In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν. δηλοῖ ἡ αἴσθησις ὡς ἔκπνουν καὶ εἴσπνουν.

Ἕλκειν εἰς ἑαυτάς φησι τὰς σάρκας ἔκ τε κοιλίας καὶ ἔξωθεν. ἐκ μὲν τῆς κοιλίας δηλονότι τὸν ἐκ τῶν σιτίων τε καὶ ποτῶν χυλὸν, ὑφ’ οὖ τρέφεται, ἔξωθεν δὲ οὐκέθ’

312
ὁμοίως· ἄδηλον δ’ εἴτε τροφὴν εἴτ’ ἀέρα λέγει. δυνατὸν μὲν γὰρ τροφὴν ἕλκειν τὰς σάρκας ὥσπερ ἐκ τῆς κοιλίας, οὕτω κᾀκ τῶν ἔξω μερῶν εἰς τὸ βάθος ἀντεπισπᾶσθαι. δυνατὸν δὲ καὶ τὸν ἀέρα, διὰ δὲ τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὸ δέρμα φέρεσθαι πρὸς τὰς σάρκας, ἑλκόμενον ὑπ’ αὐτῶν, ὃ καὶ μᾶλλον ἔχεται τῆς κατὰ τὴν ὅλην ῥῆσιν ἀκολουθίας, διαπεφωνημένου δὲ τοῦ περὶ τῆς ὁλκῆς δόγματος. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν τε καὶ φιλοσόφων οὐδ’ ὅλως ὁλκὴν ἔφασαν εἶναι, τινὲς δ’ εἶναι μέν φασιν, ἐν ταῖς σαρξὶ δ’ οὐκ εἶναι. τὸ γράφειν δ’ ἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ἐξηγητικοῖς ὑπομνήμασιν ἀδύνατον ἔφην εἶναι. πολλάκις τε γὰρ ἀναγκασθήσεται λέγειν τὰ αὐτὰ, πλῆθός τε καὶ μῆκος ὑπομνημάτων ἔσεσθαι μηδ’ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενον, ἀλλ’ οὐδὲ τὸν τῆς ζωῆς χρόνον ἱκανὸν ἔσεσθαι πρὸς τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν, ἥτις ἑκάστου δόγματος ἀεὶ τὰς ἀποδείξεις γράφει καθ’ ἑκάστην ῥῆσιν. ἔτι τε τοῖς ἀναγνωσομένοις ὀχληρὸν τὸ πρᾶγμα καὶ τοῖς κατασκευάσαι βουλομένοις τὰ ὑπομνήματα σὺν χρόνῳ
313
πολλῷ καὶ δαπανήμασί τε γραφήσεσθαι. βέλτιον οὖν ἔδοξεν ἐξηγεῖσθαι μὲν ἐν τούτοις τοῖς ὑπομνήμασι τὴν διάνοιαν ἑκάστης ῥήσεως, ὅπερ ἴδιόν ἐστιν ἐξηγητοῦ. προστιθέναι δὲ καὶ τὰς αἰτίας, ἐνίοτε τοῖς εἰρημένοις ὑπ’ αὐτοῦ κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων, αὐτὰ δὲ τὰ δόγματα μὴ κατασκευάζειν μὲν ἐνταῦθα, μόνον δ’ ἀναμιμνήσκειν ἐν τίσιν ἤδη βιβλίοις τῶν ὑπ’ ἐμοῦ γεγραμμένων ἀποδέδεικται καθάπερ καὶ νῦν, ὅτι μὲν ἑλκόντων τὸν οἰκεῖον χυμὸν ἐφ’ αὑτὰ τῶν τρεφομένων ἡ πρὸς αὐτὰ γίνεται φορὰ τῆς τροφῆς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἀποδέδεικται. τὸ δ’ ἔκπνουν τε καὶ εἴσπνουν ὅλον τὸ σῶμα διά τε τοῦ περὶ χρείας ἀναπνοῆς ὑπομνήματος καὶ τοῦ περὶ χρείας σφυγμῶν, ὧν ἐν μὲν τῷ προτέρῳ λεχθέντι τὴν χρείαν τῆς ἀναπνοῆς ἐδείξαμεν εἶναι φυλακὴν τῆς συμμετρίας τοῦ κατὰ τὴν καρδίαν θερμοῦ. κατὰ δὲ τὸ περὶ χρείας σφυγμῶν τὴν καθ’ ὅλον τὸ σῶμα μετριότητα τῆς θερμασίας ἐκ τοῦ τῶν ἀρτηριῶν ἔργον φυλάττεσθαι. ταῦτ’ οὖν ἐστιν ἱκανὰ μόνα πρὸς τὴν τοῦ προτέρου μέρους τῆς
314
ῥήσεως ἐξήγησιν. ἐπὶ δὲ τὸ δεύτερον αὐτῆς ἤδη μετέλθωμεν, ἐν ᾧ τὸ δηλοῖ ἡ αἴσθησις, ὡς οὐ κατὰ συνήθειαν οὔθ’ Ἱπποκράτους οὔτε καθόλως Ἑλληνικῶς ἑρμηνευόμενον. ἐπηνορθώσαντο δέ τινες, οἱ μὲν κατὰ δοτικὴν πτῶσιν αἰσθήσει γράψαντες, ἵν’ ᾖ τὸ λεγόμενον ὑπ’ αὐτοῦ τοιόνδε· δῆλόν ἐστι τῇ αἰσθήσει ὡς ἔκπνουν καὶ εἴσπνουν εἴη τὸ σῶμα τῷ ζώῳ ὅλον, ἐπενηνέχθαι δὲ τούτοις τὸ σάρκες ὁλκοὶ ἐκ κοιλίας καὶ ἔξωθεν ὑπὸ τῆς αἰσθήσεως μαρτυρούμενον, ὅπερ ταὐτόν ἐστιν τῷ λέγειν, ὑπὸ τῶν ἐναργῶς φαινομένων ἡμῖν διὰ τῶν αἰσθήσεων. ἰδιωτῶν γε μὴν ἐνίων ἤκουσα θαυμαζόντων τὸ συμβὰν αὐτοῖς ἐπὶ τοῖς τῶν ποτίμων ὑδάτων λουτροῖς. ἔμπροσθεν γὰρ ἐξ ἡλίου θερμοῦ καὶ ὁδοιπορίας ἥκοντες αὐχμηρόν τε τὸ σῶμα καὶ τὸ στόμα ξηρότατον ἔφασαν ἔχειν, ἀμηχάνῳ τε δίψει συνέχεσθαι, μετὰ δὲ τὸ λουτρὸν ἄδιψοί τε γενέσθαι καὶ τὸ σῶμα σχεῖν ὑγρόν. ὁμοίως δὲ αὐτῷ καὶ τὸ σύμπαν σῶμα μαλακόν τε καὶ ὑγρὸν ἀπεργασθῆναι, τὸν ἔμπροσθεν αὐχμὸν ἀποθέμενον. ἔνιοι δὲ καὶ σαφῶς ᾐσθῆναι τοῦ σώματος ἔφασκον, ἕλκοντος εἰς
315
ἑαυτοὺς κατὰ τὰς δεξαμενὰς ὕδωρ. τοιαῦτα μὲν οὖν τινα, ἃ καὶ τοῖς ἰδιώταις φαίνεται, μαρτύρια τοῦ δόγματος ἐξ αἰσθήσεως λαμβανόμενα. τινὰ δ’ ἐκ λογικωτέρων ἀποδείξεων εὑρίσκεται τοῖς ἰατροῖς, ὧν ἐστι μία καὶ ἣν ἐφεξῆς αὐτὸς εἶπεν, ἣν γνώσεσθε κατὰ τὴν ἐχομένην ῥῆσιν. εἰς γὰρ τὴν προκειμένην ἀρκέσει καὶ ταῦτα, δυναμένων ἡμῶν ἐκ τῶν ὀρθῶς εἰρημένων φωρᾶσαι τὰ κακῶς τοῖς ἐξηγηταῖς γεγραμμένα.

Ἐνθερμότερον φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει.

