In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή.

Αἱ πρὸς τὰς μήτρας συμφύσεις τῶν ἐμβρύων ἀνάλογον ἔχουσι ταῖς τῶν καρπῶν πρὸς τὰ φυτά. ταυτὶ

653
γάρ τοι κατὰ μὲν τὴν πρώτην γένεσιν ἀσθενέσι λαβαῖς συνέχεται καὶ διὰ τοῦτο ἀποπίπτει ῥᾳδίως, ἐπειδὰν σφοδρότερος ἄνεμος αὐτὰ διασείσῃ. μετὰ ταῦτα δὲ αὐξανόμενα δύσλυτον ἔχει τὴν πρὸς τὰ φυτὰ κοινωνίαν, ὥσπερ αὖ πάλιν, ἐπειδὰν τελειωθῇ, καὶ χωρὶς τῆς ἔξωθεν βίας ἀποπίπτει. κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ κυούμενα ἐν μὲν τῷ πρώτῳ χρόνῳ τῆς καταβολῆς τοῦ σπέρματος, κἂν ἅλλεσθαί ποτε συμβῇ τὴν γυναῖκα ἢ καταπεσεῖν ὀλισθήσασαν ἢ ὁπωσοῦν ἄλλως σφοδρότερον ἢ κατὰ ψυχὴν ἢ κατὰ σῶμα κινηθῆναι, ῥᾳδίως ἀποῤῥήγνυνται. παραπλησίως δὲ καὶ ἐπειδὰν ἤδη τέλεια τυγχάνειν ὄντα. ὁ δὲ μεταξὺ χρόνος ἀσφαλεστέραν ἔχει τὴν σύμφυσιν, ὥστε καὶ κινήσεων σφοδροτέρων ἀνέχεσθαι τὴν κύουσαν ἄνευ τοῦ βλαβῆναι τὸ ἔμβρυον. ἅπερ ἐπιστάμενος ὁ Ἱπποκράτης εἰκότως ἔφη, τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρις ἑπτὰ μηνῶν, ὅσπερ ἐστὶν ἐν τῷ μέσῳ τῆς κινήσεως, ἡνίκα ἀκριβῶς ἐνέχεται τῇ μήτρᾳ τὸ κυούμενον. οὐ μὴν οὐδ’ ἐν τούτῳ πάσας ὅσαι δέονται καθάρσεως ἐπιτρέπει καθαίρειν, ἀλλ’ ἢν ὀργᾷ, φησὶ,
654
τουτέστιν ἐπείγεται· μετενήνεκται γὰρ ἀπὸ τῶν ὀργώντων ἐπὶ συνουσίαν ζώων ἡ προσηγορία. ὅταν οὖν κινῶνταί τε καὶ φέρωνται πάντῃ τοῦ σώματος οἱ πλεονάζοντες χυμοὶ, μηδέπω καθ’ ἕν τι μόριον ἐστηριγμένοι, τηνικαῦτα πρὸς τὴν ἀπόκρισιν αὐτῶν ἡ φύσις ὁρμᾷ καὶ δεῖταί τινος ὀρέξοντος χεῖρα καὶ ποδηγήσοντος αὐτὴν τὴν ὁρμὴν ἐπὶ τὴν γαστέρα. τοὺς δὲ καθ’ ἕν τι μόριον ἐστηριγμένους χυμοὺς οὐ χρὴ κινεῖν· οὕτως γοῦν εἴρηται κἀκεῖνο. ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇσι τῶν νοσημάτων φαρμακεύῃ, λύειν εὐθέως ἐπιχειροῦσι, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν, οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος, τὰ δ’ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν. ὅτι δὲ τὸ φαρμακεύειν ὁ Ἱπποκράτης ἐπὶ τοῦ διὰ φαρμάκου καθαίρειν εἴωθε λέγειν ὡμολόγηται πᾶσιν ὅσοι κἂν ἐπὶ βραχὺ τῆς λέξεως αὐτοῦ συνιᾶσιν. ἵνα γὰρ ἐάσας τις τὰ ἄλλα βιβλία τῶνδε γεγραμμένων ἀφορισμῶν μνημονεύσῃ, κατ’ οὐδένα τρόπον οἶόν τ’ ἐστὶν ἀκούειν ἐν αὐτοῖς
655
ἄλλο τι σημαίνεσθαι πρὸς τῆς φαρμακεύειν φωνῆς, ὡς ὀλίγον ὕστερον ἔσται δῆλον.

Ἐν τῇσι φαρμακεύῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως ἰόντα παύειν.

Αὐτόματα κενοῦσθαι λέγομεν ἐκ τοῦ σώματος ὅσα χωρὶς τοῦ πρᾶξαί τι τὸν ἰατρὸν ἐκκρίνεται, ποτὲ μὲν τῆς διοικούσης τὸ σῶμα φύσεως ἐκκαθαιρούσης αὐτὰ, ποτὲ δὲ δι’ ἐρεθισμὸν ἢ τὸ μὴ στέγεσθαι πρὸς τῶν ἀγγείων. ὅτε μὲν οὖν ἡ φύσις ἐκκενοῖ τὸ περιττὸν, ὠφελεῖται τὸ ζῶον, ὅταν δ’ ἄλλως ἀποκρίνηται, λόγῳ συμπτώματος οὔτ’ ὠφέλειά τις ἕπεται καὶ σημεῖόν ἐστιν ἡ τοιαύτη κένωσις μοχθηρᾶς διαθέσεως. εἰκότως οὖν ὁ Ἱπποκράτης συμβουλεύει μιμεῖσθαι τὴν φύσιν. ἡ μίμησις δ’ ἐστὶν ἐν τῷ πειρᾶσθαι

