In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἄλλου τόπου, τόποι δεξάμενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ ῥύονται ἢ ἄλλοισιν αἱ κοινωνίαι.

Ἡ αὐτὴ ῥῆσις ἥδε κἀν τῷ περὶ χυμῶν ἐπὶ τῷ τέλει τοῦ βιβλίου γέγραπται, καθάπερ καὶ αἱ πρὸ αὐτῆς ἀπὸ τῆς πρώτης, ἐν ᾗ φησιν, οἱ αἱμοῤῥοΐδας ἔχοντες. ἐξηγήμεθα οὖν ἐκεῖ τελεώτερον αὐτὰς, εἰρήσεται δὲ καὶ νῦν κεφάλαιον. ἡ γάρ τοι διάνοια τῆς προκειμένης ῥήσεώς ἐστι τοιάδε. ἐξ ἄλλων τόπων εἰς ἄλλους διαδοχαὶ γίνονται νοσημάτων, κατὰ μετάστασιν τῶν ποιούντων αὐτὰ χυμῶν, ἤτοι διὰ τόνον τινὰ τοῦ μέρους, εἰς ὃ μεθιστάμενοι κατασκήπτουσιν ἢ διὰ τὸ σφῶν αὐτῶν βάρος ἢ καὶ δι’ ἄλλην τινὰ αἰτίαν οἷον φάρμακον ἐρεθίσαν δριμὺ καὶ τρίψιν ἤ τινα θερμασίαν ἔξωθεν προσγενομένην. ἀλλὰ καὶ διὰ κοινωνίαν τῆς φύσεως τῶν μορίων γίνονται μεταστάσεις. ὄρχις γοῦν οἰδήσας ἀπὸ βηχέων ὑπόμνημα κοινωνίας, στήθεσι, μαζοῖς,

113
γονῆς, φωνῆς. ἔνιοι δὲ τὸ, ἄλλοισιν αἱ κοινωνίαι, γράψαντες, ἀλλοῖαι κοινωνίαι τῆς ἑπομένης ῥήσεως ἀρχὴν αὐτὸ ποιοῦσι, φάσκοντες ἐπ’ ἄλλο κοινωνίας εἶδος αὐτὸν μετεληλυθέναι τὸ κατὰ τὴν τῶν χυμῶν συγγένειαν. αὐτὸς γοῦν, φασὶ, λέγει, διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ διὰ τὴν τοῦ χυμοῦ συγγένειαν τοιαῦτα πτύουσιν. οὕτω δὲ καὶ ὁ Ῥοῦφος ἔγραψέ τε καὶ διεῖλε τὴν λέξιν οἷον προσγραφὴν μέν τινα νομίζων εἶναι τὸ, ἀλλοῖαι κοινωνίαι. τὴν δ’ ὥσπερ ἐξήγησιν τῆς προγραφῆς τὰ ἐπιφερόμενα. φησὶ γὰρ εἶναι κοινωνίαν τῷ αἵματι πρὸς τὸ πῦον. οἷς οὐκέτι αἷμα πτύεται, τῆς ῥοπῆς ἐπὶ τἀναντία γενομένης αὐτῷ, τούτοις τὰ συγγενῆ τοῦ αἵματος γίνεσθαι πτύσματα πυώδη. διὸ καὶ τὴν λέξιν οὕτω γράφει, ἀλλὰ διὰ τοῦ χυμοῦ τὴν συγγένειαν πτύα πτύουσιν. οἱ δὲ περὶ τὸν Σαβῖνον φυλάξαντες τὴν παλαιὰν γραφὴν ἰδίαν ἀρχὴν ἐποιήσαντο τῶν λεγομένων τὸ διὰ τὴν ῥοπὴν, ἐφ’ ἣν ἤδη μεταβήσομαι.

114
Διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτα πτύουσιν.