Φλέβιον ἐνθερμότερον ἀκουστέον ἐστὶ τὴν ἀρτηρίαν, ὁμολογούντων ἁπάντων τῶν ἐξηγησαμένων τὰ Ἱπποκράτεια βιβλία φλέβας οὐχ ὑπὸ τούτου μόνου, ἀλλὰ καὶ πολλῶν ἄλλων παλαιῶν ὀνομάζεσθαι καὶ τὰς ἀρτηρίας. τοῦτ’ οὖν 

316
φησι τὸ φλέβιον, τὸ τοῦ αἵματος πλήθει θερμαινόμενον, ἀνίσχει τὸ καυσῶδες καὶ ἀποκρίνει. καυσῶδες δὲ λέγων τὸ γεννώμενον ἐκ τῆς θερμασίας, ὅπερ οἷον λίγνυς τίς ἐστι τοῦ θερμαινομένου χυμοῦ σφοδρότερον. τοῦτο δ’ ὡς ἂν θερμὸν τῇ κράσει καὶ λεπτὸν ὑπάρχον τῇ συστάσει, ῥᾳδίως ἀποκρίνεται. ταύτην ἐγὼ νομίζω πιθανωτέραν εἶναι τὴν ἐξήγησιν, εἴπερ γε δεῖ τὸ ἀληθὲς ἅμα καὶ τοῖς Ἱπποκράτους δόγμασιν ἀκόλουθον ἔχειν σκοπόν· ὅτι μὲν οὖν ἀληθές ἐστι τὸ νῦν εἰρημένον ὑπ’ ἐμοῦ δόγμα δέδεικται μὲν κᾀν τῷ περὶ χρείας ἀναπνοῆς, δέδεικται δὲ καὶ διὰ τοῦ περὶ χρείας σφυγμῶν. ἐν μὲν γὰρ ταῖς εἰσπνοαῖς, ἃς διά τε τοῦ στόματος καὶ παντὸς τοῦ δέρματος ἴσχει τὰ ζῶα, διττὴν ἀπεδείξαμεν ὠφέλειαν γίνεσθαι, τονοῦσθαι μὲν ἀεὶ ἐμψυχόμενον τὸ ἔμφυτον θερμὸν, ὅπως μὴ διαφορηθὲν ἀπόλοιτο, καὶ μάλισθ’ ὅταν αὐξηθῇ ποτὲ καθ’ ἡντινοῦν αἰτίαν. ἐπεγείρεσθαι δὲ καὶ ῥώννυσθαί ποτε βαρυνόμενον ὑπὸ πλήθους ὕλης ψυχρᾶς, ὃν τρόπον καὶ τὸ πῦρ ἐν τῷ ῥιπίζεσθαι. καὶ μέντοι καὶ αὐτὴν αὐτῷ τήνδε τὴν διπλῆν
317
κίνησιν, οἰκεῖόν τε καὶ σύμφυτον εἶναι γυμνάσιον εἰς εὐτονίαν ἄγον. αὕτη γὰρ χρεία τε καὶ φύσις γυμνασίων ἐστίν. ἐπεὶ τοίνυν ἔμπροσθεν εἰπὼν ὁ Ἱπποκράτης, σάρκες ὁλκοὶ καὶ ἔξωθεν, εἶτ’ ἐπὶ τούτῳ προσθεὶς, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶ τὸ σῶμα. τῆς μὲν οὖν εἰσπνοῆς αὐτῆς τὴν γένεσιν καὶ τὴν χρείαν ἐνεδείξατο διὰ τοῦ σάρκες ὁλκοὶ, περὶ δὲ τῆς ἐκπνοῆς οὐδὲν εἰπὼν εἰκότως ἐν τῇ νῦν προκειμένῃ ῥήσει περὶ αὐτῆς διῆλθε, ἐπὶ τῶν ἀρτηριῶν ποιησάμενος τὸν λόγον, ὄντα μὲν κοινὸν καὶ πρὸς τὴν καρδίαν, ἀμυδρότερον δὲ φαινόμενον. ὅτι δὲ κοινός ἐστι δῆλον ἐνθένδε, διὰ τὴν ἔμφυτον θερμασίαν ἐδείξαμεν γεννᾶσθαι τὸ λιγνυῶδες περίττωμα κατὰ τὸ αἷμα, καὶ μάλισθ’ ὅταν ᾖ θερμότερον. ἀποκρίσεως οὖν αὐτῷ χρεία δηλονότι καὶ ταύτην ἡ φύσις ἐτεχνήσατο, τοῖς μὲν ἐκ τῆς καρδίας ἐκκριθησομένοις διὰ τῆς ἐκπνοῆς, τοῖς δὲ καθ’ ὅλον τὸ σῶμα διὰ τῆς τῶν ἀρτηριῶν συστολῆς. τὰ μὲν οὖν ἐκ τούτων τε καὶ τῶν φλεβῶν, ἐδείχθησαν γὰρ αὐταῖς συνανεστομωμέναι, διὰ τοῦ δέρματος εὐθέως ἐκκρίνεται τῇ συστολῇ τῶν ἀρτηριῶν
318
ἐκθλιβόμενα. τὰ δ’ ἐκ τῆς καρδίας ὁ πνεύμων ὑποδέχεται πρότερος οἷόν τι ταμιεῖον τοῦ πνεύματος αὐτῇ παρεσκευασμένος, ἑλκούσῃ μὲν ἐν τῇ διαστολῇ, ἐκπεμπούσῃ δὲ ἐν ταῖς συστολαῖς. αὕτη μὲν ἡ ἡμετέρα γνώμη περὶ τῆς προκειμένης ῥήσεως καὶ δειχθήσεται μικρὸν ὕστερον ἡ ἑξῆς αὐτῇ γεγραμμένη φυλάττουσα τὴν ἀκολούθειαν καὶ πρὸς ταύτην μὲν αὐτὴν, οὐχ ἥκιστα δὲ καὶ τὴν προτεταγμένην αὐτῆς. ὅσοι δὲ περὶ καύσου γενέσεως ὑπέλαβον αὐτὸν ἐνταῦθα ποιεῖσθαι τὸν λόγον, πρῶτον μὲν εἴασαν ἐλλιπῶς εἰρημένον τὸν περὶ τοῦ σάρκες ὁλκοὶ λόγον. οὐ γὰρ ἕλκουσι μόνον εἰς ἑαυτὰς τὸ οἰκεῖον, ἀλλὰ καὶ τὸ μὴ τοιοῦτον ἐκκρίνουσι. τοῦ μὲν οὖν ἕλκειν ἡ χρεία προδηλοτέρα, τοῦ δ’ ἐκκρίνειν ἀδηλοτέρα, καὶ δεῖταί τινος εἰς πίστιν λόγου. μεταβῶμεν οὖν ἐπὶ τὴν ἐχομένην ῥῆσιν ἤδη συντελοῦσάν τι καὶ αὐτὴν, ὡς ἔφην ἀρτίως, εἰς διάκρισιν τῆς ἀμείνονος ἐξηγήσεως.

319
Καὶ οἷσι τὸ μὲν πῖον, χολὴ ξανθὴ, τὸ δ’ αἷμα μέλαινα.

Ἀναμνησθῆναι χρὴ περὶ τῶν δύο δοξῶν τῆς προεξηγουμένης ῥήσεως. ἡμεῖς γὰρ ἐλέγομεν αὐτὸν ἐπιδεικνύναι τὴν χρείαν τῆς διαπνοῆς, ὀνομαζομένης οὕτω τῆς δι’ ὅλου τοῦ σώματος ἐκ τῶν ἀρτηριῶν εἰς τοὐκτὸς φορὰς τοῦ πνεύματος, ὥσπερ τῆς διὰ τοῦ στόματος ἐκπνοῆς. ἔνιοι δὲ περὶ καύσου γενέσεως ἐνόμισαν εἶναι τὸν λόγον, οἷς οὐ πάνυ τι μαρτυρεῖν ἔφαμεν, τὸ ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει. μήτε γὰρ εὐθέως ἀποκρίνεσθαι κατὰ τοὺς καύσους, ἅπερ αὐτοί φασι δι’ ἐμέτων ἢ τῆς κάτω γαστρὸς ἐκκενοῦσθαι, μήτ’ ἀναγκαῖον εἶναι προσκεῖσθαί τι τῶν τοῦ καύσου συμπτωμάτων τῷ περὶ τῆς γενέσεως αὐτοῦ λόγῳ, τὴν δ’ ἡμετέραν ἐξήγησιν ἀμείνονα τῆσδε φαμὲν εἶναι, πρῶτον μὲν ἐκ τοῦ τῶν ἐγκλημάτων τούτων ἐκτὸς εἶναι, δεύτερον δὲ κᾀκ --- τὸ δόγμα πᾶν φαίνεσθαι διδασκόμενον ἐν τῷ λόγῳ