656
κενοῦν τοὺς τοιούτους χυμοὺς ἐφ’ ἑκάστῳ τῶν νοσημάτων, οἵους εἴδομεν ὠφελοῦντας ἐν ταῖς αὐτομάτοις κενώσεσιν. ἔμπροσθεν μὲν οὖν εἴρηται περὶ πάσης κενώσεως αὐτῶν γενικώτερον. οὕτω δὲ καὶ κενεαγγείη, ἢν μὲν οἵην δεῖ γίγνεσθαι γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, νυνὶ δὲ περὶ μόνης καθάρσεως τὸν αὐτὸν ἐποιήσατο λόγον, ἐπειδὴ περὶ ταύτης αὐτῷ προὔκειτο διδάσκειν ἐν τῷ χωρίῳ τῷδε τοῦ βιβλίου. βέλτιον δ’ οὖν ἴσως ἐστὶ κἀμὲ ἀναλαμβάνειν τὸν λόγον ὑπὲρ ἁπασῶν κενώσεων, ἃς οἱ ἰατροὶ μηχανῶνται περὶ τὰ τῶν καμνόντων σώματα. γίγνονται δὲ αὗται ποτὲ μὲν διὰ τῶν καθαιρόντων ὅλον τὸ σῶμα φαρμάκων ἐμετηρίων τε καὶ ὑπηλάτων, ἐνίοτε δὲ μορίου τινὸς κενωτικόν ἐστι τὸ φάρμακον, οἶον ὅσα δι’ ὑπερώας καὶ ῥινῶν ἀπάγει τῆς κεφαλῆς τὰ περιττά. τοῦ γένους δ’ ἐστὶ τῶν καθαιρόντων τὰ περιττὰ καὶ ὅσα διὰ βηχὸς ἐκκαθαίρει τὰ κατὰ θώρακα καὶ πνεύμονα καὶ ὅσα δι’ οὔρων ἀπάγει τὸ τοῦ παντὸς αἵματος ὀῤῥῶδες περίττωμα· καὶ κλυστὴρ δ’ ἂν ἐκ τοῦ τοιούτου γένους εἴη καὶ πᾶν ὁτιοῦν ἄλλο τῶν 
657
μὴ κενούντων ὁμοτίμως ὅλον τὸ σῶμα, καθάπερ ἥ τε φλεβοτομία κενοῦν πεπίστευται καὶ ὅλως ἀφαίρεσις αἵματος πᾶσα καθ’ ὁντιναοῦν γιγνομένη τρόπον. ἐκ τῶν τοιούτων δ’ ἐστὶ κενώσεων ἥ τε διὰ μήτρας καὶ ἡ δι’ αἱμοῤῥοΐδων, ἥ τ’ ἐπὶ τοῖς γυμνασίοις καὶ τρίψεσι καὶ πάσῃ κινήσει τε καὶ ἀλέᾳ καὶ λουτροῖς θερμοῖς καὶ μάλιστα εἰ νιτρώδη καὶ θειώδη καὶ ἀσφαλτώδη τύχῃ καὶ κατὰ συμβεβηκὸς ἡ ἀσιτία. τὰ γὰρ τοιαῦτα πάντα δοκεῖ μὲν ὁμοτίμως ὅλον τὸ σῶμα κενοῦν. καίτοι γε εἰ ἀκριβῶς τις ἐξετάζοι, εὑρήσει μὴ κενοῦν ὁμοτίμως, ἀλλ’ ἐν τούτοις μὲν ἐπειδὴ μικρὰ τοῦ ἑτέρου πρὸς τὸ παρὰ τὸ ἕτερόν ἐστιν ὑπεροχὴ κατὰ τὴν ποιότητα τῶν κενουμένων ὁμότιμος εἶναί μοι δοκεῖ. τὰ δὲ καθαρτικὰ καλούμενα φάρμακα φανερῶς διάφορον εἶδος ἐργάζεται κενώσεως, ὑπὲρ ὧν, ὡς ἔφην, νῦν αὐτῷ πρόκειται λέγειν. οὐ μὴν περιττότερόν γε διδάσκει τι τοῦ περὶ πασῶν κενώσεων αὐτῷ εἰρημένου. σκοπὸς γάρ ἐστιν ἁπάσαις εἷς ὁ πλεονάζων χυμὸς, οὗ πειρᾶσθαι διαγνωστικὸν ὑπάρχειν ἔκ τε τῆς καθ’ ὅλον τὸ σῶμα παρὰ
658
φύσιν ἑκάστῳ γιγνομένης χρόας, ἔτι τε τῶν συμπτωμάτων καὶ τῶν νοσημάτων, ὥρας τε καὶ χώρας καὶ ἡλικίας καὶ καταστάσεως καὶ φύσεως τοῦ κάμνοντος, ἐπιτηδευμάτων τε καὶ διαίτης, οἷον εἰ τύχῃ καθ’ ὅλον μὲν τὸ σῶμα τῆς χρόας ὠχροτέρας γεγενημένης, ὡς ἐν ἰκτέροις, οὐχ ὑποχωρούσης δὲ δι’ ἕδρας τῆς χολῆς, ἤ τινων ἐξανθημάτων ἐν ὅλῳ τῷ σώματι γεγενημένων χολωδῶν, κατὰ μέρος δὲ δήξεως ἐν τῇ γαστρὶ καὶ ἄσης καὶ ἀσιτίας καὶ δίψης ἐκπικρουμένου τε τοῦ στόματος ἢ κατά τι μέρος ἐρυσιπέλατος ἢ τριταίου πυρετοῦ κατέχοντος τὸν ἄνθρωπον ἢ τῶν καυσωδῶν τοῦ πικροχόλου. πλεονάζει γὰρ ἐν τοῖς τοιούτοις ἅπασιν ἡ ξανθὴ χολὴ καὶ διὰ τοῦτο ἐξάγειν αὐτὴν ἐπιχειρήσομεν ἐκείνοις τοῖς φαρμάκοις, ὅσα δ’ αὐτὴν τὴν ἐνέργειαν ὀνομάζουσι χολαγωγά· καὶ τοῦτ’ ἔστι τὸ ὑφ’ Ἱπποκράτους εἰρημένον· ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι. τὸ γὰρ οἷα δεῖ τὸ πλεονάζον ἐστὶ τῶν λυπούντων δηλονότι κατὰ ποιότητα τὸν κάμνοντα, διὰ τοῦτ’ οὖν συμφέρειν φησὶ τὰς
659