Ἐξήγημαι μὲν ἤδη τελέως τὴν ῥῆσιν ταύτην ἐν τῷ τρίτῳ τῶν εἰς τὸ περὶ χυμῶν ὑπομνήματι. καὶ νῦν δ’ ἐρῶ συντομώτερον αὐτήν. ὅταν αἷμα διά τινος μέρους ἐκκενούμενον, οἷον ἕδρας ἢ ῥινὸς ἢ μήτρας ἢ κατὰ περιόδους ἐκ γαστρὸς ἢ σύριγγος ἢ ὁθενοῦν ἑτέρωσε ἐπ’ ἄλλα μόρια ποιήσεται τὴν ῥοπὴν, οὐκέτ’ ἐκκενοῦται τοῦτο διὰ τοῦ πρόσθεν χωρίου, παράδειγμα δὲ τοῦτο μερικόν ἐστιν ἐπὶ τοῦ τὴν ῥοπὴν εἰς θώρακα καὶ πνεύμονα ποιησαμένου. πτύεται γὰρ ἐντεῦθεν ἄλλοις ἄλλο κατὰ τὴν τῶν χυμῶν συγγένειαν· ἀφρῶδες μὲν, ὅταν ᾖ φλεγματικὸς, ὠχρὸν δ’ ὅταν πικρόχολος, μέλαν δ’, ὅταν μελαγχολικὸς· ὥσπερ γε ἐρυθρὸν, ὅταν τὸ αἷμα κατασκῆπτον ᾖ καθαρόν. εἰκότως οὖν ἔνιοι τὸ τ γράμμα προσθέντες, οὐ ῥοπὴν, ἀλλὰ τροπὴν

115
ἔγραψαν, διὰ τὴν τροπὴν τοῦ αἵματος ἀξιοῦντες πτύεσθαι τὸ συγγενὲς τῇ τροπῇ. τρέπεται γὰρ ἐνίοτε μὲν ἐπὶ τὸ πικρόχολον, ἐνίοτε δ’ ἐπὶ τὸ μελαγχολικόν.

Ἔστιν οἷσιν αἷμα ἀφαιρεῖσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν. ἐπ’ ἄλλοισι δὲ ὥσπερ ἐπὶ τοιούτοισιν οὐκ εἰκός.

Συμφέρει, φησὶν, αἵματος ἀφαιρεῖσθαί τινας τούτων, εἷς δηλονότι πλέον ἐστὶ τοῦτο καὶ μηδέπω τροπὴν ἀξιόλογον εἰς ἄλλον χυμὸν πεποιημένον, οὐκ ἀφαιρεῖσθαι δὲ οἷς ἤδη τέτραπται, προηγουμένου τοῦ κατὰ τὴν δύναμιν σκοποῦ, κἂν παραλείπηταί ποτε κατὰ τοὺς λόγους, ἐν οἷς τὰς ἀπὸ τῶν διαθέσεων μόνον ἐνδείξεις διερχόμεθα.

116
Κώλυσις ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη, πλευρῖτις, χολή.

Καὶ ταύτην μὲν τὴν ῥῆσιν ἐφεξῆς ταῖς προγεγραμμέναις ἐν τοῖς τελευταίοις τοῦ περὶ χυμῶν ἄλλος ἄλλως καὶ γράφει καὶ ἐξηγεῖται. πασῶν μὲν οὖν τῶν γραφῶν καὶ τῶν ἐξηγήσεων ἀπιθάνων οὐσῶν, ἡ μετριωτέρως ἔχειν μοι δόξασα τῶν ἄλλων ἐστὶν ἡ μὲν γραφὴ κατὰ τὴν ἀντιλεγομένην δόξαν λέξιν, ἡ δ’ ἐξήγησις, ἵνα τοῖς αἱματώδη πτύουσιν ἡ φλεβοτομία κωλύηται διὰ τὴν ὥραν ἀντιπράττουσαν ἢ διὰ τὸ πάθος ὂν πλευριτικὸν ἢ διὰ τὸν πλεονάζοντα χυμὸν ὄντα χολώδη. τὸ μὲν οὖν διὰ τὴν ὥραν εὔδηλον. ἐν γὰρ ταῖς πάνυ θερμαῖς ὥραις, οἶά πέρ ἐστιν ὑπὸ κύνα, φυλάττομεν φλεβοτομίαν, ὡσαύτως δὲ κἂν χολώδης ἱκανῶς ὁ ἄνθρωπος ᾖ. τὸ δ’ ἐπὶ τῆς πλευρίτιδος δοκεῖ μάχεσθαι μόνον. οὐ γὰρ ἀντιπράττει φλεβοτομίᾳ τὸ πάθος, ἀλλὰ