320
περὶ τῆς εἴσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, ἣν ἀπεδείξαμεν ἐν τισὶν ἡμετέροις ὑπομνήμασιν, οὐ μόνον ἐν ταῖς διὰ τοῦ στόματος ἀναπνοαῖς, ἀλλὰ καὶ ταῖς καθ’ ὅλον τὸ σῶμα διαπνοαῖς γίνεσθαι, τινῶν μὲν ἕνεκα γενέσεως πνεύματος ψυχικοῦ, καθάπερ Ἀσκληπιάδης, ἐνίων δ’, ὡς Ἐρασίστρατος, οὐ τούτου μόνου, ἀλλὰ καὶ ζωτικοῦ, τινῶν δ’ ἕνεκα θρέψεως τῶν πνευμάτων τούτων τὰς εἰσπνοὰς γίνεσθαι λεγόντων, ἀπορουμένων δ’ ἐν τῷ τὴν χρείαν ἀποδιδόναι τῆς ἐκπνοῆς ὁ Ἱπποκράτης, ὡς ἐδείξαμεν ἐν τοῖς προειρημένοις ὑπομνήμασιν, ἀληθῆ χρείαν οὐ μόνον τῆς διὰ τοῦ στόματος ἐκπνοῆς, ἀλλὰ καὶ τῆς καθ’ ὅλον τὸ σῶμα διῆλθεν ἐν τῷ προκειμένῳ λόγῳ. τοὺς δ’ ἐξηγησαμένους ἑτέρως μέμψασθαι δίκαιον, ἐπιλανθανομένους τίνος ἐξηγοῦνται βιβλίον. οὐ γὰρ ἂν εἰς ἄλλων ἀνδρῶν ὑπέσυρον τὸ δόγμα, τὴν ἀκολουθίαν ἀπολιπόντες ὧν Ἱπποκράτης ἠβουλήθη. σαφῶς γοῦν εἰπόντος αὐτοῦ τὰς σάρκας ὁλκοὺς ἐκ κοιλίας καὶ ἔξωθεν, ὃ διαφέρει πάμπολυ τοῦ νομίζειν, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἐκ τῆς κοιλίας ἀνάδοσιν 
321
τῆς τροφῆς ἐν τῷ σώματι γίνεσθαι. πρῶτον μὲν ἐχρῆν ἐννοῆσαι μὴ μόνον ἑλκτικὴν τῶν οἰκείων εἶναι δύναμιν ἐν αὐταῖς, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀποκριτικήν. ἕπεται γὰρ τοῦτο τοῖς ὑποθεμένοις προνοητικὴν εἶναι τὴν φύσιν τῆς τοῦ ζώου διαμονῆς, ὧν εἷς ἦν καὶ Ἐρασίστρατος, δεύτερον δέ τί ποτέ ἐστι τὸ τῆς ἐκκρίσεως δεόμενον εἰπεῖν. οὐ γὰρ δήπου τὸ αἷμα φήσουσιν ἐξ οὗ τρέφεται τὸ σῶμα. τούτων οὖν ἐκεῖνοι μὲν οὐδέτερον ἔπραξαν, ὁ δὲ Ἱπποκράτης ὡς ὑπὸ τῶν αἰσθήσει φαινομένων ἑκάτερον ἐναργῶς μαρτυρεῖται προειπὼν, ἐφεξῆς ἐπὶ τὴν χρείαν μετέβη τῆς καθ’ ὅλον τὸ σῶμα διαπνοῆς, τὴν τῆς γενέσεως ἀναγκαίαν αἰτίαν εἰπὼν τῶν λιγνυωδῶν περιττωμάτων. ἡ γάρ τοι κατὰ τὸ σῶμα τῶν ζώων θερμασία περιττώματα ποιεῖ τοιαῦτα συνεχοῦς κενώσεως δεόμενα. καὶ τοίνυν ἐν τῇ προκειμένῃ ῥήσει τὴν ὕλην τῆς τῶν περιττωμάτων γενέσεως ἐδείξαμεν. ὡς γὰρ ἡ πλείων θερμασία γεννᾶν αὐτὰ πέφυκεν, οὕτως καὶ ὗλαί τινες εἰσιν ἐπιτήδειοι πρὸς τὴν γένεσιν αὐτῶν, εὐλόγως οὖν ἐμνημόνευσε τῆς μελαίνης χολῆς. ἐμάθετε
322
γὰρ τὴν γένεσιν αὐτῆς εἶναι διττὴν, ἔκ τε παχέος αἵματος καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. εἰ δέ γε περὶ καύσου γενέσεως ὁ λόγος ἦν αὐτῷ, μάτην ἂν ἐμέμνητο μελαίνης χολῆς, ὥστε κᾀκ τούτου δῆλον εἶναι τὴν ἡμετέραν ἐξήγησιν ἀληθεύειν τε ἅμα καὶ ὁμολογεῖν τοῖς Ἱπποκράτους δόγμασιν, τὴν δ’ ἐκείνων διαφέρεσθαι. τὴν δ’ αὐτὴν ταύτην ῥῆσιν εἴρηκε κατ’ ἄλλο μέρος τοῦ βιβλίου, ἡμεῖς αὐτοὶ προεξηγησάμεθα, καθ’ ἣν καὶ τοῦτο ἐλέγομεν, ὅτι τὸ πῖον, οὐ μόνον ἐπὶ τοῦ λιπαροῦ καὶ πιμελώδους εἰρῆσθαι χρὴ νομίζειν, ἀλλὰ κᾀπὶ τοῦ γλυκέος παντὸς, ὡς περιλαμβάνεσθαι τῷ λόγῳ καὶ τὸ μέλι καὶ τὸ σίραιον, ὅπερ ἕψημα καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἕλληνες.

Γνώμης, μνήμης, ὀδμῆς, τῶν ἄλλων καὶ πείνης, ὀργάνων ἄσκησις. πόνοι, σιτία, ποτὰ, ἀφροδίσια, μέτρια πάντα. ὁ ἐμψυχρότερος ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότερος ἔσται.
323

Ὅτι μὲν οὔθ’ ὁ κατὰ πάθος ψυχρότερος οὔθ’ ὁ δι’ ἡλικίαν ἐν ψυχρᾷ χώρᾳ καὶ ὥρᾳ δύναται γενέσθαι θερμότερος συμπεφώνηται πᾶσι, καὶ διὰ τοῦτό γε οἱ περὶ τὸν Σαβῖνον ἐπὶ τῶν φύσει ψυχροτέρων ἀληθῆ τὸν λόγον εἶναί φασιν. οὐ μὴν οὐδ’ ἐπὶ τούτων ἁπλῶς ῥηθεὶς ἀληθής ἐστιν, ἄνευ διορισμοῦ τοιοῦδε. τὸ περιϊστάμενον ἔξωθεν ψυχρὸν ὅτι μὲν πυκνοῖ καὶ· ψύχει τὰ κατὰ τὸ δέρμα τῶν ἐναργῶς φαινομένων ἐστὶ, οὐ μὴν ὡσαύτως γε ἂν διατίθησι τὸ βάθος τοῦ σώματος, ἀλλ’ ὥσπερ ἐν ἀφορισμοῖς διώρισται κατ’ ἐκεῖνον τὸν λόγον ἔνθα φησὶ, ἔστι δ’ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιεῖται, οὕτω καὶ νῦν ἐστιν ἡμῖν διωριστέον. τὸ γάρ τοι καταχεόμενον τοῦ σώματος ἡμῶν ψυχρὸν, ἤτοι δεικνεῖται περὶ τὸ βάθος, ὡς καὶ τὰ κατὰ τοῦτο μόρια παραπλησίως ψύξαι τοῖς ἐπιπολῆς, ἢ μόνα ψύχει τὰ κατὰ τὸ δέρμα. πρὸς μὲν οὖν τὸ βάθος ἐξικνούμενον ἐμψύχει τὰ κατὰ τοῦτο μόρια καὶ βλάβην οὐ σμικρὰν ἐργάζεται καθ’ ὅλον τὸ ζῶον. ἐκλυθείσης δ’ αὐτοῦ

