσας εἰλικρινῆ ὑπερχόμενον κάτω χυμὸν, εἴτε τὸν τῆς ξανθῆς χολῆς εἴτε τὸν τῆς μελαίνης. θαυμαστὸν οὖν οὐδὲν ἐπὶ ταῖς τοιαύταις ὑποχωρήσεσιν ἀναβρωθῆναί τι τῶν ἐντέρων.

Ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη, ἢν κενεὸν λάβῃ.
123

Ἐπὶ τοῦ κατὰ τὴν κεφαλὴν ὀστέου δηλονότι διακοπέντος οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ μέχρι τῆς ἐντὸς ἐπιφανείας, ἣν περιέχουσα τὸν ἐγκέφαλον ἐνδέχεται κενὴ χώρα, παραφροσύνη γίνεται· πλησιάζει γὰρ ἤδη τὸ πάθημα ταῖς μήνιγξι καὶ τῷ ἐγκεφάλῳ. Μαρῖνος δὲ οὐκ οἶδ’ ὅπως ἰδίᾳ μὲν ἀναγινώσκειν ἀξιοῖ τὸ ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη. ἰδίᾳ αὖθις ἀρχὴν ἀφορισμοῦ δευτέρου ποιεῖται, τὸ ἢν κενεὸν λάβῃ, προστιθεὶς αὐτῷ τὸ ἐκ φαρμακοποσίης σπασμὸς, οὕτως ὡς ὅλος ἀφορισμὸς τοιοῦτος γίνηται· ἢν κενεὸν λάβῃ ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες. εἰκότως τε γάρ φησιν εἰρῆσθαι τοῦτο. τὸν γὰρ ἐπὶ κενώσει γινόμενον σπασμὸν ἀεὶ μέμφεσθαι τὸν Ἱπποκράτην. ἀλλὰ τοῦτο μὲν αὐτὸ καλῶς εἶπεν ὁ Μαρῖνος, ὡς ὁ διὰ κένωσιν ἄμετρον γινόμενος σπασμὸς, ὀλέθριόν ἐστιν. οὕτω γοῦν καὶ ὁ ἐκ φαρμακοποσίης ὀλέθριος γίνεται· τὸ πρότερον δ’ οὐκ αἰσθάνεται λόγον ἐργαζόμενος ψευδῆ· τὸ γὰρ ἐπὶ ὀστέου διακοπῇ τὴν παραφροσύνην γίνεσθαι προφανῶς ψεῦδός ἐστιν. οὔτε γὰρ κατ’ ἄλλο τι τῶν ὀστῶν οὔτε κατὰ

124
τῆς κεφαλῆς ἕπεται τῇ διακοπῇ παραφροσύνη, πρὶν ἐπὶ τὰς μήνιγγας ἐξικέσθαι τὸ πάθος.

Ἐκ φαρμακοποσίης σπασμὸς θανατῶδες.

Φαρμακοποσίας καὶ φαρμακείας ἰδίως εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν τὰς τῶν καθαιρόντων φαρμακείας μόνον. ὅτι δ’ ἐπὶ τούτοις ἀμέτρως κενώσασι σπασμὸς ἐπιγινόμενος ὀλέθριόν ἐστιν, εἴ τις μέμνηται τῶν ἤδη πολλάκις εἰρημένων οὐκ ἀγνοεῖ.

Ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην ἀκρωτηρίων ψύξις κακόν.

Γίνεται μὲν ὡς καὶ πρόσθεν ἐῤῥέθη καὶ διὰ μέγεθος φλεγμονῆς σπλάγχνων ἡ τῶν ἀκρωτηρίων ψύξις. γίνεται δὲ