τοιαύτας κενώσεις. ἀλλ’ ἐπεὶ πάντες οἱ τεχνικοὶ στοχασμοὶ κατὰ τὰς πράξεις ἔστιν ὅτε καὶ διαμαρτάνουσιν, αἱ γὰρ ὁμοιότητες, ὡς αὐτὸς εἶπεν, οὐ μόνον τοῖς ἐπιτυχοῦσιν, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς ἰατροῖς φέρουσιν ἀπάτην, ἕτερον ἡμᾶς γνώρισμα ταῖς ἀγαθαῖς κενώσεσιν ἐζευγμένον ἐδίδαξε, τὴν εὐφορίαν, ἵνα κἀν τούτῳ θαῤῥῶμεν, ὀρθῶς ποιούμενοι τὴν κένωσιν. ὅπερ οὖν ἐπὶ τῆς ξανθῆς χολῆς ὡς ἐπὶ παραδείγματος εἴρηκα, τοῦτό μοι καὶ ἐπὶ τῆς μελαίνης νόει. καὶ γὰρ κἀπὶ ταύτης ἡ μὲν καθ’ ὅλον τὸ σῶμα χρόα πρὸς τὸ μελάντερον τρέπεται, τά τε ἐξανθήματα μέλανα διὰ τὴν τῆς μελαίνης γίνεται χρόαν. ὅσα δὲ πάθη διὰ τὴν πλεονεξίαν αὐτῆς γίγνεται, φανερῶς ἐνδείκνυται τὸ πλῆθος τοῦ χυμοῦ, καθάπερ ἐλέφας τε καὶ καρκίνος. καὶ μὴν καὶ ἡ τεταρταία περίοδος ἐπὶ τῷ μελαγχολικῷ γίγνεται χυμῷ καὶ σπλὴν μέγας καὶ κιρσοὶ μελαινόμενοι τῆς αὐτῆς ταύτης ἔγγονα πάθη, καθάπερ γε καὶ ἡ μελαγχολία καλουμένη καὶ πᾶσα παραφορὰ διανοίας, ὀργίλη, θρασεῖα, θηριώδης Ἱπποκράτης
660
δὲ κἀκ τῶν καταμηνίων ἐτεκμαίρετο τὸν πλεονάζοντα χυμὸν ταῖς γυναιξὶ καὶ γέγραπται αὐτῷ τὰ γνωρίσματα κατὰ τὸ πρότερον τῶν γυναικείων. ἐκ τούτων μὲν οὖν ὅτι πλεονάζει μέλαινα διαγινώσκειν χρὴ καὶ τούτους ἔχοντά σε τοὺς σκοποὺς ἐπὶ τὴν κένωσιν αὐτῆς ἰέναι, δεύτερον δὲ κατ’ αὐτὴν τὴν κένωσιν σκοπὸν ἔχειν τὴν εὐφορίαν. ὅσα δὲ ἐπὶ τῆς μελαίνης χολῆς καὶ ὠχρᾶς εἴρηται, ταῦτα καὶ ἐπὶ τοῦ φλέγματός μοι νόει, ὄγκους οἰδηματώδεις, ἐξανθήματά τε καὶ σύμπαν τοῦ σώματος τὸ χρῶμα κατὰ τὴν ἰδέαν τοῦ χυμοῦ καὶ τῶν πυρετῶν τοὺς ἀμφημερινοὺς καὶ τῆς διανοίας ἀργίας καὶ νωθρότητας, ἔτι τε καταφορὰς ὑπνώδεις καὶ βάρη τῆς κεφαλῆς ὀξυρεγμίας τέ τινας, ὅταν ἐν τῇ γαστρὶ πλεονάζῃ τὰ τοιαῦτα, προτρέψηται διδόναι φάρμακον ἐκκαθαῖρον τὸ φλέγμα. γενομένης δ’ ἤδη τῆς καθάρσεως ἡ εὐφορία ἐπιμαρτυρήσει τῇ τε διαγνώσει καὶ τῇ δι’ ἐκείνην τολμηθείσῃ κενώσει πρός τε τὴν διάγνωσιν καὶ ἐλπίδα τῆς κενώσεως, ἔχεις ἄν τι συντελοῦσαν οὐχ ἡλικίαν μόνην ἢ φύσιν τοῦ κάμνοντος, ἀλλὰ καὶ
661
τὴν ὥραν τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν, ἔτι δὲ καὶ τὴν χώραν καὶ τὴν προγεγενημένην δίαιταν, ἅμα τοῖς ἄλλοις ἅπασιν ἐπιτηδεύμασιν. ἔμαθες γὰρ ὡς καὶ τούτων ἁπάντων τὰ μὲν τὸ φλέγμα, τὰ δὲ τὴν ξανθὴν, τὰ δὲ τὴν μέλαιναν αὐξάνει χολήν. ταῦτα μὲν, ὡς εἵρηται, πάντα σκοποὶ τοῦ προσάγειν τὸ καθαρτικὸν τοῦ λυποῦντος χυμοῦ φάρμακον. ἐν αὐτῇ δὲ τῇ κενώσει σκοπὸς ἔσται ἕτερος, ἤτοι μαρτυρῶν ἡμῖν ὅτι καλῶς διέγνωμεν ἢ διελέγχων τὸ σφάλμα μαρτυρῶν τῇ μὲν εὐφορίᾳ, διελέγχων δὲ τῇ δυσφορίᾳ· τῶν μὲν γὰρ λυπούντων κενουμένων εὐφορήσουσιν οἱ κάμνοντες. εἰ δὲ ἕτερόν τι κενοῖτο καὶ μὴ τὸ λυποῦν εἴη κενούμενον, ἀνάγκη πᾶσα δυσφορεῖν αὐτούς. ὅπερ οὖν, ὡς ἔφην ἐν ἀρχῇ τοῦ βιβλίου, δι’ ἑνὸς ἐδίδαξεν ἀφορισμοῦ λέγων οὕτω καὶ κενεαγγείη ἢν μὲν οἵη δεῖ γίγνεσθαι γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι· τοῦτο νῦν ἐνταῦθα δίχα τεμὼν ἐν ταῖς φαρμακείαις, διὰ μὲν τοῦ προτέρου λόγου τίνες εἰσὶν αἱ ξυμφέρουσαι κενώσεις διδάσκει, διὰ δὲ τοῦ μετ’ αὐτὸν ὅτι ταῖς τοιαύταις ἕπεται γνώρισμα βέβαιον 
662
ἡ εὐφορία. παραδείγματα δ’ αὐτὸς εἴρηκε τῶν αὐτομάτως γιγνομένων κενώσεων ἐπ’ ἀγαθῷ, πάμπολλα μὲν ἐν τοῖς τῶν ἐπιδημίων, ὀλίγα δὲ καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον τὸ τῶν ἀφορισμῶν, ὁποῖα καὶ ταῦτά ἐστιν, ὑπὸ ὕδρωπος ἐχομένῳ κατὰ τὰς φλέβας εἰς τὴν κοιλίαν ὕδατος ῥυέντος λύσις. ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίας ληφθῆναι ἀγαθόν. οἷσι χολώδεα διαχωρήματα κωφώσιος γενομένης παύεται. καὶ ὁκόσοισι κώφωσις, χολωδέων γινομένων παύεται.

Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, συμφέρει τε καὶ εὐφόρως φέρουσι. τὰ δ’ ἐναντία δυσχερῶς.

Προεξήγημαι τοῦτον ἐν τῇ κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν ἐξηγήσει, γεγραμμένον κἀν τοῖς ἀνωτέρω τοῦ βιβλίου κατὰ τὴν αὐτὴν λέξιν, ὅθεν ἔνιοι καὶ περιαίρουσιν αὐτὸν ἐντεῦθεν.

663
Φαρμακεύειν θέρεος μὲν τὰς ἄνω μᾶλλον, χειμῶνος δὲ τὰς κάτω.

Προϋπακοῦσαι χρὴ δηλονότι κοιλίας. εἰκότως δὲ θέρους μὲν ἄνω καθαίρει. καὶ γὰρ ὁ πλεονάζων τηνικαῦτα χυμὸς ἡ ξανθὴ χολὴ καὶ ὅλως ἡ φύσις ἅπασα τοῦ ζώου, διὰ τὴν περιέχουσαν θερμασίαν ἄνω κινεῖται μᾶλλον. ἀκτέον δέ ἐστιν ἕκαστον τῶν περιττῶν ᾗ ῥέπει διὰ τῶν συμφερόντων, ὡς αὐτὸς ἐν τῷ περὶ χυμῶν ἔγραψε. προσέθηκε δὲ τῷ κατὰ τὸν ἀφορισμὸν λόγῳ μᾶλλον. καὶ οὐχ ἁπλῶς εἶπε φαρμακεύειν θέρεος τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω. καὶ γὰρ εἰ μὴ πολλάκις, ἀλλὰ σπανίως γοῦν ποτε θέρους ὥρᾳ φλεγματικὸς ὤφθη τινὶ πλεονάζων χυμὸς, ὥσπερ ἐνίοτε τῆς ὠχρᾶς χολῆς χειμῶνος.

664
Ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι.

Ἐκπεπυρωμένη τε γὰρ ἡμῶν ἡ φύσις οὖσα τηνικαῦτα τὴν ἀπὸ τῶν καθαρκτικῶν οὐκ οἴσει δριμύτητα, διὸ καὶ πυρέττουσι πολλοὶ τῶν ἐν τούτῳ τῷ καιρῷ καθαρθέντων, ἀσθενής τε οὖσα ἡ δύναμις διὰ τὸ καῦμα προσκαταλυθήσεται τῇ καθάρσει. καὶ μέντοι καὶ ἡ κάθαρσις αὕτη γενήσεται μοχθηρὰ, ἀντισπώσης τῷ καθαρτικῷ φαρμάκῳ τῆς τοῦ περιέχοντος ἀλέας πρὸς τοὐκτὸς τοὺς χυμούς. ὥσπερ γὰρ τὰ θερμὰ λουτρὰ ταῖς καθάρσεσιν ἀντιπράττειν πέφυκεν, οὕτω καὶ ἡ κατὰ τὸ θέρος θερμασία, καὶ μάλισθ’ ὅταν ᾖ σφοδρότερον ἑαυτοῦ.

Τοὺς ἰσχνοὺς καὶ εὐεμέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα.
665

Προσθεῖναι κἀνταῦθα χρὴ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον τὸ μᾶλλον, ὡς τὸ πολὺ γὰρ οἱ ἰσχνοὶ χολώδεις εἰσίν. ἐὰν οὖν αὐτοῖς ὑπάρχῃ καὶ εὐεμέσιν εἶναι, φαρμακευτέον ἄνω, πλὴν εἰ μὴ χειμὼν ἐναντιῷτο. προειρήκει γὰρ ὡς θέρους μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω φαρμακευτέον ἐστί.

Τοὺς δὲ δυσεμέας καὶ μέσας εὐσάρκους κάτω, ὑποστελλομένους θέρος.

Εἰ μὲν εὐεμής τε εἴη καὶ ἰσχνὸς, ἄνω φαρμακεύειν αὐτὸν, πλὴν εἰ μὴ χειμὼν εἴη, τουτέστι καὶ θέρους καὶ φθινοπώρου καὶ ἦρος. ἢν δὲ δυσεμὴς εἴη καὶ μέσος εὔσαρκος, κάτω φαρμακευτέον, ἐὰν ἐπείγῃ μόνον τοῦ θέρους φυλαττόμενον. ἐν ἄλλῃ δ’ ὥρᾳ οὐ φυλακτέον.