324
τῆς δυνάμεως ἐν τοῖς ἐπιπολῆς τοῦ σώματος μέρεσιν, οὐ μόνον οὐκ ἂν ἔτι ψύξει τὰ κατὰ βάθος, ἀλλὰ καὶ θερμότερα πολλῷ τῆς ἔμπροσθεν αὐτοῖς ὑπαρχούσης κράσεως ἀποδείξει. ὅσοι δὲ περὶ ἀραιὸν ἐχόντων τὸ δέρμα καὶ τὰς ὑπ’ αὐτὸ σάρκας, ἡγοῦνται τὸν λόγον αὐτῷ γεγονέναι πυκνουμένης τῆς ἐπιφανείας καὶ κατεχομένου τοῦ πρότερον ἐκκενουμένου θερμοῦ, λέγουσι μέν τι τῶν ἀληθῶν, οὐ μὴν ἐχρῆν αὐτοὺς ὑπολαμβάνειν εἰρῆσθαι τοὺς οὕτω διαπνεομένους καὶ ψυχροτέρους. μάλιστα μὲν γὰρ, ὡς ἐμάθετε, τοῖς ὑγροῖς καὶ θερμοῖς σώμασιν ὑπάρχει ταῦτα, δεύτερον δὲ τοῖς θερμοῖς, κᾂν χωρὶς ὑγρότητος ᾖ τοιαῦτα. τῶν ψυχρῶν δ’ οὐδὲν εὐδιαφόρητόν ἐστι, ἀλλ’ ἧττον μὲν τοῦτο πέπονθε τὰ ὑγρὰ, μᾶλλον δὲ τὰ ξηρὰ πλεονεκτεῖ δ’ ἀμφοῖν τὰ φύσει θερμά. κατὰ τοῦτο οὖν μοι δοκοῦσιν ἁμαρτάνειν.

325
Ὀδυνέων τὴν ἐγγύτατα κοιλίην καθαίρειν, αἵματός τε κοιλίην διαιρεῖν, καῦσις, τομὴ, θάλψις, ψύξις, πταρμὸς, φυτῶν χυμοὶ, ἐφ’ ὧν τὴν δύναμιν ἔχουσιν καὶ κυκεών. κακούργων, γάλα, σκόροδα, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες.

Βοηθημάτων κατάλογον ἐνταῦθα πεποίηται καὶ σμικραῖς καὶ μεγάλαις ὀδύναις ἁρμοττόντων, ὥσπερ ἐν ἀφορισμοῖς ἔγραψε τῶν ἐν ὀφθαλμοῖς μόνον, ἔνθα φησὶν, ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει. προσέθηκέ τινα νῦν βοηθήματα ταῖς ἐπὶ τῶν ὀφθαλμῶν ὀδύναις ἀνάρμοστα. τὸ μὲν οὖν ἁπάντων πρῶτον εἰρημένον ἐν τῷ προκειμένῳ λόγῳ κάθαρσίς ἐστιν, ἣν --- φιλονίκη --- ἐρεθίζουσι, μήτ’ ἀνοήση --- βοηθήματα τελέως ἐξηγησάμεθα καθ’ ὅν τινα τρόπον ἔγραψεν. περὶ δὲ τῶν ἐφεξῆς λεγομένων πρώτη καῦσίς ἐστι παραλαμβανομένη κατὰ τὰ μεγάλα πεπονθότα 