125
καὶ διὰ λειποψυχίαν ἢ τὸ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν ἢ τὸ πνίγεσθαι διὰ πλῆθος καὶ μάλισθ’ ὅταν ψυχρὸν εἴη. γίνεται δὲ καὶ διὰ ὀδύνην ἰσχυρὰν ἐν τοῖς μέσοις τοῦ σώματος ὑπάρχουσαν, δι’ ἣν συστέλλεται μὲν ἡ φύσις εἰς ἑαυτὴν, ἕπεται δ’ αὐτῇ καὶ τὸ αἷμα καταλεῖπον οὐ μόνον τὰ ἀκρωτήρια τοῦ σώματος, οἷον πόδας καὶ χεῖρας καὶ κεφαλὴν, ἀλλὰ καὶ σύμπαν τὸ δέρμα. μερικὴν οὖν τινα αἰτίαν εἴρηκεν ὁ Ἱπποκράτης ἐν τῷδε τῷ λόγῳ, ψύξεως ἀκρωτηρίων, ὥσπερ καὶ κατ’ ἄλλους πολλοὺς ἐδείχθη λόγους τοῦτο πράττων, καὶ θαυμαστὸν οὐδέν ἐστι τὸν ἐξευρίσκοντα πρῶτον πολλὰ μὴ πάντων ὁμοῦ τὴν εὕρεσιν, ἀλλ’ ἑκάστου κατὰ μέρος ποιεῖσθαι.

Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγινόμενος ἐκτρῶσαι ποιέει.
126

Περὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον ὁ τεινεσμὸς γίνεται τὴν αὐτὴν ἔχων αἰτίαν τε καὶ διάθεσιν, ἣν ἐν ταῖς δυσεντερίαις λαμβάνει τῶν ἄλλων τι τῶν ὑπερκειμένων ἐντέρων. ὠνομάσθαι δὲ τὸ πάθος ἀπὸ τῆς τάσεώς φασι τῆς γινομένης κατ’ αὐτὴν, δι’ ἣν καὶ προθυμούμενοι σφοδρῶς ἀποπατεῖν ἐξανίστανται συνεχῶς. διὰ τὴν τοιαύτην οὖν ἔντασίν τε καὶ κακοπάθειαν τό τ’ ἄλλο πᾶν σῶμα κάμνει καὶ μάλιστα πάντων ἡ μήτρα, συμφυὴς οὖσα τῷ ἀπευθυσμένῳ. θαυμαστὸν δ’ οὐδὲν ἐπὶ σφοδραῖς τε καὶ συνεχέσιν ἐξαναστάσεσι καὶ τάσεσι ἐκτιτρώσκεσθαι τὸ κυούμενον, ὅτε καὶ ἐπὶ ταῖς ἄλλαις σφοδραῖς ἤτοι κινήσεσιν ἢ ὀδύναις τῆς κυούσης ἐκτιτρώσκεσθαι πέφυκεν.

Ὅ τι ἂν ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι οὔτε αὔξεται οὔτε συμφύεται.
127

Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν ἤδη γέγραπται κατὰ τήνδε τὴν λέξιν. ἐπὴν διακοπῇ ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἢ γνάθου τὸ λεπτὸν ἢ ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται, καὶ ἐφθάσαμεν αὐτὸν ἐξηγήσασθαι μετὰ τὸ ἕκτον ὑπόμνημα.

Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἰσχυρὴ ἐπιγένηται, λύει τὴν νοῦσον.

Σύνηθές ἐστι τοῖς ἄλλοις ἰατροῖς ὀνομάζειν τινὰ λευκοφλεγματίαν ὕδερον ἤγουν ὡς καὶ πελιδνοῦ τινος φλέγματος ἢ ὡς κατὰ μὲν τὸν ἑαυτοῦ λόγον ὑπάρχοντος ἀεὶ λευκοῦ, δι’ ἐπιμιξίαν δέ τινα τῶν ἄλλων χυμῶν μεταβάλλοντος τὸ ἀκριβὲς τῆς χρόας. δύναται δὲ καὶ ὡς ἐν τῷ περὶ ἄρθρων ἔγραψε· σπόνδυλοι δ’ οἱ κατὰ ῥάχιν οὐχ ὡς οὐκ ὄντων τῶν σπονδύλων ἑτέρωθι διοριζόμενος, ἀλλ’ ἁπλῇ προσθήκῃ

128
χρώμενος, οὕτως κἀνταῦθα χωρὶς διορισμοῦ τὴν προσθήκην τοῦ λευκοῦ πεποιῆσθαι. τὸ δ’ ὑπὸ διαῤῥοίας ἰσχυρᾶς ἢ χρονίας, ἑκατέρως γὰρ γράφεται, λύεσθαι τὴν τοῦ λευκοῦ φλέγματος πλεονεξίαν κοινὸν καὶ πρὸς ἄλλα πολλὰ τῶν οὕτως εἰρημένων αὐτῷ.