117
δεῖται μὴ κωλυούσης τῆς δυνάμεως ἢ τῆς ὥρας ἢ τῆς ἡλικίας. ἔοικεν οὖν τοιοῦτόν τι τὸ λεγόμενον εἶναι τοὺς αἱματώδη πτύοντας φλεβοτομητέον ἐστὶ, πάντως ὅσον ἐπὶ τούτῳ, πλὴν εἰ μὴ διὰ πλευρῖτιν πτύειεν τοιαῦτα. τούτους γὰρ οὐ πάντως φλεβοτομήσεις, ὡς αἷμα πτύοντας, ἀλλὰ τοῖς ἰδίοις τῆς πλευρίτιδος ὑγιάσεις διορισμοῖς, καθ’ οὓς ἤτοι φλεβοτομητέον ἐστὶ τοὺς οὕτω πάσχοντας ἢ μή. τοῦτο δέ μοι προσεπινοῆσαι συνέβη ἐξηγουμένῳ τὸ περὶ χυμῶν, ἐν τῷ μεταξὺ θεασαμένῳ τινὰ ἄῤῥωστον, ὃς ὡς αἱμοπτοϊκὸς ἐκάλεσέ με, πτύσας αἱματῶδες ἀπὸ πλευροῦ. θεασάμενος οὖν ἐγὼ τὸ πτυσθὲν ἠρόμην αὐτὸν εἴ τινα αἴσθησιν ὀδυνηρὰν ἔχει κατὰ τὴν πλευρὰν, ὁ δ’ ὡμολόγησεν εἶναι μικράν. ἦν δ’ οὕτως ἔχων καὶ τῆς ἕξεως καὶ τῆς δυνάμεως, ὡς εἰ μὲν ἐπτυκὼς ἦν αἷμα, διὰ τὸ κατεπείγειν τὸ τῆς φλεβοτομίας βοήθημα, τολμῆσαι παραλαβεῖν αὐτό. πλευρίτιδος δ’ οὔσης ἐπιεικοῦς οὐκ ἀναγκαῖον
118
εἶναι, διόπερ οὐδὲ παρέλαβεν αὐτὸ καὶ σαφῶς ἐφάνη πλευριτικός τε ὁ ἄνθρωπος, ὑπακούσας τε τοῖς ἄλλοις τῆς πλευρίτιδος βοηθήμασιν ἄνευ τῆς φλεβοτομίας. καὶ γὰρ καὶ μετριώταται τυγχάνουσιν ἐφ’ ὦν αἱματῶδες πτύεται. ἔνιοί γε μὴν τῶν ἐξηγητῶν τὸ κώλυσις ἐπὶ τῇ τελευτῇ τῆς προγεγραμμένης ῥήσεως τάξαντες, ἀναγινώσκουσι τήνδε τὴν νῦν προκειμένην οὕτως. ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρῃ, πλευρίτιδι, χολῇ, καί φασι τὴν ὥραν εἰρῆσθαι κατὰ τῶν ἐν καιρῷ καὶ προσηκόντως γινομένων. βούλεσθαι γὰρ αὐτὸν δηλοῦν ἐν ταῖς πλευρίτισιν, ὅταν ἐν ἀρχῇ πτύουσιν αἱματώδη. καὶ γὰρ καὶ συμβαίνει οὕτω τοὐπίπαν ἐν καιρῷ γίνεσθαι μετὰ ταῦτα τὴν εἰς τὸ χολῶδες μεταβολήν. τάξιν γὰρ εἶναι καλῶς προϊούσης τῆς πλευρίτιδος, ἐπὶ τὴν κρίσιν ἐφεξῆς τοῖς αἱματώδεσι τὰ χολώδη πτύεσθαι. λέλεκται δὲ καὶ ἄλλα τοῖς ἐξηγησαμένοις τὴν λέξιν ταύτην οὐκ ἄξια μνήμης. ἐγὼ δ’ αὖ εἰ
119
παραινῶ, καθάπερ ἴστε, τὸ μὴ χρονίζειν ἐν ταῖς αἰνιγματώδεσιν, ἔχοντας ἄλλα πολλὰ κατὰ τὴν τέχνην, ἐν οἶς δυνάμεθα χρησίμως γυμνάζεσθαι.