326
διὰ κακοχυμίαν πολλὴν, ὡς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν γίνεται, ποτὲ μὲν ἄντικρυς διαπύροις σιδήροις καιόντων ἡμῶν αὐτὰ, ποτὲ δὲ φαρμάκοις καυστικοῖς. ἐφεξῆς δὲ τῇ κατακαύσει γέγραπται τομὴ, παύουσα καὶ αὐτὴ τὰς ὀδύνας, τῶν ἤδη πῦον ἐχόντων πολὺ μορίων ἐπὶ φλεγμοναῖς μεγάλαις προηγησαμέναις, εἶθ’ ἑξῆς θάλψις, ἐν λουτροῖς τε δηλονότι καὶ πυριάσεσι γινομένη. προηκηκόατε δ’ ἤδη τὰς ὕλας τῶν πυριάσεων, ἐφ’ ὦν τε προσήκει κεχρῆσθαι διαθέσεων ὀδύνην ἐπιφερουσῶν, οἶον ἐπὶ μὲν τῶν κατὰ θώρακα, δι’ ὦν αὐτὸς εἶπεν ἐν τῷ περὶ διαίτης ὀξέων. ἐπὶ δὲ τῶν ὀφθαλμῶν διὰ σπόγγου μαλθακοῦ, μὴ φέροντος τοῦ μορίου τὰς διὰ τῶν μαρσίππων τε καὶ καταπλασμάτων θάλψεις, ἀλλὰ καὶ ἡ δι’ ἐλαίου κατάντλησις ἐπί τε τῶν μέσων τοῦ σώματος καὶ τῆς κεφαλῆς ἴαμα πόνων ἐστὶ θάλψις οὖσα, καὶ ἡ δι’ ὕδατος ἐπὶ τῶν κώλων, καὶ συνεχεστάτη καὶ πλείστη χρῆσις ἐπὶ τῶν ὀδυνωμένων μορίων, ἣ διὰ τῆς θάλψεως γίνεται τοῖς ἰατροῖς, ἐπειδὴ καὶ τὰ τεταμένα χαλᾷ καὶ τὰ πεπληρωμένα κενοῖ καὶ τὰ κατεψυγμένα θερμαίνει.
327
τῇ ψύξει δὲ σπανιώτερον ἐπὶ τῶν ὀδυνωμένων χρώμεθα, πυκνούσῃ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν αὐτῶν καὶ διὰ τοῦτο τὰς διαπνοὰς εἰργούσῃ, τεινούσῃ δὲ μᾶλλον τὰ τεταμένα. μόνας οὖν τὰς θερμὰς δυσκρασίας, ὅσαι χωρὶς πλήθους συνίστανται, ψύξις ἰάσεται, καθάπερ ἐπὶ τῶν ἐξ ἐγκαύσεως ὀδυνωμένων τὴν κεφαλὴν ἢ διακαιομένων ὑπὸ πυρετοῦ. καταντλοῦντες οὖν αὐτὴν ῥοδίνῳ ψυχρῷ θεραπεύομεν τὸ σύμπτωμα καὶ τῶν ἐρυσιπελάτων τὰ δι’ ὑπερβάλλουσαν θερμασίαν ὀδυνῶντα --- καὶ ποδάγρας ὡσαύτως ἐφ’ ὦν τὸ ῥεῦμα χολῶδές τε ἢ θερμόν. ἐφεξῆς δὲ τοῖς εἰρημένοις γέγραπται, φυτῶν χυμοὶ ἐφ’ ὦν τὴν δύναμιν ἔχουσιν. ἧς πάλιν λέξεως ἡ διάνοιά μοι δοκεῖ τοιαύτη τις ὑπάρχειν, ὀδυνῶν ἰάματά σοι γενήσεταί ποτε καὶ οἱ τῶν φυτῶν χυμοί. ταῦτα δ’ ἔστι πάμπολλα, τὰ μὲν ὑγρὰ διαμένοντα, τὰ δὲ πηγνύμενα. πρῶτον μὲν τὸ ἔλαιον ἤδη παμπόλλον χρείαν ἡμῖν εἰς τὰς ὀδυνομένων ἰάσεις τε καὶ παρηγορήσεις παρέχει θερμὸν προσφερόμενον, εἶθ’ ἑξῆς ἄλλα πολλὰ τούτου πολὺ μᾶλλον θερμαίνοντα, δάφνινον, κέδρινον,
328
κίκινον, σινάπινον, ῥαφάνινον, ὑγρὰ μὲν ταῦτα, πεπηγότα δὲ τὰ μὲν μᾶλλον τὰ δὲ ἦττον, αἵ τε ῥητίναι καὶ μάλιστ’ αὐτῶν αἱ αὐτόῤῥυτοι καλούμεναι, θαψία τε καὶ εὐφόρβιον, οἵ τε ὀποὶ πάντες, ὁ Κυρηναῖος, ὁ Παρθικὸς, ὁ Ἀσσύριος, ὁ σαγαπηνὸς, ὁ ἐκ τῶν τιθυμάλλων, ὁ ἐκ τοῦ πάνακος ὁ ἰδίως ὀποπάναξ καλούμενος. ἐκ τοῦδε τοῦ γένους ἐστὶ καὶ ἡ χαλβάνη καὶ ἄλλα πολλὰ περὶ ὦν ἔμαθες ἐν ταῖς τῶν ἁπλῶν φαρμάκων δυνάμεσιν. ἐάν τε γὰρ ὀπὸς ᾖ τινος, ἐάν τε χυλὸς, ἐν τῇ τῶν χυμῶν προσηγορίᾳ περιλαμβάνεται. τούτου τοίνυν τοῦ γένους ἔσται καὶ ἡ ὑγρὰ πίττα καὶ τὸ πίσσανον ὀνομαζόμενον, ἔτι δὲ καὶ τὸ κατὰ τὴν Κιλικίαν καπέλαιον, ἕτερά τε μυρία τὰ μὲν ἐκ βοτανῶν, τὰ δ’ ἐκ θάμνων, τὰ δ’ ἐκ δένδρων γινόμενα, καθ’ ὦν ὄνομα κοινόν ἐστι τὸ φυτὸν, οὗ νῦν Ἱπποκράτης ἐμνημόνευσε, φυτῶν χυμοί. προσέθηκε δ’ αὐτοῖς, ἐφ’ ὧν δύναμιν ἔχουσιν, ἀσαφῆ διὰ συντομίαν τὸν λόγον ἐργασάμενος. εἰκότως τοιγαροῦν οἱ ἐξηγηταὶ διηνέχθησαν, ἄλλοι ἄλλως οὐ μόνον ἐξηγησάμενοι τὴν λέξιν, ἀλλὰ καὶ μεταγράψαντες. ὅπως
329
οὖν μὴ γράφοιμι πολλὰ, καταλιπὼν αὐτοὺς ἃ δοκεῖ μοι πιθανώτατα εἶναι, ταῦτα ἐρῶ μόνα. τῶν τοίνυν φαρμάκων ὅσα πραΰνειν τὰς ὀδύνας πέφυκεν, ὥσπερ ἄλλο πρὸς ἄλλην διάθεσιν, οὕτω καὶ πρὸς μόριον ἄλλο δύναμιν ἔχει. μακροτέρου δ’ ὄντος ἢ καθ’ ὑπόμνημα τοῦ λόγου, διὰ παραδειγμάτων ὀλίγων αὐτὸν ἐπιδραμεῖν ἔγνωκα. τὸ μὲν οὖν τὰς ὀδυνηρὰς διαθέσεις μὴ πάσας δεῖσθαι τῶν αὐτῶν φαρμάκων, ἔστω σοι παράδειγμα τόδε. δακνωδῶν ὑγρῶν ἐν μὲν τοῖς ἐντέροις περιεχομένων, τὰ περικλύζοντα πρότερον ἐνιέντες, ὦν ἐστὶ καὶ μελίκρατον καὶ πτισσάνης χυλὸς, ὅταν ἐκκριθείη ταῦτα, τὰ πρᾳΰνοντα τὰς δήξεις ἐπενίεμεν, ὅσα τε ἐμπλάττεσθαι καὶ περιπλάττεσθαι δύναται τῇ τῶν ἐντέρων ἐπιπολῇ, ἃ κωλύουσιν προσπίπτειν τοὺς καταφερομένους ἄνωθεν εἰς αὐτὰ δάκνοντας χυμοὺς, ἐδέσματά τε δίδομεν αὐτοῖς εὔχυμά τε καὶ ὅσα δύσφθαρτα. κατὰ δὲ τὴν ἄνω κοιλίαν καὶ μάλιστ’ αὐτῆς κατὰ τὸ στόμα τοιούτων περιεχομένων χυμῶν ἐμεῖν μὲν πρῶτον αὐτοὺς κελεύομεν. εἰ δὲ δυσεμεῖς εἶεν, ἔλαιον ἢ ὑδρέλαιον ἤ τι τοιοῦτον καταῤῥοφῆσαι
330
δίδομεν, ἐφ’ ᾦ τῶν ἐμέτων γενομένων ἔξωθεν μὲν ἐπιτίθεμεν τῶν στυφόντων τὶ καὶ δυσωδῶν, ἔνδοθεν τροφὰς εὐχύμους τε ἅμα καὶ δυσφθάρτους καί τι καὶ στῦφον ἐχούσας. τοῖς δ’ ὀφθαλμοῖς τοιούτων ἐν ὅλῳ τῷ σώματι προκαθαίρομεν. εἰ δ’ αἵματος πλῆθος, ἐπὶ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔξωθεν ἣν ὠμιαίαν καλοῦσιν ἥκομεν, εἶθ’ ἑξῆς φαρμάκῳ χρώμεθα τῶν ἁπαλωτάτων τέ τινι καὶ ἀδηκτοτάτων, ἐφ’ ᾦ νηστεύσαντα δι’ ὅλης τῆς ἡμέρας εἰς ἑσπέραν ἐπὶ λουτρὸν ἄγομεν. εἰ δὲ μήτε καθάρσεως δέοιτο μήτε φλεβοτομίας, τοῖς τ’ εἰρημένοις φαρμάκοις καὶ τῷ λουτρῷ μετ’ αὐτὰ, καθάπερ ἴστε, τὰς τοιαύτας ὀδύνας ἐξιώμεθα, μήτε ταῖς κατὰ γαστέρα δήξεσι τῶν κολλυρίων ἐνιέντες τι, μήτε τοῖς ὀφθαλμοῖς τράγου χυλὸν ἢ στέαρ αἰγὸς ἢ κηρωτὴν ἄδηκτον ἤ τι τῶν ἄλλων ὅσα διὰ τῆς ἕδρας ἐνίεμεν. ἀρκέσει ταῦθ’ ὡς ἐπὶ παραδείγματος εἰρῆσθαι πρὸς ἔνδειξιν τοῦ τὴν αὐτὴν διάθεσιν οὐ τῶν αὐτῶν δεῖσθαι 
331
βοηθημάτων, ὅταν ἐν διαφέρουσι γένηται αὐτοῖς. ἐπιδεῖξαι γὰρ πρόκειται κατὰ τίνα διάνοιαν ὁ Ἱπποκράτης εἶπε, φυτῶν χυμοὶ ἐφ’ ὧν δύναμιν ἔχουσι. τὸ γὰρ ἐφ’ ὧν ἤτοι μορίων ἢ διαθέσεων ἢ τρόπων χρήσεως ἀναγκαῖόν ἐστιν ἀκοῦσαι. λέγω δὲ τρόπους χρήσεως, ὅταν ἤτοι τὴν αἰτίαν αὐτήν τις ἐκκόπτῃ, δι’ ἣν ὀδυνᾶται τὸ πεπονθὸς μόριον, ἤτοι τὸ γεννώμενον ἐξ αὐτῆς φυσῶδες πνεῦμα διαφορῇ. καὶ τοῦτ’ αὐτὸ ποιεῖ διττῶς, ἢ λεπτύνων αὐτοῦ τὸ παχὺ καὶ φυσῶδες ἢ ἀραιῶν τὸ περιέχον αὐτὸ σῶμα. καὶ μέντοι καὶ περὶ ταῦτα τρόπος ἕτερός ἐστιν ἀνωδυνίας ποιητικὸς ἐκ τοῦ ναρκοῦσθαι τὴν αἴσθησιν γινόμενος, ἐφ’ οὗ καὶ συνέσεώς ἐστιν οὐ τῆς τυχούσης μίξαι τῷ ναρκωτικῷ τἄλλα καὶ μὴ μόνῳ χρήσασθαι. τίς γὰρ οὐκ οἶδεν ἐν τῷ Φιλωνείῳ φαρμάκῳ τὴν μὲν τῆς ὀδύνης παῦλαν ἡ τῆς αἰσθήσεως νάρκη ποιεῖ, τὰ δὲ ἐργαζόμενα ταύτην ἐστὶν ὁτὲ τοῦ μήκωνος ὀπὸς καὶ τὸ τοῦ ὑοσκυάμου σπέρμα, ταῦτα δ’ εἰ μόνα προσενεχθείη, παντάπασιν μὲν ὀλίγα δοθέντα τὴν ὀδύνην οὐ δυνήσεται παύειν· εἰ δ’ ἐν ᾧ μέτρῳ ληφθέντα