Ὁκόσοισιν ἀφρώδεα τὰ ὑποχωρήματα ἐν τῇσι διαῤῥοίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς φλέγμα καταῤῥεῖ.

Ἀδιορίστως εἴρηται τοῦτο, γένοιτο μὲν γὰρ ἄν ποτε τὸ διαχωρούμενον ἀφρῶδες, ἐκ τῆς κεφαλῆς ἐπιῤῥέοντος ὑγροῦ πνευματώδους εἰς τὴν γαστέρα· γένοιτο δ’ ἄν ποτε καὶ τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων ἐκχεόντων αὐτό. συσταίη δ’ ἂν ἐνίοτε καὶ κατὰ τὴν γαστέρα, μίαν μὲν ὡς ἂν εἴποι τις, ἔχον αἰτίαν συνεκτικὴν, ὅπως ἂν ἐκκρίνηταί τε καὶ γένηται, προηγουμένας δὲ πλείους. ἔστι δὲ ἡ συνεκτικὴ τοῦ τοιούτου φλέγματος αἰτία πνεῦμα φυσῶδες ἐν τῇ πρὸς

129
ὑγρότητα μίξει σφοδρᾷ καὶ ἀνωμάλῳ κινήσει κεχρημένον, ὡς αὐτό τε θραυσθῆναι καὶ τὸ φλέγμα θραῦσαι κατὰ πολλὰ καὶ σμικρὰ μόρια. τῆς δὲ τοιαύτης αὐτῷ κινήσεως ἥ τε οἰκεία φύσις αἰτία καί ποτε καὶ πλῆθος θερμασίας. οὕτως γοῦν ἐπὶ τε τῶν ἑψημένων ἀφρὸς ὁρᾶται καὶ μάλισθ’ ὅταν ᾖ γλίσχρα τὴν φύσιν, ἔν τε τῇ θαλάττῃ κατὰ τὰς βιαίας τῶν ἀνέμων ἐμβολάς. ὅσοι δὲ ἡγοῦνται διὰ τοῦ πνεύμονος εἰς τὴν γαστέρα τὴν ὁδοιπορίαν γίνεσθαι τῷ φλέγματι καὶ διὰ τοῦτο ἀφρῶδες αὐτὸ φαίνεσθαι, οὐκ οἶδα τί φήσουσιν ἐπὶ τῶν ἀπὸ κεφαλῆς σαφῶς εἰς πνεύμονα ῥευματιζομένων. ἐχρῆν μὲν γὰρ αὐτοὺς ἀφρώδη διαχωρεῖν. οἱ δ’ οὔτε διαχωροῦσιν οὔτ’ ἀναβήττουσιν ἀφρώδη, καίτοι πολλάκις ἐναργῶς αἱ τραχεῖαι κατὰ σπλάγχνον ἀρτηρίαι πλήρεις εἰσὶ τοῦ καταῤῥέοντος ἐκ τῆς κεφαλῆς, ὃ πεφθὲν μὲν ἀναπτύεται πύῳ παραπλήσιον, ἀφρῶδες δ’ οὐ γίνεται. ἀλλ’ οὐδ’ αἷμα διὰ παντὸς ἀφρῶδες ἀναπτύουσιν ἐκ πνεύμονος. ἔοικεν οὖν ὅταν ἐξ αὐτῆς τοῦ σπλάγχνου τῆς ἰδίας οὐσίας
130
συναναφέρηταί τι ἀφρῶδες γίνεσθαι τὸ αἷμα. πτύουσί γε μὴν καὶ οἱ πλευριτικοί ποτε τὸ ἀφρῶδες, ἔτι τε σπανιώτερον αὐτῶν μᾶλλον οἱ περιπνευμονικοί. θερμασίας δέ μοι δοκεῖ ἀκράτου τε καὶ πυρώδους ἠθροισμένης ἐν τοῖς πάσχουσι μορίοις. εἰ δὲ τὸ καταῤῥέον ἐκ τῆς κεφαλῆς εἰς τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, ὡς ἔνιοί φασι, διεξέρχεται κάτω, πρῶτον μὲν εἰς τὰς τῆς καρδίας κοιλίας αὐτὸ παραγίνεσθαι δεήσει, μετὰ δὲ τοῦτο δυοῖν θάτερον, ἤτοι διὰ τῆς κοίλης φλεβὸς εἰς μὲν τὰ κυρτὰ τοῦ ἥπατος πρῶτον, εἶτα ἐκεῖθεν εἰς τὰ σιμὰ καὶ οὕτως διὰ τῶν πυλῶν εἰς τὰς τῶν ἐντέρων ἕλικας, ἢ πρῶτον μὲν εἰς τὴν μεγάλην ἀρτηρίαν, εἶθ’ οὕτως εἰς τὴν τοῦ μεσεντερίου. καὶ πῶς ἂν ἔτι μένειν ἀφρῶδες ἀναμιχθέν τε τῷ αἵματι καὶ τοσαύτας διεξελθὸν ἅμα αὐτῷ φλέβας.