666
Τοὺς δὲ φθινώδεας ἀποστελλομένους τὰς ἄνω φαρμακείας.

Ἐπὶ τὰς ἄνω, φησὶ, φαρμακείας οὐδέποτ’ ἄξεις, εὐλαβούμενος δηλονότι τὴν ἐν τοῖς ἀναπνευστικοῖς αὐτῶν ὀργάνοις ἀσθένειαν. ἀκουστέον δὲ φθινώδεις ἤτοι τοὺς φθίσει τῇ νόσῳ ἑαλωκότας ἢ τοὺς ἐπιτηδείως ἔχοντας πρὸς τὴν φθίσιν, ὑπὲρ ὧν εἴρηκεν αὐτὸς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν· καὶ μάλιστα ἔθνησκον οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, στενὸς δὲ τούτοις ἐστὶν ὁ θώραξ καὶ ὁ περιεχόμενος ἐν αὐτῷ πνεύμων.

Τοὺς δὲ μελαγχολικοὺς ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.
667

Φαρμακεύειν τὰς κοιλίας δηλονότι τὰς κάτω τῶν μελαγχολικῶν ἁδροτέρως χρή. ἁδροτέρως δὲ εἴρηκεν ἀντὶ τοῦ σφοδρῶς. ὅτι δὲ κάτω ῥέπει ὁ χυμὸς οὗτος, εἰκότως αὐτὸν ἐκκενοῦν διὰ τῆς κάτω κελεύει γαστρὸς, ὥσπερ τὴν ξανθὴν χολὴν διὰ τῆς ἄνω, κοῦφον ὄντα χυμὸν ἐπιπολάζοντά τε συνεχῶς αὐτόματον. ἐν ἀμφοτέροις μὲν οὖν κοινὸν τὸ ἄγειν ἢ ῥέπειν διὰ τῶν ξυμφερόντων χωρίων. ἴδιον δὲ τοῦ μὲν ἑτέρου τῶν χυμῶν ἄνω ποιεῖσθαι τὴν κένωσιν, ὅτι ταύτῃ ῥέπει, τοῦ δ’ ἑτέρου κάτω, διότι καὶ οὗτος ῥέπει ταύτῃ. ἐναντίον οἶν τὸ ἄνω κενοῦν τῷ κάτω, ὃ καθ’ ἕνα γίγνεται λογισμὸν κοινὸν, διὸ καὶ προσηκόντως εἶπεν ὁ Ἱπποκράτης, τῷ αὐτῷ λογισμῷ τὰ ἐναντία προστιθείς.

Φαρμακεύειν ἐν τῇσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν· χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.
668

Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ὀργᾷ φωνὴν ὁ Ἱπποκράτης ἀπὸ τῶν ζώων μετενήνοχε τῶν ἐπειγομένων χρῆσθαι συνουσίᾳ, φυσικήν τινα ταύτην ἐπιθυμίαν ἰσχόντων αὐτῶν εἰς τὴν τοῦ σπέρματος ἀπόκρισιν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ σπέρματος λόγοις καὶ τὸ θῆλυ κατὰ τὰς συνουσίας σπερμαῖνον. ὅταν οὖν ἤτοι γε ἐν ὅλῳ τῷ σώματι παραπλησία τῇδε γένηται τῆς φύσεως ὁρμὴ πρὸς ἀπόκρισιν τῶν περιττῶν ἢ εἰ καὶ μὴ καθ’ ὅλον, ἀλλά γε κατὰ τὰ κυριώτατα μέρη, τὸ τοιοῦτον ὁ Ἱπποκράτης ὀργᾷν ὀνομάζειν εἴωθεν. ἀξιοῖ τε διὰ φαρμάκου κενοῦν αὐτίκα, πρὶν ἤτοι κακωθῆναι τὴν δύναμιν ἢ αὐξηθῆναι τὴν τοῦ πυρετοῦ θερμασίαν ἢ εἰς κύριόν τι κατασκῆψαι μόριον τοὺς ἁλωμένους κατὰ τὸ σῶμα χυμούς. ὅτι δὲ λίαν ὀξέα κέκληκε νῦν ἃ πρόσθεν ὠνόμασε κατόξεα δῆλον παντί καὶ μέντοι καὶ ὅτι τῆς τούτων κρίσεως ὅρος ἐστὶν ἡ ἑβδομὰς ἡ πρώτη λέλεκταί μοι καὶ τοῦτο πρόσθεν.

669
Ὁκόσοισι στρόφοι καὶ περὶ τὸν ὀμφαλὸν πόνοι καὶ ὀσφύος ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακίης μήτ’ ἄλλως εἰς ὕδρωπα ξηρὸν ἰδρύεται.

Οἱ μὲν στρόφοι γίγνονται διά τε δῆξιν ἰσχυρὰν καὶ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον, ἀλλ’ ἐν ταῖς ἐντέρων ἕλιξιν ἐναπειλημμένον, οἱ πόνοι δὲ ὅτι ταῖς τοιαύταις διαθέσεσιν ἕπονται πρόδηλον. ἀλλ’ ὅταν μὲν κατὰ τὸν ὀμφαλὸν ἐρείδωσι καὶ τὴν ὀσφὺν, εἶτα μήθ’ ὑπὸ φαρμακείας μήθ’ ὑπὸ τῶν ἄλλων βοηθημάτων λύονται, δυσκρασία τίς ἐστιν ἑκτικὴ τῶν αὐτῶν μορίων, ἥτις ὡς τὰ πολλὰ χρονίζοντα τὸν ὑφ’ Ἱπποκράτους ὀνομαζόμενον ξηρὸν ὕδρωπα ἐργάζεται. ὀνομάζεται δ’ ὑπὸ τῶν μετ’ αὐτὸν ἰατρῶν ὁ τοιοῦτος ὕδερος τυμπανίας, ὅτι κρουόμενον τὸ ὑπογάστριον ἀποτελεῖ ψόφον οἶόν περ τὰ τύμπανα. καὶ γὰρ οὖν καὶ κατ’ ἐκεῖνα διὰ τοῦ περιτεταμένου δέρματος ὁ ἀὴρ