332
παῦσαι δύναται, τοῦτ’ ἔχοι τὸ μέτρον, οὐ σμικρὰν βλάβην ἐργάζεται κατὰ τὸ πάσχον μόριον. ἵν’ οὖν μήτε μεγάλως αὐτὸ βλάψῃ καὶ ναρκώσῃ τὴν αἴσθησιν, ἡ τῶν ἄλλων φαρμάκων μίξις εὑρέθη τῷ Φίλωνι. τίς δέ ἐστιν ἡ μέθοδος ᾗ χρώμενος ἄν τις ἐπὶ τὴν τοιαύτην ἥκοι κατασκευὴν τῶν φαρμάκων, ἐν τοῖς περὶ συνθέσεως αὐτῶν εἴρηται. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ ταῦτα, θεασώμεθα δὲ περὶ τῶν ἐφεξῆς εἰρημένων ὧν ἡγεῖται πρῶτος γεγραμμένος ὁ κυκεών. ὅτι μὲν οὖν οἶνος ὀδύνας ὀφθαλμῶν ὅσαι δι’ ἔμφραξιν γίνονται παύει, διὰ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων ἐμάθετε. νῦν δὲ καὶ περὶ τῶν ἄλλων, ὅσαι κατὰ τὸν αὐτὸν λόγον γίνονται, ποτὲ μὲν διὰ πάχος αἵματος, ποτὲ διὰ ψύξιν, ἀναμνήσθητε πολλάκις ἑωρακότες ἐπί τε τῶν κατὰ κοιλίαν ὀδυνῶν, ἐπί τε τῆς καλουμένης ἡμικραίρας, οἶνον ἀκρατέστερον αὐτίκα μὲν ὠφελήσαντα σαφῶς, ὕπνου δὲ ἐπιγενομένου τελέως παύσαντα· τεθέασθέ με διδόντα οἶνον οὐκ εὐθέως νήστει, ἀλλ’ ἐπὶ τροφῇ. νῦν
333
δὲ ὁ Ἱπποκράτης ἔμιξεν ἀμφότερα καὶ τὴν τροφὴν καὶ τὸ πόμα. τοιοῦτον γάρ τι πρᾶμά ἐστιν ὁ κυκεὼν, ὡς καὶ παρ’ Ὁμήρου μεμαθήκατε. μιγνύντων μὲν ἄλλα τῷ οἴνῳ, κοινὸν δ’ ἐχόντων ἁπάντων αὐτόν. ἴσως καί τι τὸ μετ’ ἀλφίτων μὲν εἶναι τὸν οἶνον. ἐξ ἀνάγκης δὲ καί τι ἄλλο ἐκ τοῦ κυκεὼν ὀνόματος ἀξιώσει τις δηλοῦσθαι τοὺς παλαιούς, οὕτω μᾶλλον ἐπιδεικνὺς κεχρῆσθαι τῇ προσηγορίᾳ. χρῆσθαι δέ ποτε καὶ τροφῆς χωρὶς οἴνῳ τῶν οὕτως ἀλγούντων τινὰ κελεύσας ἕνεκα τοῦ βεβαιῶσαί μου τὴν ὑπόληψιν, ἐθεασάμην ὡς προσεδόκησα παροξυνθέντα θερμῶν ἀτμῶν πολλῶν ἀθρόως ἀναδραμόντων ἐπὶ τὸν πεπονθότα τόπον, ἐφ’ οἷς ἀνώμαλός τε ἅμα δυσκρασία καὶ πλήρωσις ἠκολούθησε τοῦ μέρους. ἐπιδέδεικται δὲ ἡμῖν ἡ μὲν πλήρωσις τῷ διατείνειν πάντῃ τὰ σώματα ὀδύνας ἐργαζομένη τοῖς ἀσθενέσιν, ἡ δ’ ἀνώμαλος δυσκρασία διὰ τό τινα μὲν ἔτι κατὰ φύσιν ἔχειν μόρια, τινὰ δὲ ὁμιλεῖν αὐτοῖς ἐψυγμένα. γίνεται γὰρ ἐν τούτοις ἐκ τῶν παρὰ φύσιν ἐχόντων εἰς τὰ κατὰ φύσιν ἔχοντα διάδοσις τῆς ψύξεως ἀνιαρά. τὰ δὲ
334
ὅλα ψυχθέντα καὶ ὡς ἂν εἴποι τις ἑκτικὴν κτησάμενα τὴν τοιαύτην κράσιν, οὐκ ὀδυνᾶται. τὴν γὰρ φύσιν, φησὶ, διαλλασσαμένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίνονται, οὐ διηλλαγμένοις οὐδὲ διεφθαρμένοις ἤδη. τὸν μὲν οἶνον αὐτός τε προσεδόκησα βλάψειν ἄνευ τῆς τροφῆς πινόμενον, ἥ τε πεῖρα μαρτυρήσασα βεβαιοτέραν μοι τὴν πίστιν εἰργάσατο. κυκεὼν δ’ οὐκ ἂν βλάψειεν ἔχων ἐν αὑτῷ τὴν τροφήν. ἐκ γὰρ τῆς ἀμφοῖν συμμέτρου μίξεως ὁμαλὴ κατὰ βραχὺ θάλψις ἐν τοῖς πεπονθόσι μορίοις αὐξανομένη χωρὶς ἀτμῶν πολλῶν ἐκθερμαίνει τε τὰ κατεψυγμένα καὶ διαφορεῖ τὰ ἐμπεφραγμένα. διέρχεται γὰρ ὅσα πρότερον ἕν τισιν ἐσφίγγησαν διὰ πάχος, αὐτά τε λεπτυνόμενα καὶ χεόμενα τῶν τε περιεχόντων αὐτὰ σωμάτων ἀραιοτέρων ἀποτελουμένων, ἅπερ ἐπὶ τῶν θερμαινόντων ὁμαλῶς γίνεσθαι φιλεῖ. καὶ οἱ πταρμοὶ δὲ, καὶ γὰρ τούτους ἐφεξῆς ἔγραψεν, ἐναργῶς φαίνονται κεφαλαλγίας ἰώμενοι, τὰς ἐπὶ πλήθει φυσώδει πνεύματος γινομένας ταυτὶ μὲν οὖν ἅπαντα μέχρι τῶν πταρμῶν ἐπιδέδεικταί μοι τοῦ προτεθέντος ἐξ
335
ἀρχῶν ἔχεσθαι, κακῶς ὑπὸ τῶν ἐξηγησαμένων εἰς πλείους λόγους τεμνόμενα. ἐπὶ δὲ τὴν ἑξῆς λέξιν μεταβῶμεν, ἀπέχεσθαι δοκοῦσαν ἔτι τε καὶ μᾶλλον ἁπασῶν τῶν ἔμπροσθεν ἤπερ ἀλλήλων ἐκεῖναι. δύναται δ’, ὡς ἐγώ φημι, καὶ αὐτὴ περὶ μὲν ὀδυνῶν εἰρῆσθαι καθάπερ ἐκεῖναι, διαφέρειν δ’ αὐτῶν τῇ κακίᾳ. γίνονται γάρ τινες ὀδύναι κακοήθεις ὑπὸ τῶν κακούργων εἴτ’ οὖν φαρμάκων ἃ δηλητήρια καλοῦσιν, εἴτε θηρίων ἰοβόλων, εἴτε καὶ χυμῶν τινων ἐκ διαίτης μοχθηρᾶς ἢ λοιμώδους ἀέρος ἐν τῷ σώματι γεννηθέντων. ἐπὶ τούτων οὖν φημὶ λελέχθαι ταῦτα τὰ βοηθήματα, γάλα, σκόροδα, οἶνος ἀπεζεσμένος ὄξος, ἅλες. γάλα μὲν ἐπὶ τῶν κατὰ διάβρωσιν ἀναιρούντων· ἐπικράσεως γὰρ δεῖται· σκόροδον δ’ ἐπὶ τῶν κατὰ σφοδρὰν ψύξιν, οἶνος δ’ ἐπὶ τῶν κατὰ μετρίαν. προσκειμένου δὲ αὐτῷ τοῦ ἀπεζεσμένου δυνατόν ἐστιν ἀκούειν τὸν ἱκανῶς θερμὸν, ἐγχωρεῖ δὲ καὶ τὸν οὕτως ἀφεψημένον, ὡς γίνεσθαι τὸ καλούμενον σίραιον. ἐπικρατικὸν γάρ τοι καὶ τοῦτ’ ἔστι καὶ δριμυτήτων 
336
διαβρωτικόν. ὄξος δ’ ἕνεκα τοῦ τέμνειν χυμοὺς κολλώδεις, ὡς ἐπὶ τῶν μυκήτων ἢ καὶ ψύξεως ἕνεκεν, ὡς ἐπὶ θαψίας. τοὺς δ’ ἅλας, ὡς ἐκδαπανῆσαι δυναμένους ὅλην τὴν οὐσίαν τῶν κακούργων χυμῶν τε καὶ φαρμάκων. ἀλλ’ ἐπεὶ μὴ μόνον ὠφέλειαι καὶ βλάβαι τοῖς σώμασιν ἡμῶν γίνονται κατὰ τὰς τῶν κακούργων χυμῶν τε καὶ φαρμάκων, ἀλλ’ ἐπεὶ μὴ μόνον ὠφέλειαι καὶ βλάβαι τοῖς σώμασιν ἡμῶν γίνονται κατὰ τὰς τῶν ὁμιλούντων ἁπλᾶς ποιότητας, ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐσίαν, ἐμάθετε γὰρ καὶ τοῦτο δι’ ἑτέρων ὑπομνημάτων, προσηκόντως ἂν εἰρημένον εἴη τὸ φυτῶν χυμοὶ ἐφ’ ὦν τε δύναμιν ἔχουσιν. καὶ γὰρ καθ’ ὅλην τὴν οὐσίαν ἰδιότητες ἤτοι οἰκεῖαι τοῖς σώμασιν ἡμῶν ἢ ἀλλότριαι κατὰ τέτταρας ὕλας εἰσὶ καθαρτικὰ φάρμακα καὶ τροφαὶ καὶ τρίτα πρὸς αὐτοῖς ἃ νῦν Ἱπποκράτης ὠνόμασε κακοῦργα καὶ τέτταρα τὰ τούτων ἰάματα. τεμνομένου δὲ τοῦ τρίτου γένους τῆς ὕλης εἴς τε τὰ δηλητήρια καλούμενα φάρμακα καὶ τοὺς ἰοὺς τῶν θηρίων, διττὴ καὶ τῶν ταῦτα θεραπευόντων ἐστὶν ἡ ὕλη. καλεῖται δὲ ἀλεξιφάρμακα
337
μὲν, ὅσα τοῖς δηλητηρίοις ἀνθίσταται, θηριακὰ δὲ ὅσα τὰς τῶν θηρίων ἰᾶται δήξεις. ἴσως δέ τις ἀξιώσει καὶ τὴν τῶν καθαιρόντων φαρμάκων ὕλην ἐν τοῖς τῶν δηλητηρίων περιέχεσθαι, διαφθείρει γὰρ ἡμᾶς καὶ ταῦτα, πλείω τῶν συμμέτρων δοθέντα. τοῦτο δ’ εἰ συγχωρήσαιμεν, ἀκόλουθον ἡμῖν ἔσται τά τ’ ἀλεξιφάρμακα καὶ τὰ θηριακὰ ἐν τοῖς δηλητηρίοις συγκαταριθμεῖν, ἐπειδὴ καὶ ταῦτα ἀναιρεῖν πέφυκεν, εἰ μή τις αὐτῶν βραχὺ προσενέγκοιτο παντάπασιν. ἀλλὰ δι’ αὐτὸ τοῦτό μοι δοκοῦσιν ἰατροὶ θανάσιμα μὲν πολλὰ φάρμακα καλεῖν, ὧν ἀναγκαῖον ὄφελος τι κατὰ καιροὺς γίνεται, δηλητήρια δὲ τὰ μηδέποτε μηδὲν ὀνοῦντα μήτε νοσοῦντας ἀνθρώπους μήθ’ ὑγιαίνοντας· οὔτε γὰρ ἀκόντιον οὔθ’ ὑδράργυρος οὔτε λιθάργυρος οὔτε λαγωὸς θαλάττιος εἴσω τοῦ σώματος λαμβανόμενος παρέχει τινὰ ἡμῖν ὠφέλειαν, ὥσπερ καὶ τἄλλα πολλὰ, περὶ ὦν ἐν τοῖς κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελοῦσί τε καὶ βλάπτουσιν εἴρηται.