Ὁκόσοσι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσι.
131

Καὶ οὗτος ὁ λόγος διορισθεὶς ἀληθὴς γίνεται μαρτυρούμενος ὑπὸ τῆς πείρας. ὀλέθρια μὲν γάρ ἐστι τὰ κριμνώδη τῶν οὔρων, κἀν τῷ προγνωστικῷ λέλεκται καὶ φθάνουσιν ἀποθνήσκειν οἱ πλεῖστοι πρὶν χρονίσαι τὴν νόσον. ὅσοι δ’ ἐξ αὐτῶν ἐσώθησαν, ἐχρόνισαν οὗτοι πάντες, ὡς ἂν πολλῆς τῆς πέψεως δεομένης τῆς διαθέσεως, ἐφ’ ᾗ τὸ τοιοῦτον οὖρον οὐροῦσιν. εἴρηται δ’ ἡμῖν ἐν τοῖς περὶ κρίσεων ὑπὲρ ἁπάντων οὔρων ἐπὶ πλέον ἔν γε μὴν ταῖς ἐπιδημίαις. ἀρκέσει γάρ μοι δυοῖν ἀῤῥώστοιν μνημονεῦσαι, κατὰ μὲν τὸ πρῶτον τοῦ μετὰ τρεῖς καταστάσεις δευτέρου γεγραμμένου Σιληνοῦ, περὶ οὗ κατὰ τὴν διήγησιν οὕτως εἶπεν· οὔρησεν ἀθρόως ὑπὸ τοῦ χυμοῦ κενούμενον ὑπόστασις κριμνώδης, λευκὴ, ἄκρεα πάλιν ψυχρὰ, ἑνδεκάτῃ ἀπέθανε. κατὰ δὲ τὸ τρίτον τοῦ τρίτου τῶν ἀῤῥώστων, περὶ οὗ κατὰ μὲν τὴν ἀρχὴν τῆς διηγήσεως οὕτως ἔγραψεν· ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ. προελθὼν δὲ μετ’ ὀλίγον, οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμικρὰ οἷον

132
κρίμνα. τοῦτον δὲ φησι τεσσαρακοσταῖον κριθῆναι. δῆλον οὖν κἀκ τούτων τῶν παραδειγμάτων, ὅσοι μὲν σωθήσεσθαι μέλλουσι τῶν οὐρησάντων κριμνώδη, χρονίζουσιν, ὅσοι δὲ ὀλεθρίως ἔχουσι, τούτους ἐνδέχεται καὶ διὰ ταχέων ἀποθανεῖν.

Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην ἀῤῥωστίην σημαίνει.

Τὸ μὲν χολῶδες ἀεὶ ὀξείας ἐργάζεται νόσους. εἴρηται γὰρ ἡμῖν ὅτι τὸν πικρόχολον χυμὸν οὕτως ὀνομάζειν ἔθος ἐστὶ τοῖς παλαιοῖς ἰατροῖς, ὡς τόν γε μελαγχολικὸν ἀεὶ μετὰ προσθήκης λέγουσιν, οὐχ ἁπλῶς χολὴν ὡς τὴν ξανθὴν, ἀλλὰ μέλαιναν χολήν. τὸ δ’ ἄνωθεν λεπταὶ, τουτέστιν ὑδατώδεες. οὕτω γὰρ εἴωθε χρῆσθαι τῇ τοῦ λεπτοῦ προσηγορίᾳ ὁ Ἱπποκράτης, δόξειεν ἂν οὐ καλῶς εἰρῆσθαι. τὸ γὰρ ὑδατῶδες οὖρον ἄπεπτόν ἐστι καὶ χρόνιον.