670
πλήττεται, καθάπερ ὁ ἐν τῷ βάθει τῶν τοιούτων ὑδρῶν. ὅτι δὲ ἀπὸ τῆς κατὰ τὸν ὄγκον ὁμοιότητος ὕδρωπα καὶ τοῦτον ὁ Ἱπποκράτης ὠνόμασεν εὔδηλον. οὐ μὴν ὑγρόν γε καθάπερ τὴν ἀσκίτην, ἐφ’ ᾧ τὸ συνειλεγμένον οὐκ ἀήρ ἐστι φυσώδης, ἀλλ’ ὑγρὸν ὑδατῶδες. ἔοικε δὲ μείζονος μὲν τῆς ψύξεως ἔκγονος ὑπάρχειν ὁ ὑδατώδης ὕδερος, ὃν ἀσκίτην ὀνομάζουσιν, ὅτι καθάπερ ἐν ἀσκῷ τινι τῷ περιτονίῳ κατακέκλεισται τὸ ὑγρὸν, ἐλάττονος δ’ ὁ τυμπανίας. οὐδὲ γὰρ οὐδὲ μεταβάλλειν ἡ ὑγρότης εἰς ἀέρα φυσώδη δύναται χωρὶς θερμασίας τινός.

Ὁκόσοισι κοιλίαι λειεντεριώδεις, χειμῶνος φαρμακεύειν ἄνω κακόν.

Ὅταν ἐν τάχει τῶν ἐσθιομένων ἡ διαχώρησις γίγνηται τοιούτων, οἶα κατεπόθη, λειεντερίαν ὀνομάζουσι τὸ νόσημα.

671
γίγνεται μὲν οἶν ἐπὶ τῇ τῆς καθεκτικῆς δυνάμεως ἀῤῥωστίᾳ, ταῖς δυσκρασίαις δ’ ἕπεται πάντων τῶν κατὰ τὴν κοιλίαν ὀργάνων, τουτέστιν αὐτῆς τε τῆς γαστρὸς εἰς ἣν καταπίνομεν τὰ σιτία καὶ τῶν ἐκ ταύτης αὐτὰ διαδεχομένων τε καὶ παραπεμπόντων ἐντέρων. γίγνεται δ’ ἔστιν ὅτε λειεντερία καὶ κατά τινα ἐπιπολῆς ἕλκωσιν, ὁμοίαν ταῖς ἄφθαις. αἱ μὲν οὖν δυσκρασίαι ποτὲ μὲν ὡς ἂν εἴποι τις ἑκτικαὶ γίνονται, καλοῦσι δ’ οὕτως τὰς αὐτῆς τῆς ἕξεως τῶν σωμάτων βεβλαμμένης ἀποτελουμένας, ἔστιν ὅτε διὰ φλέγμα ψυχρὸν, οἷόν ἐστι μάλιστα τὸ ὀξύ· τῶν δ’ ἐπιπολῆς ἑλκώσεων αἴτιόν ἐστι χυμὸς ὁ δριμὺς καὶ λεπτός. οὗτος μὲν οὖν, εἰ καὶ τῆς ἄνω φαρμακείας δεῖται, διὰ τὸ μᾶλλον ἐπιπολάζειν ἢ ὑποχωρεῖν κάτω τοὺς τοιούτους χυμοὺς, ἀλλ’ οὐκ ἐν χειμῶνί γε δίδοται, καθότι καὶ πρόσθεν εἴρηται. ὁ δ’ ἕτερος ὁ φλεγματικὸς, ὅταν ᾖ τοῖς ἐντέροις ἐμπεπλασμένος, οὐδέποτε δεῖται τῆς ἄνω φαρμακείας, ὅπερ ἐστὶν ἐμετηρίου φαρμάκου. μόνα γὰρ ἐμεῖσθαι πέφυκε τὰ κατὰ 7
672
τὴν γαστέρα. τῶν δ’ ἐν τοῖς ἐντέροις περιεχομένων οὐδὲν οἷόν τε δι’ ἐμέτου κενῶσαι.

Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥᾳδίως καθαιρομένοισι πρὸ τῆς πόσιος ὑγραίνειν τὰ σώματα πλείονι τροφῇ καὶ ἀναπαύσει.

Προπειρᾶσθαι χρὴ τῆς τοῦ μέλλοντος τὸν ἐλλέβορον λήψεσθαι φύσεως ὅπως ἔχει πρὸς τὰς ἄνω καθάρσεις, τουτέστι τὰς δι’ ἐμέτων. γιγνέσθω δ’ ἡ πεῖρά σοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅσα μέτρια. ἐὰν οὖν φαίνηται μὴ ῥᾳδίως καθαιρόμενος, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν, ἄνευ τοῦ προπαρασκευάσασθαι. γίγνοιτο δ’ ἂν τοῦτο καὶ διὰ τῶν συνεχῶν μὲν ἐμέτων ἐθισθέντος ἑτοίμως ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον. ἀλλ’ ὡς μικρὸν τοῦτο γνώριμον ἅπασιν ὁ Ἱπποκράτης παρέλιπε. γένοιτο