338
Ἄνθρωπος ἐκ κόπων ἐξ ὁδοῦ, ἀδυναμίη βάρος ἀνέπτυεν, ἔβηξε γὰρ ἐκ κορυφῆς, πυρετὸς ὀξὺς πρὸς χεῖρα ὑποδάκνων· δευτεραίῳ δὲ καρηβαρία, γλῶσσα ἀπεκαύθη, ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμοῤῥάγησεν, ἀριστερὸς σπλὴν μέγας καὶ σκληρὸς ὠδυνᾶτο.

Τὰ μὲν γενόμενα τῷ κάμνοντι διηγήσατο, εἴτε δ’ ἂν ἀπέθανεν εἴτ’ ἐσώθη παρέλιπεν, ὦν χάριν ἅπαντα γράφεται τἄλλα. τί ἂν οὖν ἐγὼ παρὰ τοῦ νοσοῦντος οὕτως ἔσεσθαι προεῖπον ἴσως ἀκοῦσαι ποθεῖ τις, ᾧ τἀληθῆ ῥητέον ἐστίν. ὡς εἴ μοί τις ἔδειξεν αὐτοῦ τὰ οὖρα, σαφῶς ἂν ἀπεφηνάμην ὁποῖόν τι φρονῶ περὶ τοῦ κάμνοντος, ὅσον μὲν γὰρ ἐπὶ τοῖς εἰρημένοις ὀλεθρίως εἶχεν. εἰ δὲ ἦν καὶ τὰ οὖρα ἄριστα, σωθήσεσθαι μὲν, ὀξέως δὲ νοσῆσαι τὸν ἄνθρωπον ἀπεφηνάμην ἄν· εἰ δὲ ἦν καὶ τὰ οὖρα μοχθηρὰ, διὰ ταχέων τεθνήξεσθαι. μέσον δὲ αὐτῶν, ὡς μήτ’ ἐπαινεῖσθαι

339
μήτε ψέγεσθαι πλείονα χρόνον ζήσαντα τεθνήξεσθαι. τὰ μὲν οὖν ἄλλα συμπτώματα μεταξύ πως ἐστὶν ὀλέθρου καὶ σωτηρίας, ἡ δὲ ὀνυχογραφηθεῖσα ῥὶς. εἶτα μὴ μεθεῖσα τοῦ αἵματος, οὕτω γὰρ ἔγραψε Ζεῦξις, ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμοῤῥάγησεν, ὀλέθριον μὲν καὶ οὕτως, ἧττον δὲ τοῦ μηδ’ ὅλως αἷμα μεθεῖναι. πρόδηλον δ’ ὅτι τῆς χειρουργίας καλῶς γενομένης ὅμως οὐκ ἐῤῥύη τὸ αἷμα. τὴν ἀρχὴν γὰρ οὐκ ἂν ἔγραψε κατὰ τὴν διήγησιν, ὀνυχογραφηθῆναι μὲν τὴν ῥῖνα, μὴ γενέσθαι δὲ τὴν αἱμοῤῥαγίαν, εἰ περὶ τὴν χειρουργίαν τοῦτο συμβεβήκει. λέγουσι δὲ τοὺς παλαιοὺς οὐ μόνον τοῖς ἰδίοις ὄνυξι τὴν ῥῖνα διαιρεῖν, ἀλλὰ καὶ σιδήρῳ τινὶ πρὸς αὐτὸ τοῦτο παρεσκευασμένῳ, καὶ ἐοίκασι, κατά γε τὸ ἐν τῷ λόγῳ τῷδε προκείμενον, ἄῤῥωστον διὰ τὴν καρηβαρίαν ἐπὶ τὴν διαίρεσιν αὐτῆς οἱ θεραπεύοντες τὸν ἄνθρωπον ἰατροὶ παραγενέσθαι· τὸ δ’ ἐπὶ τοῦ σπληνὸς εἰρημένον, ἀριστερὸς σπλὴν μέγας, οἱ μὲν
340
οὕτως προσκεῖσθαι νομίζουσιν ὡς τῷ γάλα τὸ λευκὸν ὁ ποιητὴς προσέθηκε καὶ τῷ σύες τὸ χαμαιευνάδες, οὐκ ὄντος οὔτε γάλακτός τινος, ὃ μὴ λευκόν ἐστιν, οὔτε συῶν * * * αἳ * * * μὴ χαμαιευνάδες εἰσίν. τάχα δὲ * * * ἐκούσης τῆς ῥήσεως τοῦ γέροντος οὕτως ῥὶς ὀνυχογραφηθεῖσα οὐχ ᾑμοῤῥάγησεν ἀριστερὴ ἐν ἴσῳ τῇ τῶν ἀριστερῶν μυκτήρων καὶ κατ’ ἴξιν ἐστὶν οὗτος τῷ σπληνὶ, καὶ πιθανὸν ἐπὶ τούτων ὁρμῆσαι τὸν χειρουργοῦντα. διαμαρτόντος δὲ πρώτου βιβλιογράφου συνέβη φυλαχθῆναι τὸ ἁμάρτημα. ἐγκειμένου δὲ τῇ ῥήσει καὶ τοῦ βήσσειν αὐτὸν ἐκ κορυφῆς ἐγένετο καὶ περὶ τούτου τοῖς ἐξηγησαμένοις τὸ βιβλίον ἀμφισβήτησις, ἐνίων μὲν ἐκ τῆς κεφαλῆς τὴν βῆχα γίνεσθαι λεγόντων, οὐχ ὡς εἴωθε πολλάκις ἐκ τοῦ θώρακός τε καὶ πνεύμονος καὶ τῆς τραχείας ἀρτηρίας, ὅταν ταῦτα πρῶτον πάθῃ. τινῶν δὲ τὸ ἐκ κορυφῆς κυρίως λελέχθαι νομιζόντων, ἵνα μὴ μόνον ἐκ τῆς κεφαλῆς κατάῤῥος τις αἴτιος εἶναι τῆς βηχὸς, ἀλλὰ καὶ κεφαλῆς αὐτῆς ἐκείνου τοῦ μέρους ὃ κορυφὴν ὀνομάζομεν.