133
ἐγὼ γοῦν οὐκ ἐθεασάμην ποτὲ οὖρον ὡς τὸ ὑφιστάμενον ἐν αὐτῷ χολῶδες εἶναι, τὸ δ’ ἐπιπολάζον ὑδατῶδες. οὐκ ἀλόγως οὖν ἔνιοι τῶν ἐξηγητῶν ἔφασαν οὐ τόπου δηλωτικὸν, ἀλλὰ χρόνου τὸ ἄνωθεν ἐπίῤῥημα νῦν εἶναι, καθάπερ εἰ καὶ οὕτως εἴρηται. τῶν οὔρων αἱ ὑποστάσεις, ὅταν ἐξ ἀρχῆς μὲν ὦσι λεπταὶ, μετὰ δὲ ταῦτα χολώδεις γεννηθῶσιν, ὀξεῖαν ἀῤῥωστίαν δηλοῦσιν.

Ὁκόσοισι δὲ διεστηκότα οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστι.

Τὰ διεστηκότα κυρίως μὲν ἀκούοντι ἀδύνατόν τι δηλώσει. συνεχὲς γὰρ ἑαυτῷ τὸ οὖρόν ἐστιν ἀεὶ μηδεμίαν ἐν τῷ μέσῳ χώραν ἔχον κενήν. εἰ δὲ τὸ κατὰ τὴν σύστασιν ἀνώμαλον εἰρῆσθαι δεχοίμεθα, δεόντως εἶπε ταραχὴν ἰσχυρὰν αὐτὸ σημαίνειν. ἐπικρατούσης μὲν γὰρ τῆς φύσεως

134
ὁμαλῶς ἥνωται πάντα, στασιαζόντων δὲ τῶν νοσωδῶν αἰτίων αὐτῇ, τὸ μὲν κρατούμενόν τε καὶ πεττόμενον ἑτέραν ἴσχει τὴν ἰδέαν, τὸ δὲ ἀνθιστάμενόν τε καὶ στασιάζον ἑτέραν. καὶ ὅταν γε πλείω τὰ τοιαῦθ’ ὑπάρχει, ποικιλωτέραν ἀποφαίνει τὴν ἀνωμαλίαν τῶν οὔρων καὶ τὴν αἰτίαν αὐτῶν τὴν ταραχήν.

Ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες νεφριτικὰ σημαίνουσι καὶ μακρὴν ἀῤῥωστίαν ἔσεσθαι.

Πομφόλυγες γίνονται περιτεινομένης ὑγρότητος φυσώδει πνεύματι. μᾶλλον δὲ εἴωθε τὸ τοιοῦτον συμβαίνειν, ὁπόταν ἔχῃ τι γλίσχρον ἡ ὑγρότης. τηνικαῦτα δὲ καὶ αἱ πομφόλυγες αὗται δύσλυτοί τε καὶ μόνιμοι γίνονται. σημεῖον οὖν ἐστι τὸ συνεκκρίνεσθαι τοῖς οὔροις πνεῦμα φυσῶδες ἀῤῥωστίας νεφρῶν ψυχρᾶς. ἡ τοιαύτη γὰρ ἀθροίζει τὸ φυσῶδες πνεῦμα καὶ διὰ τοῦτό φησιν ἔσεσθαι τὴν

135
ἀῤῥωστίαν μακράν. τὸ γὰρ ψυχρὸν ἅπαν δύσλυτόν τε καὶ δύσπεπτόν ἐστι καὶ διὰ τοῦτο χρόνιον. ἔνιοι δὲ φασιν ὑπὸ τῆς δριμύτητος τῶν οὔρων ἀνεστομωμένας τὰς κατὰ νεφροὺς ἀρτηρίας ἐκκρίνειν τι τοῦ πνεύματος, ὃ συνεξερχόμενον τοῖς οὔροις τὰς πομφόλυγας ἐργάζεται.