673
δ’ ἂν ἄμεινον καὶ διὰ τοῦ προυγραίνειν τὰ σώματα, προνγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύσει. τὸ μὲν οὖν τῆς ἀναπαύσεως δῆλον. ὡς γὰρ τὰ γυμνάσια ξηραίνειν πέφυκε, οὕτως καὶ ἡ ἀνάπαυσις, ὅπερ ἐστὶν ἡσυχία τε καὶ ἀγυμνασία φυλάττει τὰς ὑγρότητας. ἡ τροφὴ δ’ οὐχ ἁπλῶς ἡ πλείων ὑγραίνειν πέφυκεν, ἀλλ’ εἴ τις ἄνευ ποιότητος ἰσχυρᾶς ᾖ, τουτέστι μήτε στρυφνῆς μήτε δριμείας μήθ’ ἁλυκῆς μήτε πικρᾶς. τάχα δ’ οὐδὲ τροφὴν ἁπλῶς φατέον εἶναι τὴν τοιαύτην, ἀλλ’ οἷον φαρμακώδη τροφὴν, ὡς τῇ γε ἁπλῶς τροφῇ μόνῃ τῶν ἁπάντων ὑπάρχειν κατὰ τὴν ἑαυτῆς φύσιν, οὐ κατά τι συμβεβηκὸς ὑγραίνειν τὰ στερεὰ τοῦ ζώου μόρια τῆς ἀναπαύσεως οὐ καθ’ αὑτὴν, ἀλλὰ κατά τι συμβεβηκὸς τοῦτο ποιούσης. ὅτι γὰρ οὐ ξηραίνει τὴν ἐκ τῆς τροφῆς ὑγρότητα, διὰ τοῦτο ὑγραίνειν λέγεται. τὸ δ’ ὕδωρ οὔτε πινόμενον οὔτ’ ἔξω προσπῖπτον ὑγραίνειν πέφυκεν αὐτὰ τὰ στερεὰ τοῦ ζώου μόρια. μαθεῖν δ’ ἐστί σοι τελεώτερον ὑπὲρ τῶν τοιούτων τῇ τῶν φυσικῶν δυνάμεων ἐντυχόντι πραγματείᾳ τῇ ἡμετέρᾳ καὶ τῷ περὶ μαρασμοῦ βιβλίῳ.

674
Ἐπὴν πίῃ τις ἐλλέβορον πρὸς μὲν τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας ἧσσον. δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει.

Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν δι’ ἣν κινεῖσθαι κελεύει τὰ σώματα τῶν τὸν ἐλλέβορον εἰληφότων. ἡσυχία μὲν γὰρ ἐπὶ τῆς καταστάσεως φυλάττει, μεταβάλλει δὲ καὶ ἀλλοιοῖ τὸ σῶμα κίνησις, ὡς δηλοῖ καὶ ναυτιλία, κίνησις μὲν οὖσα, ταράσσουσα δὲ τὰ σώματα μέχρι τοῦ καὶ πρὸς ἔμετον ὁρμᾷν. ὁπότ’ οὖν ἡ τοιαύτη κίνησις ἱκανὴ καὶ μόνη παρασκευάσαι τὸ σῶμα πρὸς ἔμετον, εἰκὸς δήπου συνελθοῦσαν αὐτὴν ἐμετηρίῳ φαρμάκῳ μικρῷ τινι γενέσθαι δραστικωτέραν. ἔνιοι δὲ ἀντὶ τοῦ ναυτιλίη ναυτίη γράφουσιν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· δηλοῖ δὲ καὶ ἡ ναυτίη ταῖς σφοδραῖς τοῦ σώματος κινήσεσιν ἐπιγιγνομένη ὅτι κίνησις αὐτὰ ταράσσει.

675
πρόδηλον δὲ ὡς καὶ οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει τῷ προειρημένῳ.

Ἐπὴν βούλει μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα. ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει καὶ μὴ κίνει.

Ὁ μὲν πρότερος ἀφορισμὸς ὅπως χρὴ παρασκευάσαι τὸν ἐλλέβορον εἰληφότα πρὸς τὴν κάθαρσιν ἐδίδαξεν, ὁ δὲ νῦν ὅπως χρὴ παύειν τοὺς καθαιρομένους. εὔλογον δὲ τἀναντία τοῖς ποιοῦσι τὸν ἔμετον παύειν τὴν κάθαρσιν. ὅπερ οὖν αἱ κινήσεις ποιοῦσιν, αἱ ἡσυχίαι παύουσι. καὶ πολὺ δὴ μᾶλλον ὁ ὕπνος ἠρεμίαν ἐργαζόμενος τῶν ψυχικῶν ἐνεργειῶν, ὅσαι διὰ τῶν αἰσθήσεων γίνονται καὶ προσέτι διὰ τῶν μυῶν ἐν ταῖς καθ’ ὁρμὴν κινήσεσιν.

676
Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι· σπασμὸν γὰρ ἐμποιέει.

Ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐπὶ πασῶν τῶν καθάρσεων εἶπε, τοῦτο νῦν ἐπὶ μόνης τῆς δι’ ἐλλεβόρου, ὥστε καὶ συναφθῆναι δύνασθαι τοὺς ἀφορισμοὺς τρόπῳ τοιῷδε· οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες. οὕτω γοῦν καὶ ὁ ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι· σπασμοὺς γὰρ ἐμποιέει· ἐξαίρετον γάρ τοι πρόσεστι τῷ ἐλλεβόρῳ τὸ τοῦ σπασμοῦ, διὰ τὸ σφοδρὸν τῆς ἐνεργείας.

Ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ στόμα ἐκπικρούμενον, ἄνω Φαρμακείης δεῖσθαι σημαίνει.
677