341
Οἱ ὑπὸ τεταρταίου ἁλισκόμενοι ὑπὸ τῆς μεγάλης νόσου οὐχ ἁλίσκονται, ἢν δ’ ἁλίσκωνται πρότερον καὶ ἐπιγίνηται τεταρταῖος, παύονται.

Τὴν ἐπιληψίαν οἱ παλαιοὶ καὶ μεγάλην νόσον ἐκάλουν καὶ πάθος παιδίων, ὥσπερ αὐτὸς ὁ Ἱπποκράτης ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ἐπειδὴ κατὰ τὴν τῶν παίδων ἡλικίαν πλεονάζει, τινὲς δὲ Ἡρακλείαν αὐτὴν ἐκάλεσαν, οὐχ ὡς ἐπιλήπτου τοῦ Ἡρακλέους ὄντος, ἀλλ’ ἐοίκασιν οὗτοι ἐπονομάζειν ἐλλογίμοις ὀνόμασιν αὐτὴν, ὡσαύτως γε γνόντες ἐνδεικτικὸν μεγέθους ὄνομα ποιῆσαι τὴν Ἡρακλείαν. ἱερὰν δὲ νόσον ἔνιοι κατὰ ψευδῆ δόξαν ὠνόμασαν, ὡς κᾀν τῷ περὶ ἱερῆς νούσου συγγράμματι δεδήλωται. γίνεται μὲν οὖν καὶ ἀπ’ ἄλλων μορίων πασχόντων ἐνίοτε τὸ πάθος τοῦτο. τοῖς πλείστοις δὲ πρῶτος αὐτὸς ὁ ἐγκέφαλός ἐστιν ὁ πάσχων οὐχ ἑτέρῳ συμπάσχων. αἴτιον δὲ τοῦ νοσήματος παχὺς καὶ ψυχρὸς χυμὸς, ἀθροιζόμενος μὲν ἐν ταῖς

342
κοιλίαις τοῦ ἐγκεφάλου, καταλαμβάνων δὲ καὶ τὰς ἐκφύσεις καὶ μάλιστα τὴν πρώτην ἀρχὴν τοῦ νωτιαίου. τοῦτον οὖν τὸν χυμὸν καὶ οἱ ἄλλοι μὲν ὠνήσασι πυρετοὶ, μάλιστα δὲ οἱ χρόνιοι καὶ τούτων πάντων ὁ τεταρταῖος μάλιστα, καὶ αὐτοῦ τούτου πάλιν ὁ χρονιώτατός τε καὶ μετὰ ῥίγους παροξυνόμενος. αὐτό τε γὰρ τὸ ῥῖγος * * * * μοχλεῖς. * * * * τοῦ ἐγκεφάλου μὲν τὴν ἀρχὴν τούτων ἐμφράττοντος χυμοῦ. ἡ δὲ τοῦ πυρετοῦ θερμασία λεπτύνουσα ἔμπροσθεν καὶ διαφορεῖν αὐτόν ἐστιν ἱκανὴ καὶ πρὸς τούτῳ τὴν κρᾶσιν ὅλην σφοδροῖς ῥίγεσι μεταβοῦσι πυρετῶν παροξυσμοῖς βάλλειν τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ θερμότερον ὑγρὰν καὶ ψυχράν. ταύτῃ γὰρ ἐπὶ ἐνίοτε ὁ φλεγματώδης γεννᾶται χυμός. ἀλλὰ καὶ τοῖς τὸ σῶμα κατὰ ἐκκρίσεις ἕπονται διὰ μὲν τῶν ἱδρώτων, ὡς ἐπὶ τὸ πλεῖστον σπασμοὺς ἢ ἐμέτων ἢ γαστρὸς ἐπαγωγῆς, ὥστε καὶ διὰ τούτων ἐκκαθαίρεται, ὃ πρὸς μὲν τοὺς ἀφορισμοὺς ἔφη, πυρετὸν ἐπὶ σπασμῶν βέλτιον γενέσθαι ἢ καὶ ἐπὶ πυρετῷ. σπασμὸς δ’ ἐστὶ καὶ ἡ ἐπιληψία παντὸς τοῦ σώματος.
343
ἐν δὲ πρώτῳ τῶν ἐπιδημιῶν οὕτως ἔγραψεν· ἀσφαλέστατος δὲ πάντων καὶ ῥήϊστος, μακρότατος ὁ τεταρταῖος. οὐ γὰρ μόνος αὐτὸς ἀφ’ ἑαυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται. πρόδηλον δ’ ὅτι τοῖς ὑπὸ τεταρταίου πυρετοῦ φθάνουσιν ἐνοχλεῖσθαι, γενέσθαι τὴν ἐπιληψίαν ἀδύνατον. ὅπου γὰρ καὶ οὖσαν ἤδη τεταρταῖος πυρετὸς εἴωθε παύειν, πολὺ δή που μᾶλλον οὐκ ἂν ἐπιτρέπειν γενέσθαι τὴν μηδέπω πρόσθεν οὖσαν.

Ἀνθ’ οἵων αἱ νοῦσοι.

Τοῦτο τοῖς προγεγραμμένοις ἐπεφώνησε, δύναμιν ἔχον τοιαύτην, ἀνθ’ οἵων νούσων οἷαι νοῦσοι γίνονται καλὸν ἐπίστασθαι. προσυπακοῦσαι γὰρ δεῖ τοιοῦτον ὥσπερ γὰρ ὁ τεταρταῖος ἐπιληψίαν ἰᾶται καὶ πυρετὸς ὁστισοῦν σπασμὸν ἢ καὶ κατάῤῥουν καὶ ἆσθμα, κατὰ τὸν αὐτὸν τρόπον

344
ὀφθαλμίαν μὲν διάῤῥοια, λειεντερίαν δὲ ὀξυρεγμία καὶ πλευρῖτις περιπνευμονίαν, λήθαργον φρενῖτις. ἔμπαλιν δὲ οὐκ ἐπ’ ἀγαθῷ φρενῖτις μὲν εἰς λήθαργον, πλευρῖτις δὲ εἰς περιπνευμονίαν μεταπίπτει. καὶ μὴν καὶ μελαγχολίαν αἱμοῤῥοῒς ὤφθη πολλάκις ἀρχομένην γε κωλύουσα καὶ ἤδη γεγενημένην ἰασαμένη καὶ σπλῆνα σκιῤῥούμενον, ἀλλὰ καὶ οἱ κιρσοὶ τὰ αὐτὰ τοιαῦτα θεραπεύουσι, ποδάγρας τε καὶ ἀρθρίτιδας.