Ὁκόσοισι δὲ λιπρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ καὶ ὀξέα σημαίνει.

Εἴτε διαχώρησις εἴτ’ οὖρον ᾖ λιπαρὸν, ἐπὶ συντήξει γίνεται πιμελῆς οὐ μᾶλλόν τι τῆς κατὰ τοὺς νεφροὺς ἢ τῆς καθ’ ὅλον τὸ ζῶον. ὅθεν οὐδὲ νεφριτικὸν ἰδίως ἐστὶ τὸ σημεῖον, ἀλλὰ κοινὸν ἁπάσης πιμελῆς τηκομένης ὑπὸ θερμασίας πυρώδους· ἢ τοίνυν οὕτως ἀκουστέον ἐστὶν ὡς ἐπὶ τῶν νεφριτικῶν εἶναι ὁμολογουμένων, οὐ τὸ γένος τοῦ πάθους, ἀλλὰ τὴν ὀξύτητα διαγινώσκοντός τε καὶ προλέγοντος ἐν τῷδε τοῦ Ἱπποκράτους ἢ τὰ νεφριτικὰ μεταγραπτέον,

136
ὡς ἔνιοι τῶν ἐξηγησαμένων ἐποίησαν εἰς τὰ φρενιτικά. καίτοι γε τοῦτο οὐδὲ φρενίτιδος μόνης σημεῖον οὔτε τῆς ἁπλῶς οὔτε τῆς διακαοῦς, ἀλλὰ παντὸς συντήκοντος πυρετοῦ. τό γε μὴν ἀθρόον προσκείμενον τῷ λόγῳ δύναται μὲν καὶ τὴν τοῦ χρόνου βραχύτητα δηλοῦν, δύναται δ’ οὐδὲν ἦττον καὶ τὴν τοῦ τόπου τὸ γὰρ ἐσφιγμένον ἑαυτῷ τε συνεχόμενον ἀθρόον ὀνομάζομεν, ἐναντίον ὑπάρχον τῷ διεσπασμένῳ. ταυτὶ μὲν οὖν ἄχρι τοσούτου καὶ τοῖς διδασκάλοις ἡμῶν ἡρμήνευται. τὸ δέ μοι δοκοῦν ἤδη φράσω· τὸ ἀθρόον προσκείμενον τῷ λόγῳ δοκεῖ μοι κατὰ τοῦ χρόνου λελέχθαι καὶ διὰ τοῦτο τῆς περὶ τοὺς νεφροὺς πιμελῆς ἐνδείκνυσθαι τῆξιν. αἱ γοῦν ἐν ἄλλοις μέρεσι τοῦ ζώου τηκόμεναι πιμελαὶ κατὰ βραχὺ καὶ οὐκ ἀθρόως ἐπὶ τὴν οὔρησιν ἀφικνοῦνται, μεταλαμβανομένης τῆς συντήξεως εἰς τὰς πρώτας μὲν τὰς πλησίον αὐτῆς φλέβας, ἐφεξῆς δὲ τὰς συνεχεῖς. εἶτ’ αὖθις εἰς ἄλλας τε καὶ ἄλλας μέχρι περ ἂν ἐπὶ τοὺς νεφροὺς ἀφίκηται. τῆς δὲ περὶ τοὺς νεφροὺς πιμελῆς τακείσης μετάληψις εἰς οὖρα ταχίστη τε
137
ἅμα καὶ οὐ κατὰ βραχύ. πᾶσα δὲ ἀθρόως γίνεται καὶ διὰ τοῦτο περὶ τοῖς νεφροῖς αὐτοῖς ἐνδείκνυται τὴν διάθεσιν ὑπάρχειν. τούτῳ καὶ τὴν πεῖραν εὑρήσεις μαρτυροῦσαν, ἐὰν ἀκριβῶς παραφυλάττῃς. καὶ μέντοι καὶ διττῆς οὔσης γραφῆς, ἔν τισι μὲν γὰρ ἀντιγράφοις ἐπίστασις, ἔν τισι δὲ ὑπόστασις γέγραπται, τὴν προτέραν ἀληθεστέραν εἶναί φαμεν· ἐφίσταται γὰρ ἀεὶ τὸ λιπαρὸν, οὐχ ὑφιζάνει. καὶ μέντοι καὶ τῇ τοῦ πρόσθεν ἀφορισμοῦ λέξει συμφωνεῖ μᾶλλον ἡ τοιαύτη γραφή. κατ’ αὐτὴν γὰρ εἶπεν ὁ Ἱπποκράτης, ὁκόσοισι δὲ ἐπὶ τοῖς οὔροις πομφόλυγες ἐφίστανται, νεφριτικὰ σημαίνει καὶ μακρὴν τὴν ἀῤῥωστίαν ἔσεσθαι. ἀκόλουθον οὖν τὸ ἐφίστανται τοῖς ἐφεξῆς εἰρημένοις ἐστίν. ὁκόσοισι δὲ λιπαρὰ ἡ ὑπόστασις καὶ ἀθρόως, τουτέοισιν νεφριτικὰ σημαίνει καὶ ὀξείην τὴν νόσον ἔσεσθαι.

Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα ξυμβαίνει σημεῖα, πόνοι τε περὶ τοὺς μύας τοὺς ῥαχιαίους
138
γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, καὶ τὰ ἀποστήματα προσδέχου ἐσόμενα ἔξω· ἢν δὲ μᾶλλον οἱ πόνοι περὶ τοὺς εἴσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου μᾶλλον ἐσόμενον εἴσω.

Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς διαγνωστικὰ σημεῖα πασχόντων νεφρῶν ἔγραψεν, ἐν τούτῳ δὲ περὶ τῶν ὁμολογουμένων ἐκ πλείονος χρόνου νεφριτικῶν εἶναι διδάσκει, λέγων ἐπ’ αὐτῶν ἀπόστασιν ἔσεσθαι τοῖς προγεγραμμένοις σημείοις προελθόντος πόνου, τουτέστιν ἀλγήματος κατὰ τοὺς ῥαχιαίους μῦς, οὓς καὶ ῥαχίτας ὀνομάζουσιν οἱ ἰατροί. διττὸν δέ ἐστι γένος τῶν μυῶν τούτων, ἓν μὲν ὄπισθεν ὑπὸ τῷ δέρματι περιλαμβάνον ἑκατέρωθεν ὅλην τὴν ἄκανθαν, ἕτερον δ’ ἐν τοῖς πρόσω μέρεσιν ἐπιτεταμένον οὐ καθ’ ὅλης τῆς ῥάχεως, ἀλλὰ μόνων τῶν κατ’ ὀσφὺν μερῶν. καθ’ ὁποτέρους οὖν αὐτῶν ἐρείδῃ τὸ ἄλγημα καὶ τὴν ἀπόστασιν ἐκεῖ γενήσεσθαι προσδέχου. πότερον δὲ τῶν νεφρῶν αὐτῶν ἐκπυησάντων ἢ μόνων τῶν μυῶν ἤ ποτε καὶ

139
συναμφοτέρων οὐκέτι διώρισεν. ἡ μέντοι πεῖρα δείκνυσιν ἅπαντα τὰ γινόμενα. καὶ γὰρ οἶς μύες ἐνίοτε μόνοι τοῦτο πάσχουσιν, ἤτοι γε οἱ ἔνδον τε πρόσω ἢ οἱ πίσω τε καὶ ἔξω καὶ χωρὶς τῶν μυῶν, οἱ νεφροὶ ποτὲ μὲν εἴσω, ποτὲ δὲ ἔξω ῥεπούσης αὐτοῖς τῆς ἀποστάσεως.

Ὁκόσοι αἷμα ἐμέουσιν ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον, ἢν δὲ ξὺν πυρετῷ, κακόν. θεραπεύειν δὲ τοῖς ψυκτικοῖσιν ἢ στυπτικοῖσιν.