Ἡ μὲν ἀσιτία τὸ αὐτὸ δηλοῖ τῇ ἀνορεξίᾳ, ὁ δὲ καρδιωγμὸς δῆξίς ἐστι καρδίας, τουτέστι τοῦ στόματος τῆς γαστρός. ὠνόμαζον γὰρ οἱ παλαιοὶ καὶ τοῦτο καρδίαν. σκοτόδινος δ’ ἐστὶν, ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκῇ τὰ βλεπόμενα, ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖται, δοκούντων αὐτῶν σκότος περικεχύσθαι. γίγνεται δὲ τοῦτο τοῦ στόματος τῆς κοιλίας ὑπὸ μοχθηρῶν χυμῶν δακνομένου. διὰ γὰρ τὸ μέγεθος τῶν νεύρων τῶν ἐξ ἐγκεφάλου καθηκόντων εἰς αὐτὸ βλάπτεται τὰ τῆς ψυχῆς ἔργα κακοπραγοῦντος τοῦ μορίου. τὰ μὲν τοιαῦτα συμπτώματα κοινὰ πάντων ἐστὶ τῶν δάκνειν δυναμένων χυμῶν. τὸ δ’ ἐκπικροῦσθαι τὸ στόμα μόνης τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης χολῆς. διὸ καὶ καλῶς τοῖς εἰρημένοις συμπτώμασιν ὁ Ἱπποκράτης εἶπεν ἄνω φαρμακεύειν σημαίνειν, ὅπερ ἐξαπλωθὲν οὕτως ἑρμηνευθήσεται. τὰ εἰρημένα συμπτώματα σημαίνει τῷ ἰατρῷ τὸν ἄνθρωπον τῆς ἄνω δεῖσθαι φαρμακείης, τουτέστι τῆς δι’ ἐμέτων.

678
Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα, ὁκόσα καθάρσεως δέονται, ἄνω φαρμακείας σημαίνει δεῖσθαι, ὁκόσα δὲ κάτω, κάτω.

Οὗτος ὁ ἀφορισμὸς ὅπερ ὁ πρόσθεν ἐφ’ ἑνὸς ἀλγήματος ἐδίδαξε, τοῦ κατὰ τὸ στόμα τῆς κοιλίας, τοῦτ’ ἐπὶ πάσας ἐκτείνει τὰς ὀδύνας. ὅσαι μὲν ἄνω τῶν φρενῶν συνίστανται καθάρσεως δεόμεναι, δηλονότι συμβουλεύει ἄνω φαρμακεύειν. ὅσαι δὲ κάτω τῶν φρενῶν εὔδηλον ὅτι καὶ ταύτας κάτω. προσέθηκε δὲ τῷ λόγῳ τὸ καθάρσεως δεόμεναι, χάριν τοῦ μὴ δόξαι τινὶ πάσας ἁπλῶς τὰς ὀδύνας τὸν Ἱπποκράτην διὰ καθάρσεως ἰᾶσθαι. νυνὶ γὰρ οὐ τοῦτ’ εἶπεν, ἀλλ’ ὅτι κατὰ τὰς ῥοπὰς τῶν λυπούντων χυμῶν χρὴ τὰς κενώσεις ποιεῖσθαι καὶ μήτε τὰς ἄνω τῶν φρενῶν ὀδύνας διὰ τῶν ὑπηλάτων ἐκκενοῦν μήτε τὰς κάτω διὰ τῶν ἐμετικῶν.

679
Ὁκόσοι ἐν τῇσι φαρμακοπωσίῃσι μὴ διψῶσι καθαιρόμενοι, οὐ παύονται πρὶν ἢ διψήσωσιν.

Τῶν καθαιρομένων τινὲς μὲν εὐθέως διψῶσι, τινὲς δ’ ὕστερον. καὶ γίνεται τοῦτο διά τε τὴν αὐτῆς τῆς κοιλίας διάθεσιν καὶ τὸ δοθὲν φάρμακον καὶ τὴν ἰδέαν τοῦ κενουμένου χυμοῦ. διὰ μὲν τὴν κοιλίαν ὑπὸ θερμότητος ἢ ξηρότητος ἢ ἀμφοῖν ἑτοίμως εἰς τὸ διψῇν ἀγομένην, ἐάν τε φύσει τοῦθ’ ὑπάρχῃ τῷ πεπωκότι τὸ φάρμακον ἐάν τε κατ’ ἐκεῖνον μόνον τὸν καιρόν. διὰ δὲ αὐτὸ τὸ φάρμακον δριμὺ καὶ θερμὸν καὶ δηκτικὸν ὑπάρχει. διὰ δὲ τὸν κενούμενον χυμὸν, ὅταν πικρόχολος ᾖ. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις αἰτίοις διψῶσιν, ἐπὶ δὲ τοῖς ἐναντίοις ἄδιψοι μέχρι πλείστου διατελοῦσιν, ὅταν ἤτοι ψυχροτέραν καὶ ὑγροτέραν ἔχῃ ὁ καθαιρόμενος τὴν κοιλίαν, ἤτοι γε ἐξ ἀρχῆς ἢ κατὰ τὸν τῆς φαρμακοπωσίας χρόνον ἢ ὅταν αὐτὸ τὸ φάρμακον ἄδηκτον ᾖ καὶ τρίτον, ὅταν ἤτοι φλεγματικὸς

680
ὁ κενούμενος ὑπάρχῃ χυμὸς ἢ ὑδατώδης. ἀλλά τι κἀπὶ τούτων, ὅταν δαψιλῶς κενωθῶσιν, ἕπεται δίψος. ἱκανὴ μὲν γὰρ ἡ ἐπὶ τῇ κενώσει ξηρότης ἐργάζεσθαι τοῦτο. προσέτι δὲ καὶ ἡ ἀπὸ τοῦ καθαίροντος φαρμάκου δύναμις ἔχοντός τινα κᾂν εἰ μὴ φανερὰν μηδ’ αἰσθητὴν, ἀλλὰ λεληθυῖαν δριμύτητα καὶ θερμασίαν.

Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γένηται στρόφος καὶ γονάτων βάρος καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακίης δεῖσθαι σημαίνει.

Ὥσπερ ὀλίγον ἔμπροσθεν ἐδίδαξε τὰ σημεῖα τῶν δεομένων τῆς ἄνω φαρμακείας, οὕτω νῦν διδάσκει δι’ ὧν ἄν τις γνοίη τοὺς δεομένους τῆς κάτω. κοινὸς δ’ ἀμφοῖν ἐστιν ὁ λογισμὸς ἐπὶ διαφέρουσι συμπτώμασι. κατὰ γὰρ τὰς ῥοπὰς τῶν λυπούντων καὶ τὰς κενώσεις χρὴ ποιεῖσθαι.