Ἐμεῖται μὲν ἐκ στομάχου καὶ γαστρὸς, ἀναβήττεται δὲ τὰ ἐκ τῆς τραχείας ἀρτηρίας ἀναφερόμενα καὶ πνεύμονος. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τὸ βιβλίον εἰρῆσθαί φασι τὸ ἐμέουσι καὶ κατὰ τῶν ἐξ ἀρτηρίας τε καὶ πνεύμονος ἀναγόντων αἷμα. καίτοι γε σωτήριον εἶναι τοῦτο τὸ πάθημα, τουτέστι θεραπευθῆναι δυνάμενον, ὅταν μὴ πυρέττωσιν

140
οἱ κάμνοντες, οὐκ ἀληθές. εἰ γὰρ καὶ ὅτι μάλιστα χωρὶς πυρετοῦ τις ἐκ πνεύμονος ἀναβήττοι τὸ αἷμα, κίνδυνός ἐστι καὶ τούτῳ μὴ θεραπευθῆναι καὶ πάντως, χρονίζοντος αὐτοῦ γενήσονται ὕστερον καὶ οἱ πυρετοί. διὰ τοῦτο μὲν οὖν ἄμεινον ἀκούειν τοῦ ἐμέουσιν ὀνόματος ὡς κυρίως εἰρημένου, προσεπισκοπεῖσθαί τε καὶ διορίζεσθαι τό τ’ ἀκίνδυνον ἐν αὐτῷ καὶ τὸ κινδυνῶδες ἐκ τοῦ πυρέττειν ἢ μή. τοῖς μὲν γὰρ ἀπυρέτοις εὔδηλον ὡς οὐδεμία φλεγμονὴ κατὰ τὸν τόπον ἐστὶν, ὅθεν ἀναφέρεται τὸ αἷμα, ὥστε ἤτοι κατ’ ἀναστόμωσιν ἀγγείου γίνεσθαι τὸν ἔμετον τοῦ αἵματος ἢ μεθ’ ἑλκώσεως, ἀλλὰ χωρὶς φλεγμονῆς. θεραπεύεται δὲ τὰ χωρὶς φλεγμονῆς ἕλκη ῥᾳδίως τοῖς στυπτικοῖς. ὅσον δὲ σὺν φλεγμονῇ τε ἅμα καὶ πυρετοῖς ἐστι, μὴ ὅτι θεραπείας τυχεῖν, ἀλλ’ οὐδ’ ἐπὶ ταὐτοῦ δύναται διαμεῖναι μεγέθους, ἀεὶ γὰρ μείζω καὶ κακοηθέστερα γίνονται.

141
Κατάῤῥοι ἐς τὴν ἄων κοιλίην ἐκπυοῦνται ἐν ἡμέρῃσιν εἴκοσιν.

Ἄνω κοιλίαν νῦν ὀνομάζει τὴν ὑπὸ τοῦ θώρακος περιγραφομένην, ἣν ὁ πνεύμων κατείληφε καὶ διὰ τοῦτο εἰς τοῦτον ἐκ τῆς κεφαλῆς ὁ κατάῤῥους φέρεται διὰ τῆς τραχείας ἀρτηρίας. ἐκπυΐσκεται δὲ τὸ πλεῖστον ἐν ἡμέραις εἴκοσι καὶ οὐχ ὡς οἱ πλεῖστοι γράφουσιν, ἡμέραις εἴκοσι μιᾷ. διὰ παντὸς γὰρ ὁ Ἱπποκράτης τὴν κ΄ ἡμέραν κρίσιμον, οὐ τὴν κα΄ οἶδεν, ὡς ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἔδειξα.

Ἤν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίναιον καὶ τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει.
142

Σχεδὸν μὲν ἐν ἅπασι τοῖς ἀντιγράφοις ὁ ἀφορισμὸς οὗτος γέγραπται· περιελεῖν δὲ αὐτὸν χρὴ διὰ τὸν ἔμπροσθεν εἰρημένον. ἐξηγησάμεθα γὰρ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων τοιοῦτον ὑπάρχοντα τῇ λέξει, ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίη ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσεῖ. κατὰ γοῦν αὐτὸν τὸν προκείμενον ἀφορισμὸν ἡ τελευτὴ διττὴν ἔχει τὴν γραφὴν, μίαν μὲν, ὡς προγέγραπται, ἑτέραν δὲ τὴν κύστιν νοσέειν σημαίνει.